John 6 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1237 words in 71 verses.

Open John 6 in the interlinear reader

1Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.

ΜετὰAfterταῦταthese thingsἀπῆλθενwent awaytheἸησοῦςJesusπέρανoverτῆςtheθαλάσσηςSeaτῆςtheΓαλιλαίαςof Galilee —τῆςtheΤιβεριάδος.of Tiberias.

2ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.

ἠκολούθειWas followingδὲnowαὐτῷafter Himὄχλοςa crowdπολύς,great,ὅτιbecauseἐθεώρουνthey were experiencingτὰtheσημεῖαsignswhichἐποίειHe was doingἐπὶuponτῶνthoseἀσθενούντων.being sick.

3ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.

ἀνῆλθενWent upδὲnowεἰςonτὸtheὄροςmountainἸησοῦςJesusκαὶandἐκεῖthereἐκάθητοHe was sittingμετὰwithτῶνtheμαθητῶνdisciplesαὐτοῦ.of Him.

4ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.

ἦνWasδὲnowἐγγὺςnearτὸtheπάσχαPassovertheἑορτὴfeastτῶνof theἸουδαίων.Jews.

5Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;

ἘπάραςHaving lifted upοὖνthenτοὺςtheὀφθαλμοὺςeyestheἸησοῦςJesusκαὶandθεασάμενοςhaving seenὅτιthatπολὺςa greatὄχλοςcrowdἔρχεταιis comingπρὸςtoαὐτὸνHimλέγειHe saysπρὸςtoΦίλιππον·Philip;πόθενFrom whereἀγοράσωμενwe may buyἄρτους,breadἵναthatφάγωσινmay eatοὗτοι;these?

6τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.

τοῦτοThisδὲnowἔλεγενHe was sayingπειράζωνtestingαὐτόν·him;αὐτὸςHe himselfγὰρforᾔδειknewτίwhatἔμελλενHe was aboutποιεῖν.to do.

7ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ λάβῃ.

ἀπεκρίθηAnsweredαὐτῷHimΦίλιππος·Philip;διακοσίωνTwo hundredδηναρίωνdenarii worthἄρτοιof loavesοὐκnotἀρκοῦσινare sufficientαὐτοῖςfor themἵναthatἕκαστοςeachβραχύlittle pieceλάβῃ.may receive.

8Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·

ΛέγειSaysαὐτῷto Himεἷςoneἐκofτῶνtheμαθητῶνdisciplesαὐτοῦ,of Him,ἈνδρέαςAndrewtheἀδελφὸςbrotherΣίμωνοςof SimonΠέτρου·Peter;

9ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;

ἔστινIsπαιδάριονa little boyὧδεhereὃςwhoἔχειhasπέντεfiveἄρτουςloavesκριθίνουςbarleyκαὶandδύοtwoὀψάρια·small fish;ἀλλὰbutταῦταtheseτίwhatἐστινareεἰςforτοσούτους;so many?

10εἶπεν ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.

εἶπενSaidtheἸησοῦς·Jesus;ποιήσατεdo makeτοὺςtheἀνθρώπουςmenἀναπεσεῖν.to recline.ἦνThere wasδὲnowχόρτοςgrassπολὺςmuchἐνinτῷtheτόπῳ.place.ἀνέπεσανReclinedοὖνthereforeοἱtheἄνδρεςmenτὸνtheἀριθμὸνnumberὡςaboutπεντακισχίλιοι.five thousand.

11ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.

ἔλαβενTookοὖνthenτοὺςtheἄρτουςloavestheἸησοῦςJesusκαὶandεὐχαριστήσαςhaving given thanksδιέδωκενHe distributedτοῖςto thoseἀνακειμένοις,reclining,ὁμοίωςlikewiseκαὶalsoἐκofτῶνtheὀψαρίωνfishὅσονas much asἤθελον.they were wishing.

12ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται.

ὡςWhenδὲnowἐνεπλήσθησανthey were filledλέγειHe saysτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;συναγάγετεdo gather togetherτὰtheπερισσεύσανταhaving been over and aboveκλάσματαfragmentsἵναso thatμήnothingτιanythingἀπόληται.may be lost.

13συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.

συνήγαγονThey gathered togetherοὖνthereforeκαὶandἐγέμισανfilledδώδεκαtwelveκοφίνουςhand-basketsκλασμάτωνof fragmentsἐκfromτῶνtheπέντεfiveἄρτωνloavesτῶνtheκριθίνωνbarleywhichἐπερίσσευσανexceededτοῖςto thoseβεβρωκόσιν.having eaten.

14Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

ΟἱTheοὖνthereforeἄνθρωποιpeopleἰδόντεςhaving seenwhatἐποίησενHe had doneσημεῖαsignsἔλεγονwere sayingὅτιthatοὗτόςThisἐστινisἀληθῶςtrulytheπροφήτηςprophetwhoἐρχόμενοςis comingεἰςintoτὸνtheκόσμον.world.

15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.

ἸησοῦςJesusοὖνthereforeγνοὺςhaving knownὅτιthatμέλλουσινthey are aboutἔρχεσθαιto comeκαὶandἁρπάζεινto seizeαὐτὸνHimἵναthatποιήσωσινthey may makeβασιλέαkingἀνεχώρησενwithdrewπάλινagainεἰςtoτὸtheὄροςmountainαὐτὸςHimselfμόνος.alone.

16Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,

ὩςWhenδὲnowὀψίαeveningἐγένετο,it became,κατέβησανwent downοἱtheμαθηταὶdisciplesαὐτοῦof Himἐπὶtoτὴνtheθάλασσαν,sea,

17καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,

καὶandἐμβάντεςhaving climbedεἰςintoπλοῖονa boatἤρχοντοthey were goingπέρανoverτῆςtheθαλάσσηςseaεἰςtoΚαφαρναούμ.Capernaum.καὶAndσκοτίαdarkἤδηalreadyἐγεγόνει,it had become,καὶandοὔπωnot yetἐληλύθειhad comeπρὸςtoαὐτοὺςthemtheἸησοῦς,Jesus,

18ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.

theτεAndθάλασσαthe seaἀνέμουby a windμεγάλουstrongπνέοντοςblowingδιεγείρετο.was agitated.

19ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.

ἐληλακότεςHaving rowedοὖνthereforeὡςaboutσταδίουςstadiaεἴκοσιtwentyπέντεfiveorτριάκοντα,thirty,θεωροῦσινthey seeτὸνtheἸησοῦνJesusπεριπατοῦνταwalkingἐπὶonτῆςtheθαλάσσηςseaκαὶandἐγγὺςnearτοῦtheπλοίουboatγινόμενον,coming,καὶandἐφοβήθησαν.they were frightened.

20ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι, μὴ φοβεῖσθε.

theδὲAndλέγειHe saysαὐτοῖς·to them;ἐγώI myselfεἰμι,am He,μὴnotφοβεῖσθε.do fear.

21ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

ἤθελονThey were willingοὖνthenλαβεῖνto receiveαὐτὸνHimεἰςintoτὸtheπλοῖον,boat,καὶandεὐθέωςimmediatelyἐγένετοwasτὸtheπλοῖονboatἐπὶatτῆςtheγῆςlandεἰςtoἣνwhichὑπῆγον.they were going.

22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·

ΤῇOn theἐπαύριονnext daytheὄχλοςcrowdwhichἑστηκὼςalready standingπέρανon the other sideτῆςof theθαλάσσηςseaεἶδονhaving seenὅτιthatπλοιάριονboatἄλλοotherοὐκnoἦνwasἐκεῖthereεἰonlyμὴexceptἓνoneκαὶandὅτιforοὐnotσυνεισῆλθενwent withτοῖςtheμαθηταῖςdisciplesαὐτοῦof HimtheἸησοῦςJesusεἰςintoτὸtheπλοῖονboatἀλλὰbutμόνοιaloneοἱtheμαθηταὶdisciplesαὐτοῦof Himἀπῆλθον·went away;

23ἀλλὰ ἦλθεν πλοῖα ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.

ἀλλὰbutἦλθενcameπλοῖαboatsἐκfromΤιβεριάδοςTiberiasἐγγὺςnearτοῦtheτόπουplaceὅπουwhereἔφαγονthey ateτὸνtheἄρτονbreadεὐχαριστήσαντοςwhen was giving thanksτοῦto theκυρίου.Lord.

24ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν,

ὅτεWhenοὖνthereforeεἶδενsawtheὄχλοςcrowdὅτιthatἸησοῦςJesusοὐκnotἔστινisἐκεῖthereοὐδὲnor areοἱtheμαθηταὶdisciplesαὐτοῦ,of Him,ἐνέβησανthey climbedαὐτοὶthemselvesεἰςintoτὰtheπλοιάριαboatsκαὶandἦλθονcameεἰςtoΚαφαρναοὺμCapernaumζητοῦντεςseekingτὸνtheἸησοῦν,Jesus,

25καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας;

καὶAndεὑρόντεςhaving foundαὐτὸνHimπέρανon the other sideτῆςof theθαλάσσηςseaεἶπονthey saidαὐτῷ·to Him;ῥαββί,Rabbi,πότεwhenὧδεhereγέγονας;have You come?

26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.

ἈπεκρίθηAnsweredαὐτοῖςthemtheἸησοῦςJesusκαὶandεἶπεν·said;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;ζητεῖτέyou seekμεMeοὐχnotὅτιbecauseεἴδετεyou sawσημεῖα,signs,ἀλλ᾽butὅτιbecauseἐφάγετεyou ateἐκofτῶνtheἄρτωνloavesκαὶandἐχορτάσθητε.were satisfied.

27ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.

ἐργάζεσθεdo workμὴnot forτὴνtheβρῶσινfoodτὴνthatἀπολλυμένηνis perishingἀλλὰbut forτὴνtheβρῶσινfoodτὴνwhichμένουσανis enduringεἰςuntoζωὴνlifeαἰώνιονeternalἣνwhichtheυἱὸςSonτοῦtheἀνθρώπουof Manὑμῖνto youδώσει·will give;τοῦτονHimγὰρfortheπατὴρFatherἐσφράγισενhas sealedtheθεός.God.

28εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;

εἶπονThey saidοὖνthereforeπρὸςtoαὐτόν·Him;τίWhatποιῶμενshall we doἵναthatἐργαζώμεθαwe may be doingτὰtheἔργαworksτοῦtheθεοῦ;of God?

29Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.

ἈπεκρίθηAnsweredtheἸησοῦςJesusκαὶandεἶπενsaidαὐτοῖς·to them;τοῦτόThisἐστινisτὸtheἔργονworkτοῦtheθεοῦof Godἵναthatπιστεύητεyou may believeεἰςinὃνHim whomἀπέστειλενhas sentἐκεῖνος.He.

30Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;

ΕἶπονThey saidοὖνthereforeαὐτῷ·to Him;τίWhatοὖνthenποιεῖςdoσὺYou yourselfσημεῖονas a signἵναthatἴδωμενwe may seeκαὶandπιστεύσωμένmay believeσοι;You?τίWhatἐργάζῃ;work do You perform?

31οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.

οἱTheπατέρεςfathersἡμῶνof usτὸtheμάνναmannaἔφαγονateἐνinτῇtheἐρήμῳwildernessκαθώςeven asἐστινit isγεγραμμένον·written:ἄρτονBreadἐκfromτοῦtheοὐρανοῦheavenἔδωκενHe gaveαὐτοῖςthemφαγεῖν.to eat.’

32Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.

ΕἶπενSaidοὖνthereforeαὐτοῖςto themtheἸησοῦς·Jesus;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;οὐnotΜωϋσῆςMosesἔδωκενgaveὑμῖνyouτὸνtheἄρτονbreadἐκfromτοῦtheοὐρανοῦ,heaven,ἀλλ᾽buttheπατήρFatherμουof Mineδίδωσινgivesὑμῖνyouτὸνtheἄρτονbreadἐκfromτοῦtheοὐρανοῦheavenτὸνtheἀληθινόν.true.

33ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

Theγὰρforἄρτοςbreadτοῦtheθεοῦof Godἐστινisthe Oneκαταβαίνωνcoming downἐκout ofτοῦtheοὐρανοῦheavenκαὶandζωὴνlifeδιδοὺςgivingτῷto theκόσμῳ.world.

34εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

εἶπονThey saidοὖνthereforeπρὸςtoαὐτόν·Him;κύριε,Sir,πάντοτεalwaysδὸςdo giveἡμῖνto usτὸνtheἄρτονbreadτοῦτον.this.

35Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.

ΕἶπενSaidαὐτοῖςto themtheἸησοῦς·Jesus;ἐγώI myselfεἰμιamtheἄρτοςbreadτῆςtheζωῆς·of life;the oneἐρχόμενοςcomingπρὸςtoἐμὲMe myselfοὐcertainlyμὴnotπεινάσῃ,may hunger,καὶandthe oneπιστεύωνbelievingεἰςinἐμὲMe myselfοὐcertainlyμὴnotδιψήσειwill thirstπώποτε.at any time.

36ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.

ἀλλ᾽ButεἶπονI saidὑμῖνto youὅτιthatκαὶalsoἑωράκατέyou have seenμεMeκαὶand yetοὐnotπιστεύετε.believe.

37πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω,

πᾶνAllthatδίδωσίνgivesμοιMetheπατὴρFatherπρὸςtoἐμὲMe myselfἥξει,will come,καὶandτὸνthe oneἐρχόμενονcomingπρὸςtoἐμὲMe myselfοὐcertainlyμὴnotἐκβάλωshall I castἔξω,out,

38ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

ὅτιForκαταβέβηκαI have come downἀπὸfromτοῦtheοὐρανοῦheavenοὐχnotἵναthatποιῶI may doτὸtheθέλημαwillτὸtheἐμὸνof Meἀλλὰbutτὸtheθέλημαwillτοῦof the One whoπέμψαντόςhaving sentμε.Me.

39τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ᾽ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.

τοῦτοThisδέnowἐστινisτὸtheθέλημαwillτοῦof the One whoπέμψαντόςhaving sentμεMeἵναthatπᾶνallthatδέδωκένHe has givenμοιMeμὴnoneἀπολέσωI may loseἐξofαὐτοῦ,it,ἀλλ᾽butἀναστήσωmay raise upαὐτὸitτῇtheἐσχάτῃlastἡμέρᾳ.day.

40τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.

τοῦτοThisγάρforἐστινisτὸtheθέλημαwillτοῦof theπατρόςFatherμου,Mine,ἵναthatπᾶςeveryonewhoθεωρῶνis beholdingτὸνtheυἱὸνSonκαὶandπιστεύωνbelievingεἰςinαὐτὸνHimἔχῃhe may haveζωὴνlifeαἰώνιον,eternal,καὶandἀναστήσωwill raise upαὐτὸνhimἐγὼI myselfτῇtheἐσχάτῃlastἡμέρᾳ.day.

41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ·

ἘγόγγυζονWere grumblingοὖνthereforeοἱtheἸουδαῖοιJewsπερὶaboutαὐτοῦHimὅτιbecauseεἶπεν·He said;ἐγώI myselfεἰμιamtheἄρτοςbreadtheκαταβὰςhaving come downἐκfromτοῦtheοὐρανοῦ·heaven;

42καὶ ἔλεγον· Οὐχὶ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;

καὶAndἔλεγον·they were saying;ΟὐχὶSurelyοὗτόςthisἐστινisἸησοῦςJesustheυἱὸςsonἸωσήφ,of Joseph,οὗof whomἡμεῖςwe ourselvesοἴδαμενknowτὸνtheπατέραfatherκαὶandτὴνtheμητέρα;mother?πῶςHowνῦνthenλέγειsays HeὅτιthatἐκFromτοῦtheοὐρανοῦheavenκαταβέβηκα;I have come down?

43Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων.

ἈπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπενsaidαὐτοῖς·to them;μὴNotγογγύζετεdo grumbleμετ᾽withἀλλήλων.one another.

44οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

οὐδεὶςNo oneδύναταιis ableἐλθεῖνto comeπρόςtoμε,Me,ἐὰνonlyμὴunlesstheπατὴρFatherthe oneπέμψαςhaving sentμεMeἑλκύσῃshall drawαὐτόν,him,κἀγὼand I myselfἀναστήσωwill raise upαὐτὸνhimἐνinτῇtheἐσχάτῃlastἡμέρᾳ.day.

45ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ. πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ·

ἔστινIt isγεγραμμένονwrittenἐνinτοῖςtheπροφήταις·prophets:καὶAndἔσονταιthey will beπάντεςallδιδακτοὶtaughtθεοῦ.of God.’πᾶςEveryonewhoἀκούσαςhaving heardπαρὰfromτοῦtheπατρὸςFatherκαὶandμαθὼνhaving learnedἔρχεταιhe comesπρὸςtoἐμέ·Me myself;

46οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.

οὐχNotὅτιforτὸνtheπατέραFatherἑώρακένhas seenτιςanyoneεἰonlyμὴexceptthe Oneὢνbeingπαρὰfromτοῦtheθεοῦ,God,οὗτοςHeἑώρακενhas seenτὸνtheπατέρα.Father.

47Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.

ἈμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;the oneπιστεύωνbelievingἔχειhasζωὴνlifeαἰώνιον.eternal.

48ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.

ἐγώI myselfεἰμιamtheἄρτοςbreadτῆςtheζωῆς.of life.

49οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον·

οἱTheπατέρεςfathersὑμῶνof Youἔφαγονateἐνinτῇtheἐρήμῳwildernessτὸtheμάνναmannaκαὶandἀπέθανον·died;

50οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.

οὗτόςThisἐστινistheἄρτοςbreadtheἐκfromτοῦtheοὐρανοῦheavenκαταβαίνων,coming down,ἵναthatτιςanyoneἐξofαὐτοῦitφάγῃmay eatκαὶandμὴnotἀποθάνῃ.may die.

51Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

ἘγώI myselfεἰμιamtheἄρτοςbreadwhichζῶνis livingtheἐκfromτοῦtheοὐρανοῦheavenκαταβάς·having come down;ἐάνifτιςanyoneφάγῃshall have eatenἐκofτούτουthisτοῦtheἄρτου,bread,ζήσειhe will liveεἰςtoτὸνtheαἰῶνα.age.καὶandtheἄρτοςbreadδὲalsoὃνthatἐγὼI myselfδώσωwill givetheσάρξfleshμούof Meἐστινisὑπὲρforτῆςtheτοῦof theκόσμουworldζωῆς.life.

52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;

ἘμάχοντοWere arguingοὖνthereforeπρὸςwithἀλλήλουςone anotherοἱtheἸουδαῖοιJewsλέγοντες·saying;πῶςHowδύναταιis ableοὗτοςthis manἡμῖνusδοῦναιto giveτὴνtheσάρκαfleshαὐτοῦof Himφαγεῖν;to eat?

53Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

ΕἶπενSaidοὖνthereforeαὐτοῖςto themtheἸησοῦς·Jesus;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;ἐὰνonlyμὴunlessφάγητεyou shall have eatenτὴνtheσάρκαfleshτοῦof theυἱοῦSonτοῦtheἀνθρώπουof Manκαὶandπίητεshall have drunkαὐτοῦof Himτὸtheαἷμα,blood,οὐκnotἔχετεyou haveζωὴνlifeἐνinἑαυτοῖς.yourselves.

54ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.

The oneτρώγωνeatingμουof Myτὴνtheσάρκαfleshκαὶandπίνωνdrinkingμουof Myτὸtheαἷμαbloodἔχειhasζωὴνlifeαἰώνιον,eternal,κἀγὼand I myselfἀναστήσωwill raise upαὐτὸνhimτῇin theἐσχάτῃlastἡμέρᾳ.day.

55ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.

Theγὰρforσάρξfleshμουof Meἀληθήςtrueἐστινisβρῶσις,food,καὶandτὸtheαἷμάbloodμουof Meἀληθήςtrueἐστινisπόσις.drink.

56ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.

The oneτρώγωνeatingμουof Myτὴνtheσάρκαfleshκαὶandπίνωνdrinkingμουof MyτὸtheαἷμαbloodἐνinἐμοὶMe myselfμένειabidesκἀγὼand I myselfἐνinαὐτῷ.him.

57καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ.

καθὼςEven asἀπέστειλένsentμεMetheζῶνlivingπατὴρFatherκἀγὼand I myselfζῶliveδιὰbecause ofτὸνtheπατέρα,Father,καὶalsothe oneτρώγωνfeeding onμεMeκἀκεῖνοςhe alsoζήσειwill liveδι᾽because ofἐμέ.Me myself.

58οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.

οὗτόςThisἐστινistheἄρτοςbreadtheἐξfromοὐρανοῦheavenκαταβάς,having come down,οὐnotκαθὼςeven asἔφαγονateοἱtheπατέρεςfathersκαὶandἀπέθανον·died;The oneτρώγωνeatingτοῦτονthisτὸνtheἄρτονbreadζήσειwill liveεἰςtoτὸνtheαἰῶνα.age.

59Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.

ΤαῦταThese thingsεἶπενHe saidἐνinσυναγωγῇthe synagogueδιδάσκωνteachingἐνinΚαφαρναούμ.Capernaum.

60πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;

πολλοὶManyοὖνthereforeἀκούσαντεςhaving heardἐκofτῶνtheμαθητῶνdisciplesαὐτοῦof Himεἶπαν·said;σκληρόςDifficultἐστινistheλόγοςwordοὗτος·this;τίςwhoδύναταιis ableαὐτοῦitἀκούειν;to hear?

61Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;

ΕἰδὼςknowingδὲhowevertheἸησοῦςJesusἐνinἑαυτῷHimselfὅτιthatγογγύζουσινare grumblingπερὶaboutτούτουthisοἱtheμαθηταὶdisciplesαὐτοῦof HimεἶπενHe saidαὐτοῖς·to them;τοῦτοThisὑμᾶςyouσκανδαλίζει;does offend?

62ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;

ἐὰνWhat ifοὖνthenθεωρῆτεyou shall seeτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof ManἀναβαίνονταascendingὅπουwhereἦνHe wasτὸtheπρότερον;before?

63τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.

τὸTheπνεῦμάSpiritἐστινisτὸthe oneζῳοποιοῦν,giving life,theσὰρξfleshοὐκnotὠφελεῖprofitsοὐδέν·no thing;τὰTheῥήματαdeclarationsthatἐγὼI myselfλελάληκαhave spokenὑμῖνto youπνεῦμάspiritἐστινareκαὶandζωήlifeἐστιν.they are.

64ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.

ἀλλ᾽Butεἰσὶνthey areἐξofὑμῶνyouτινεςsomeοἳwhoοὐnotπιστεύουσιν.believe.ᾔδειKnewγὰρforἐξfromἀρχῆςthe beginningtheἸησοῦςJesusτίνεςwhoεἰσὶνareοἱthoseμὴnotπιστεύοντεςbelievingκαὶandτίςwhoἐστινit iswhoπαραδώσωνwill betrayαὐτόν.Him.

65καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός

καὶAndἔλεγεν·He was saying;διὰBecause ofτοῦτοthisεἴρηκαhave I saidὑμῖνto youὅτιthatοὐδεὶςno oneδύναταιis ableἐλθεῖνto comeπρόςtoμεMeἐὰνonlyμὴunlessit shallδεδομένονgrantedαὐτῷto himἐκfromτοῦtheπατρόςFather

66ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.

ἐκFromτούτουthat timeπολλοὶmanyἐκout ofτῶνtheμαθητῶνdisciplesαὐτοῦof Himἀπῆλθονwent awayεἰςtoτὰtheὀπίσωbackκαὶandοὐκέτιno longerμετ᾽withαὐτοῦHimπεριεπάτουν.were walking.

67Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;

ΕἶπενSaidοὖνthereforetheἸησοῦςJesusτοῖςto theδώδεκα·Twelve;μὴSurely notκαὶalsoὑμεῖςyou yourselvesθέλετεare wishingὑπάγειν;to go away?

68ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,

ἀπεκρίθηAnsweredαὐτῷHimΣίμωνSimonΠέτρος·Peter;κύριε,Lord,πρὸςtoτίναwhomἀπελευσόμεθα;will we go?ῥήματαdeclarationsζωῆςof lifeαἰωνίουeternalἔχεις,You have,

69καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ

καὶandἡμεῖςwe ourselvesπεπιστεύκαμενhave believedκαὶandἐγνώκαμενhave knownὅτιthatσὺYou yourselfεἶaretheἅγιοςHoly Oneτοῦtheθεοῦof God

70ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;

ἀπεκρίθηAnsweredαὐτοῖςthemtheἸησοῦς·Jesus;οὐκNotἐγὼI myselfὑμᾶςyouτοὺςtheδώδεκαTwelveἐξελεξάμην,did choose,καὶandἐξofὑμῶνyouεἷςoneδιάβολόςa devilἐστιν;is?

71ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτὸν εἷς ἐκ τῶν δώδεκα.

ἔλεγενHe was speakingδὲnowτὸνtheἸούδανof JudasΣίμωνοςson of SimonἸσκαριώτου·Iscariot;οὗτοςheγὰρforἔμελλενwas aboutπαραδιδόναιto betrayαὐτὸνHimεἷςoneἐκofτῶνtheδώδεκα.Twelve.

‹ John 5John 7 ›