John 7 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 860 words in 53 verses.

Open John 7 in the interlinear reader

1Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.

ΚαὶAndμετὰafterταῦταthese thingsπεριεπάτειwas walkingtheἸησοῦςJesusἐνinτῇtheΓαλιλαίᾳ·Galilee;οὐnotγὰρforἤθελενHe was desiringἐνinτῇtheἸουδαίᾳJudeaπεριπατεῖν,to walk,ὅτιbecauseἐζήτουνwere seekingαὐτὸνHimοἱtheἸουδαῖοιJewsἀποκτεῖναι.to kill.

2ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.

ἦνWasδὲnowἐγγὺςneartheἑορτὴfeastτῶνof theἸουδαίωνJewstheσκηνοπηγία.of Booths.

3εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς·

εἶπονSaidοὖνthereforeπρὸςtoαὐτὸνHimοἱtheἀδελφοὶbrothersαὐτοῦ·of Him;μετάβηθιdo departἐντεῦθενfrom hereκαὶandὕπαγεdo goεἰςintoτὴνtheἸουδαίανJudeaἵναso thatκαὶalsoοἱtheμαθηταίdisciplesσουof Youθεωρήσουσινwill seeσοῦof Youτὰtheἔργαworksthatποιεῖς·You are doing;

4οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.

οὐδεὶςNo oneγάρforτιanythingἐνinκρυπτῷsecretποιεῖdoesκαὶandζητεῖseeksαὐτὸςhimselfἐνinπαρρησίᾳpublicεἶναι·to be;εἰIfταῦταthese thingsποιεῖς,You do,φανέρωσονdo showσεαυτὸνYourselfτῷto theκόσμῳ.world.

5οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.

οὐδὲNot evenγὰρforοἱtheἀδελφοὶbrothersαὐτοῦof Himἐπίστευονwere believingεἰςinαὐτόν.Him.

6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.

ΛέγειSaysοὖνthereforeαὐτοῖςto themtheἸησοῦς·Jesus;Theκαιρὸςtimetheἐμὸςfor Meοὔπωnot yetπάρεστιν,is come,theδὲbutκαιρὸςthe timetheὑμέτεροςof youπάντοτέalwaysἐστινisἕτοιμος.ready.

7οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.

οὐNotδύναταιis abletheκόσμοςworldμισεῖνto hateὑμᾶς,you,ἐμὲMe myselfδὲhoweverμισεῖ,it hates,ὅτιbecauseἐγὼI myselfμαρτυρῶbear witnessπερὶconcerningαὐτοῦitὅτιthatτὰtheἔργαworksαὐτοῦof itπονηράevilἐστιν.are.

8ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.

ὑμεῖςYou yourselvesἀνάβητεdo go upεἰςtoτὴνtheἑορτήνfeastἐγὼI myselfοὔπωnot yetἀναβαίνωam going upεἰςtoτὴνtheἑορτὴνfeastταύτην,this,ὅτιfortheἐμὸςMyκαιρὸςtimeοὔπωnot yetπεπλήρωται.has been fulfilled.

9ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

ταῦταThese thingsδὲnowεἰπὼνhaving saidαὐτοῖςto themἔμεινενHe remainedἐνinτῇtheΓαλιλαίᾳ.Galilee.

10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλ᾽ ὡς ἐν κρυπτῷ.

ὩςWhenδὲhoweverἀνέβησανhad gone upοἱtheἀδελφοὶbrothersαὐτοῦof Himεἰςtoτὴνtheἑορτήν,feast,τότεthenκαὶalsoαὐτὸςHe himselfἀνέβηwent upοὐnotφανερῶςopenlyἀλλ᾽butὡςasἐνinκρυπτῷ.secret.

11οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;

οἱTheοὖνthereforeἸουδαῖοιJewsἐζήτουνwere seekingαὐτὸνHimἐνatτῇtheἑορτῇfeastκαὶandἔλεγον·were saying;ποῦWhereἐστινisἐκεῖνος;He?

12καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι δὲ ἔλεγον· οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.

καὶAndγογγυσμὸςmurmuringπερὶaboutαὐτοῦHimἦνthere wasπολὺςmuchἐνamongτοῖςtheὄχλοις.crowds.οἱSomeμὲνindeedἔλεγονwere sayingὅτιthatἀγαθόςGoodἐστιν,He is,ἄλλοιOthersδὲhoweverἔλεγον·were saying;οὔ,No,ἀλλὰbutπλανᾷHe deceivesτὸνtheὄχλον.people.

13οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

οὐδεὶςNo oneμέντοιhoweverπαρρησίᾳpubliclyἐλάλειwas speakingπερὶaboutαὐτοῦHimδιὰbecause ofτὸνtheφόβονfearτῶνof theἸουδαίων.Jews.

14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.

ἬδηNowδὲalsoτῆςof theἑορτῆςfeastμεσούσηςbeing in the middleἀνέβηwent upἸησοῦςJesusεἰςintoτὸtheἱερὸνtempleκαὶandἐδίδασκεν.was teaching.

15ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;

ἐθαύμαζονWere marvelingοὖνthenοἱtheἸουδαῖοιJewsλέγοντες·saying;πῶςHowοὗτοςthis oneγράμματαwritingsοἶδενknowsμὴnotμεμαθηκώς;having studied?

16Ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·

ἈπεκρίθηAnsweredοὖνthereforeαὐτοῖςthemἸησοῦςJesusκαὶandεἶπεν·said:theἐμὴMyδιδαχὴteachingοὐκnotἔστινisἐμὴof Myselfἀλλὰbutτοῦof the One whoπέμψαντόςhaving sentμε·Me;

17ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.

ἐάνIfτιςanyoneθέλῃshall desireτὸtheθέλημαwillαὐτοῦof Himποιεῖν,to do,γνώσεταιhe will knowπερὶconcerningτῆςtheδιδαχῆςteachingπότερονwhetherἐκfromτοῦtheθεοῦGodἐστινit isorἐγὼI myselfἀπ᾽fromἐμαυτοῦMyselfλαλῶ.speak.

18ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

The oneἀφ᾽fromἑαυτοῦhimselfλαλῶνspeakingτὴνtheδόξανgloryτὴνtheἰδίανtheir ownζητεῖ·seeks;the Oneδὲhoweverζητῶνseekingτὴνtheδόξανgloryτοῦof the One whoπέμψαντοςhaving sentαὐτόν,Him,οὗτοςHeἀληθήςtrueἐστιν,is,καὶandἀδικίαunrighteousnessἐνinαὐτῷHimοὐκnotἔστιν.is.

19οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;

οὐNotΜωϋσῆςMosesἔδωκενgaveὑμῖνto youτὸνtheνόμον;law?καὶandοὐδεὶςno oneἐξofὑμῶνyouποιεῖkeepsτὸνtheνόμον·law!τίWhyμεMeζητεῖτεdo you seekἀποκτεῖναι;to kill?

20ἀπεκρίθη ὁ ὄχλος δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;

ἀπεκρίθηAnsweredtheὄχλοςcrowdδαιμόνιονA demonἔχεις·You have;τίςwhoσεYouζητεῖseeksἀποκτεῖναι;to kill?

21Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.

ἈπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπενsaidαὐτοῖς·to them;ἓνOneἔργονworkἐποίησα,I did,καὶandπάντεςallθαυμάζετε.you marvel.

22διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.

διὰBecause ofτοῦτοthis:ΜωϋσῆςMosesδέδωκενhas givenὑμῖνyouτὴνtheπεριτομήν,circumcision —οὐχnotὅτιthatἐκofτοῦtheΜωϋσέωςMosesἐστὶνit isἀλλ᾽butἐκofτῶνtheπατέρων,fathers —καὶalsoἐνonσαββάτῳSabbathπεριτέμνετεyou circumciseἄνθρωπον.a man.

23εἰ περιτομὴν λαμβάνει ὁ ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;

εἰIfπεριτομὴνcircumcisionλαμβάνειreceivestheἄνθρωποςa manἐνonσαββάτῳSabbathἵναso thatμὴnotλυθῇshall be brokentheνόμοςlawΜωϋσέως,of Moses,ἐμοὶwith Me myselfχολᾶτεare you angryὅτιbecauseὅλονentirelyἄνθρωπονa manὑγιῆsoundἐποίησαI madeἐνonσαββάτῳ;the Sabbath?

24μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.

μὴNotκρίνετεdo judgeκατ᾽according toὄψιν,appearance,ἀλλὰbutτὴνtheδικαίανrighteousκρίσινjudgmentκρίνετε.do judge.

25ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

ἔλεγονWere sayingοὖνthereforeτινεςsomeἐκofτῶνthoseἹεροσολυμιτῶν·of Jerusalem;οὐχNotοὗτόςthisἐστινis heὃνwhomζητοῦσινthey seekἀποκτεῖναι;to kill?

26καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός;

καὶAndἴδεbeholdπαρρησίᾳpubliclyλαλεῖ,He speaks,καὶandοὐδὲνno thingαὐτῷto Himλέγουσιν.they say.μήποτεotherwiseἀληθῶςTrulyἔγνωσανhave recognizedοἱtheἄρχοντεςrulersὅτιthatοὗτόςthisἐστινistheχριστός;Christ?

27ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.

ἀλλὰButτοῦτονthis manοἴδαμενwe knowπόθενfrom whereἐστίν·He is;TheδὲhoweverχριστὸςChristὅτανwheneverἔρχηται,He may come,οὐδεὶςno oneγινώσκειknowsπόθενfrom whereἐστίν.He is.

28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε·

ἜκραξενCried outοὖνthereforeἐνinτῷtheἱερῷtempleδιδάσκωνteachingtheἸησοῦςJesusκαὶandλέγων·saying;κἀμὲMeοἴδατεyou knowκαὶandοἴδατεyou knowπόθενfrom whereεἰμί·I am;καὶandἀπ᾽ofἐμαυτοῦMyselfοὐκnotἐλήλυθα,I have come,ἀλλ᾽butἔστινisἀληθινὸςtruethe Oneπέμψαςhaving sentμεMeὃνwhomὑμεῖςyou yourselvesοὐκnotοἴδατε·know;

29ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.

ἐγὼI myselfοἶδαknowαὐτόν,Him,ὅτιbecauseπαρ᾽fromαὐτοῦHimεἰμι,I am,κἀκεῖνόςand HeμεMeἀπέστειλεν.sent.

30ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

ἐζήτουνThey were seekingοὖνthereforeαὐτὸνHimπιάσαι,to take,καὶbutοὐδεὶςno oneἐπέβαλενlaidἐπ᾽uponαὐτὸνHimτὴνtheχεῖρα,hand,ὅτιbecauseοὔπωnot yetἐληλύθειhad cometheὥραhourαὐτοῦ.of Him.

31ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὁ χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;

ἐκOut ofτοῦtheὄχλουcrowdδὲnowπολλοὶmanyἐπίστευσανbelievedεἰςinαὐτὸνHimκαὶandἔλεγονwere sayingTheχριστὸςChristὅτανWhenἔλθῃ,He may come,μὴSurely notπλείοναmoreσημεῖαsignsποιήσειwill He doὧνthanοὗτοςthis manἐποίησεν;has done?

32ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.

ἤκουσανHeardοἱtheΦαρισαῖοιPhariseesτοῦtheὄχλουcrowdγογγύζοντοςmurmuringπερὶaboutαὐτοῦHimταῦτα,these things,καὶandἀπέστειλανsentοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheΦαρισαῖοιPhariseesὑπηρέταςofficersἵναthatπιάσωσινthey may seizeαὐτόν.Him.

33Εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.

ΕἶπενSaidοὖνthereforetheἸησοῦς·Jesus;ἔτιYetχρόνονtimeμικρὸνa littleμεθ᾽withὑμῶνyouεἰμιI amκαὶandὑπάγωI goπρὸςtoτὸνthe Oneπέμψαντάhaving sentμε.Me.

34ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

ζητήσετέYou will seekμεMeκαὶandοὐχnotεὑρήσετέwill findμε,Me,καὶandὅπουwhereεἰμὶamἐγὼI myselfὑμεῖςyou yourselvesοὐnotδύνασθεare ableἐλθεῖν.to come.

35εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;

εἶπονSaidοὖνthereforeοἱtheἸουδαῖοιJewsπρὸςamongἑαυτούς·themselves;ποῦWhereοὗτοςHeμέλλειis aboutπορεύεσθαιto goὅτιthatἡμεῖςwe ourselvesοὐχnotεὑρήσομενwill findαὐτόν;Him?μὴSurelyεἰςtoτὴνtheδιασπορὰνDispersionτῶνamong theἙλλήνωνGreeksμέλλειis He aboutπορεύεσθαιto goκαὶandδιδάσκεινto teachτοὺςtheἝλληνας;Greeks?

36τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν· ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

τίςWhatἐστινistheλόγοςwordοὗτοςthisὃνthatεἶπεν·He said;ζητήσετέYou will seekμεMeκαὶandοὐχnotεὑρήσετέwill findμε,Me,καὶandὅπουWhereεἰμὶamἐγὼI myselfὑμεῖςyou yourselvesοὐnotδύνασθεare ableἐλθεῖν;to come?

37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.

ἘνInδὲnowτῇtheἐσχάτῃlastἡμέρᾳdayτῇtheμεγάλῃgreat dayτῆςof theἑορτῆςfeastεἱστήκειhad stoodtheἸησοῦςJesusκαὶandἔκραξενcried outλέγων·saying;ἐάνIfτιςanyoneδιψᾷ,shall thirst,ἐρχέσθωhe should comeπρόςtoμεMeκαὶandπινέτω.should drink.

38ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.

The oneπιστεύωνbelievingεἰςinἐμέ,Me myself,καθὼςeven asεἶπενhas saidtheγραφή,Scripture:ποταμοὶRiversἐκout ofτῆςtheκοιλίαςbellyαὐτοῦof himῥεύσουσινwill flowὕδατοςof waterζῶντος.living.

39τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη.

τοῦτοThisδὲnowεἶπενHe saidπερὶconcerningτοῦtheπνεύματοςSpiritοὗof whichἔμελλονwere aboutλαμβάνεινto receiveοἱthoseπιστεύσαντεςhaving believedεἰςinαὐτόν·Him;οὔπωnot yetγὰρforἦνwasπνεῦμαthe SpiritὅτιbecauseἸησοῦςJesusοὔπωnot yetἐδοξάσθη.was glorified.

40ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον ὅτι· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.

ἐκfromτοῦtheὄχλουcrowdοὖνthereforeἀκούσαντεςhaving heardτῶνtheλόγωνwordsτούτωνtheseἔλεγονwere sayingὅτι·that:οὗτόςThisἐστινisἀληθῶςtrulytheπροφήτης.Prophet.

41ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;

ἄλλοιOthersἔλεγον·were saying;οὗτόςThisἐστινistheχριστός·Christ;οἱThoseδὲhoweverἔλεγον·were saying;μὴSurely notγὰρforἐκout ofτῆςtheΓαλιλαίαςGalileetheχριστὸςChristἔρχεται;comes?

42οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ ἔρχεται ὁ χριστός;

οὐχSurelytheγραφὴScriptureεἶπενhas saidὅτιthatἐκout ofτοῦtheσπέρματοςseedΔαυὶδof DavidκαὶandἀπὸfromΒηθλέεμBethlehemτῆςtheκώμηςvillageὅπουwhereἦνwasΔαυὶδDavidἔρχεταιcomestheχριστός;Christ

43Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι᾽ αὐτόν.

ΣχίσμαA divisionοὖνthereforeἐγένετοoccurredἐνinτῷtheὄχλῳcrowdδι᾽because ofαὐτόν.Him.

44τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἔβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.

τινὲςSomeδὲnowἤθελονwere desiringἐξofαὐτῶνthemπιάσαιto seizeαὐτόν,Him,ἀλλ᾽butοὐδεὶςno oneἔβαλενputἐπ᾽onαὐτὸνHimτὰςtheχεῖρας.hands.

45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διὰ τί οὐκ ἠγάγετε αὐτόν;

ἮλθονCameοὖνthereforeοἱtheὑπηρέταιofficersπρὸςtoτοὺςtheἀρχιερεῖςchief priestsκαὶandΦαρισαίους,Pharisees,καὶandεἶπονsaidαὐτοῖςto themἐκεῖνοι·that;διὰBecause ofτίwhyοὐκnotἠγάγετεdid you bringαὐτόν;Him?

46ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος

ἀπεκρίθησανAnsweredοἱtheὑπηρέται·officers;οὐδέποτεNeverἐλάλησενspokeοὕτωςlike thisἄνθρωποςa man

47ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;

ἀπεκρίθησανAnsweredοὖνthereforeαὐτοῖςthemοἱtheΦαρισαῖοι·Pharisees;μὴSurely notκαὶalsoὑμεῖςyou yourselvesπεπλάνησθε;have been deceived?

48μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;

μήSurely notτιςanyἐκofτῶνtheἀρχόντωνrulersἐπίστευσενhas believedεἰςonαὐτὸνHimorἐκofτῶνtheΦαρισαίων;Pharisees?

49ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.

ἀλλ᾽Buttheὄχλοςcrowdοὗτοςthistheμὴnotγινώσκωνknowingτὸνtheνόμονlawἐπάρατοίcursedεἰσιν.are.

50λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν·

λέγειSaysΝικόδημοςNicodemusπρὸςtoαὐτούς,them,the oneἐλθὼνhaving comeπρὸςtoαὐτὸνHimπρότερον,formerεἷςoneὢνbeingἐξofαὐτῶν·them;

51μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;

μὴSurely nottheνόμοςlawἡμῶνof usκρίνειdoes judgeτὸνtheἄνθρωπονmanἐὰνonlyμὴunlessἀκούσῃit shall hearπρῶτονfirstπαρ᾽fromαὐτοῦhimκαὶandγνῷmay knowτίwhatποιεῖ;he does?

52ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.

ἀπεκρίθησανThey answeredκαὶandεἶπανthey saidαὐτῷ·to him;μὴSurely notκαὶalsoσὺyou yourselfἐκfromτῆςtheΓαλιλαίαςGalileeεἶ;are?ἐραύνησονdo searchκαὶandἴδεdo seeὅτιthatἐκout ofτῆςtheΓαλιλαίαςGalileeπροφήτηςa prophetοὐκnotἐγείρεται.is raised.

53Καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

ΚαὶAndἐπορεύθησανthey wentἕκαστοςeachεἰςtoτὸνtheοἶκονhomeαὐτοῦ,of him,

‹ John 6John 8 ›