The Westcott and Hort text with a word by word English gloss under every Greek word. 788 words in 40 verses.
Open John 18 in the interlinear reader1Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κεδρὼν ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
ΤαῦταThese thingsεἰπὼνhaving saidἸησοῦςJesusἐξῆλθενwent outσὺνwithτοῖςtheμαθηταῖςdisciplesαὐτοῦof Himπέρανbeyondτοῦtheχειμάρρουwinter streamτῶνof theΚεδρὼνof Kidronὅπουwhereἦνthere wasκῆποςa gardenεἰςintoὃνwhichεἰσῆλθενenteredαὐτὸςHe himselfκαὶandοἱtheμαθηταὶdisciplesαὐτοῦ.of Him.
2ἤιδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
ἤιδειKnewδὲnowκαὶalsoἸούδαςJudasὁwhoπαραδιδοὺςis delivering upαὐτὸνHimτὸνtheτόπον,place,ὅτιbecauseπολλάκιςoftenσυνήχθηgathered togetherἸησοῦςJesusἐκεῖthereμετὰwithτῶνtheμαθητῶνdisciplesαὐτοῦ.of Him.
3Ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
ὉtheοὖνThereforeἸούδαςJudasλαβὼνhaving procuredτὴνtheσπεῖρανcohortκαὶandἐκfromτῶνtheἀρχιερέωνchief priestsκαὶandἐκfromτῶνtheΦαρισαίωνPhariseesὑπηρέταςofficersἔρχεταιcomesἐκεῖthereμετὰwithφανῶνlanternsκαὶandλαμπάδωνtorchesκαὶandὅπλων.weapons.
4Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς· τίνα ζητεῖτε;
ἸησοῦςJesusοὖνthereforeεἰδὼςknowingπάνταall thingsτὰthatἐρχόμεναare comingἐπ᾽uponαὐτὸνHimἐξῆλθενhe went outκαὶalsoλέγειspeaksαὐτοῖς·to them;τίναWhomζητεῖτε;seek you?
5ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
ἀπεκρίθησανThey answeredαὐτῷ·to Him;ἸησοῦνJesusτὸνtheΝαζωραῖον.of Nazareth.λέγειHe saysαὐτοῖςto themἐγώI myselfεἰμι.am He.εἱστήκειHad been standingδὲnowκαὶalsoἸούδαςJudasὁwhoπαραδιδοὺςis delivering upαὐτὸνHimμετ᾽withαὐτῶν.them.
6ὡς οὖν εἶπεν αὐτοῖς ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
ὡςWhenοὖνthereforeεἶπενHe saidαὐτοῖςto themἐγώI myselfεἰμι,am He,ἀπῆλθονthey drewεἰςtowardτὰtheὀπίσωbackκαὶandἔπεσανfellχαμαί.to the ground.
7Πάλιν οὖν ἐπηρώτησεν αὐτούς· τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.
ΠάλινAgainοὖνthereforeἐπηρώτησενHe questionedαὐτούς·them:τίναWhomζητεῖτε;seek you?οἱtheδὲAndεἶπαν·they said;ἸησοῦνJesusτὸνtheΝαζωραῖον.of Nazareth.
8ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
ἀπεκρίθηAnsweredἸησοῦς·Jesus;εἶπονI have toldὑμῖνyouὅτιthatἐγώI myselfεἰμι.am He.εἰIfοὖνthereforeἐμὲMe myselfζητεῖτε,you seek,ἄφετεdo allowτούτουςtheseὑπάγειν·to go away;
9ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
ἵναso thatπληρωθῇmay be fulfilledὁtheλόγοςwordὃνthatεἶπενHe had spokenὅτιthatοὓςThose whomδέδωκάςYou have givenμοιMeοὐκnotἀπώλεσαI lostἐξofαὐτῶνthemοὐδένα.not one.
10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
ΣίμωνSimonοὖνthenΠέτροςPeterἔχωνhavingμάχαιρανa swordεἵλκυσενdrewαὐτὴνitκαὶandἔπαισενhe struckτὸνtheτοῦof theἀρχιερέωςhigh priestδοῦλονservantκαὶandἀπέκοψενcut offαὐτοῦof himτὸtheὠτάριονearτὸtheδεξιόν·right;ἦνWasδὲnowὄνομαnameτῷof theδούλῳservantΜάλχος.Malchus.
11Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην. τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
ΕἶπενSaidοὖνthereforeὁtheἸησοῦςJesusτῷtheΠέτρῳ·to Peter;βάλεdo putτὴνtheμάχαιρανswordεἰςintoτὴνtheθήκην.sheath.τὸTheποτήριονcupὃwhichδέδωκένhas givenμοιMeὁtheπατὴρFatherοὐcertainlyμὴsurelyπίωshall I drinkαὐτό;it?
12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
ἩtheοὖνThenσπεῖραthe cohortκαὶandὁtheχιλίαρχοςcommanderκαὶandοἱtheὑπηρέταιofficersτῶνof theἸουδαίωνJewsσυνέλαβονtook hold ofτὸνtheἸησοῦνJesusκαὶandἔδησανboundαὐτὸνHim
13καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
καὶandἤγαγονthey brought awayπρὸςtoἍννανAnnasπρῶτον·first;ἦνhe wasγὰρforπενθερὸςfather-in-lawτοῦtheΚαϊάφαof Caiaphasὃςwhoἦνwasἀρχιερεὺςhigh priestτοῦon theἐνιαυτοῦyearἐκείνου.same.
14ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
ἦνWasδὲnowΚαϊάφαςCaiaphasὁthe oneσυμβουλεύσαςhaving given counselτοῖςto theἸουδαίοιςJewsὅτιthatσυμφέρειit is profitableἕναfor oneἄνθρωπονmanἀποθανεῖνto dieὑπὲρforτοῦtheλαοῦ.people.
15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
ἨκολούθειWere followingδὲnowτῷtheἸησοῦafter JesusΣίμωνSimonΠέτροςPeterκαὶandἄλλοςotherμαθητής.disciple.ὁtheδὲNowμαθητὴςdiscipleἐκεῖνοςthat oneἦνwasγνωστὸςknownτῷto theἀρχιερεῖhigh priestκαὶalsoσυνεισῆλθενhe entered withτῷtheἸησοῦJesusεἰςintoτὴνtheαὐλὴνcourtτοῦof theἀρχιερέως.high priest.
16Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
ὉtheδὲButΠέτροςPeterεἱστήκειhad stoodπρὸςatτῇtheθύρᾳdoorἔξω.outside.ἐξῆλθενWent outοὖνthereforeὁtheμαθητὴςdiscipleὁtheἄλλοςotherὁwhoγνωστὸςknownτοῦto theἀρχιερέωςhigh priestκαὶandεἶπενspokeτῇto theθυρωρῷdoorkeeperκαὶandεἰσήγαγενbrought inτὸνtheΠέτρον.Peter.
17λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
λέγειSaysοὖνthereforeτῷtheΠέτρῳto Peterἡtheπαιδίσκηservant girlἡtheθυρωρός·doorkeeper:μὴSurelyκαὶalsoσὺyou yourselfἐκofτῶνtheμαθητῶνdisciplesεἶareτοῦof theἀνθρώπουmanτούτου;this?λέγειSaysἐκεῖνος·he;οὐκNotεἰμί.I am.
18εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
εἱστήκεισανHad been standingδὲnowοἱtheδοῦλοιservantsκαὶandοἱtheὑπηρέταιofficersἀνθρακιὰνa fire of coalsπεποιηκότες,having made,ὅτιforψῦχοςcoldἦν,it wasκαὶandἐθερμαίνοντο·they were warming themselves;ἦνWasδὲnowκαὶalsoὁtheΠέτροςPeterμετ᾽withαὐτῶνthemἑστὼςhaving stoodκαὶandθερμαινόμενος.warming himself.
19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
ὉtheοὖνThenἀρχιερεὺςthe high priestἠρώτησενquestionedτὸνtheἸησοῦνJesusπερὶconcerningτῶνtheμαθητῶνdisciplesαὐτοῦof Himκαὶandπερὶconcerningτῆςtheδιδαχῆςteachingαὐτοῦ.of Him.
20ἀπεκρίθη αὐτῷ Ἰησοῦς· ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ. ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
ἀπεκρίθηAnsweredαὐτῷto himἸησοῦς·Jesus;ἐγὼI myselfπαρρησίᾳopenlyλελάληκαhave spokenτῷto theκόσμῳ.world.ἐγὼI myselfπάντοτεalwaysἐδίδαξαtaughtἐνinσυναγωγῇsynagogueκαὶandἐνinτῷtheἱερῷtempleὅπουwhereπάντεςallοἱtheἸουδαῖοιJewsσυνέρχονται,come together,καὶandἐνinκρυπτῷsecretἐλάλησαI spokeοὐδέν.not anything.
21τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
τίWhyμεMeἐρωτᾷς;do you ask?ἐρώτησονdo askτοὺςthoseἀκηκοόταςhaving heardτίwhatἐλάλησαI spokeαὐτοῖς.to them.ἴδεbeholdοὗτοιtheyοἴδασινknowἃwhatεἶπονsaidἐγώ.I myself.
22ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
ταῦταThese thingsδὲnowαὐτοῦof Himεἰπόντοςhaving saidεἷςoneπαρεστηκὼςalready standing byτῶνof theὑπηρετῶνofficersἔδωκενgaveῥάπισμαa blow with the palmτῷtheἸησοῦto Jesusεἰπών·having said;οὕτωςThusἀποκρίνῃanswer Youτῷto theἀρχιερεῖ;high priest?
23ἀπεκρίθη αὐτῷ Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
ἀπεκρίθηAnsweredαὐτῷto himἸησοῦς·Jesus;εἰIfκακῶςevilἐλάλησα,I spoke,μαρτύρησονdo bear witnessπερὶconcerningτοῦtheκακοῦ·evil;εἰifδὲhoweverκαλῶς,rightly,τίwhyμεMeδέρεις;strike you?
24Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
ἈπέστειλενSentοὖνthenαὐτὸνHimὁtheἍνναςAnnasδεδεμένονboundπρὸςtoΚαϊάφανCaiaphasτὸνtheἀρχιερέα.high priest.
25ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί.
ἦνWasδὲnowΣίμωνSimonΠέτροςPeterἑστὼςalready standingκαὶandθερμαινόμενος.warming himself.εἶπονThey saidοὖνthereforeαὐτῷ·to him;μὴSurelyκαὶalsoσὺyou yourselfἐκofτῶνtheμαθητῶνdisciplesαὐτοῦof Himεἶ;are?ἠρνήσατοDeniedἐκεῖνοςheκαὶandεἶπεν·said;οὐκNotεἰμί.I am.
26λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
λέγειSaysεἷςoneἐκofτῶνtheδούλωνservantsτοῦof theἀρχιερέωςhigh priestσυγγενὴςkinsmanὢνbeing of himοὗof whomἀπέκοψενcut offΠέτροςPeterτὸtheὠτίον·ear;οὐκSurelyἐγώI myselfσεyouεἶδονsawἐνinτῷtheκήπῳgardenμετ᾽withαὐτοῦ;Him?
27πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
πάλινAgainοὖνthenἠρνήσατοdeniedΠέτρος,Peter,καὶandεὐθέωςimmediatelyἀλέκτωρa roosterἐφώνησεν.crowed.
28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.
ἌγουσινThey are leadingοὖνthenτὸνtheἸησοῦνJesusἀπὸfromτοῦtheΚαϊάφαCaiaphasεἰςintoτὸtheπραιτώριον·Praetorium;ἦνIt wasδὲnowπρωΐ.early.καὶandαὐτοὶthey themselvesοὐκnotεἰσῆλθονenteredεἰςintoτὸtheπραιτώριον,Praetoriumἵναso thatμὴnotμιανθῶσινthey may be defiledἀλλὰbutφάγωσινmay eatτὸtheπάσχα.Passover.
29ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν· τίνα κατηγορίαν φέρετε τοῦ ἀνθρώπου τούτου;
ἐξῆλθενWentοὖνthereforeὁtheΠιλᾶτοςPilateἔξωoutπρὸςtoαὐτοὺςthemκαὶandφησίν·said;τίναWhatκατηγορίανaccusationφέρετεbring youτοῦtheἀνθρώπουmanτούτου;this?
30ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
ἀπεκρίθησανThey answeredκαὶandεἶπανthey saidαὐτῷ·to him;εἰonlyμὴexceptἦνwereοὗτοςHeκακὸνevilποιῶν,doing,οὐκthen notἄνwouldσοιto youπαρεδώκαμενwe have deliveredαὐτόν.Him.
31εἶπεν οὖν αὐτοῖς Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
εἶπενSaidοὖνthereforeαὐτοῖςto themΠιλᾶτος·Pilate;λάβετεdo takeαὐτὸνHimὑμεῖςyourselvesκαὶandκατὰaccording toτὸνtheνόμονlawὑμῶνof youκρίνατεdo judgeαὐτόν.Him.εἶπονSaidαὐτῷto himοἱtheἸουδαῖοι·Jews;ἡμῖνTo usοὐκnotἔξεστινit is permittedἀποκτεῖναιto put to deathοὐδένα·no one;
32ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
ἵναthatὁtheλόγοςwordτοῦtheἸησοῦof Jesusπληρωθῇmay be fulfilledὃνwhichεἶπενHe had spokenσημαίνωνsignifyingποίῳas whatθανάτῳdeathἤμελλενHe was aboutἀποθνῄσκειν.to die.
33Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
ΕἰσῆλθενEnteredοὖνthereforeπάλινagainεἰςintoτὸtheπραιτώριονPraetoriumὁtheΠιλᾶτοςPilateκαὶandἐφώνησενhe calledτὸνtheἸησοῦνJesusκαὶandεἶπενsaidαὐτῷ·to Him;σὺYou yourselfεἶareὁtheβασιλεὺςKingτῶνof theἸουδαίων;Jews?
34ἀπεκρίθη Ἰησοῦς· ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
ἀπεκρίθηAnsweredἸησοῦς·Jesus;ἀπὸOfσεαυτοῦyourselfσὺyou yourselfτοῦτοthisλέγειςsayἢorἄλλοιothersεἶπόνdid say itσοιto youπερὶconcerningἐμοῦ;Me?
35ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
ἀπεκρίθηAnsweredὁtheΠιλᾶτος·Pilate;μήτιsurely not everἐγὼI myselfἸουδαῖόςa Jewεἰμι;am?τὸTheἔθνοςnationτὸtheσὸνof Youκαὶandοἱtheἀρχιερεῖςchief priestsπαρέδωκάνdeliveredσεYouἐμοί·to me myself;τίWhatἐποίησας;did You do?
36Ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
ἈπεκρίθηAnsweredἸησοῦς·Jesus;ἡTheβασιλείαkingdomἡtheἐμὴof Mineοὐκnotἔστινisἐκofτοῦtheκόσμουworldτούτου·this;εἰifἐκofτοῦtheκόσμουworldτούτουthisἦνwereἡtheβασιλείαkingdomἡtheἐμή,of Mine,οἱtheὑπηρέταιattendantsοἱtheἐμοὶof Mineἠγωνίζοντοthey were fightingἂνthen wouldἵναthatμὴnotπαραδοθῶI may be betrayedτοῖςto theἸουδαίοις·Jews;νῦνNowδὲhoweverἡtheβασιλείαkingdomἡtheἐμὴof Mineοὐκnotἔστινisἐντεῦθεν.from here.
37Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
ΕἶπενSaidοὖνthereforeαὐτῷto HimὁtheΠιλᾶτος·Pilate;οὐκοῦνThenβασιλεὺςa kingεἶareσύ;You yourself?ἀπεκρίθηAnsweredὁtheἸησοῦς·Jesus;σὺYou yourselfλέγειςsayὅτιthatβασιλεύςa kingεἰμιamἐγὼI myselfεἰςforτοῦτοthisγεγέννημαιhave been bornκαὶandεἰςforτοῦτοthisἐλήλυθαI have comeεἰςintoτὸνtheκόσμονworldἵναthatμαρτυρήσωI may bear witnessτῇto theἀληθείᾳ.truth.πᾶςEveryoneὁwhoὢνis beingἐκofτῆςtheἀληθείαςtruthἀκούειhearsμουMyτῆςtheφωνῆς.voice.
38Λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
ΛέγειSaysαὐτῷto HimὁtheΠιλᾶτος·Pilate;τίWhatἐστινisἀλήθεια;truth?καὶAndτοῦτοthisεἰπὼνhaving saidπάλινagainἐξῆλθενhe went outπρὸςtoτοὺςtheἸουδαίουςJewsκαὶandλέγειsaysαὐτοῖς·to them;ἐγὼI myselfοὐδεμίανno thingεὑρίσκωfindἐνinαὐτῷHimαἰτίαν.guilt.
39ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
ἔστινIt isδὲhoweverσυνήθειαa customὑμῖνwith youἵναthatἕναoneἀπολύσωI may releaseὑμῖνto youἐνatτῷtheπάσχα·Passover;βούλεσθεwish youοὖνthereforeἀπολύσωI may releaseὑμῖνto youτὸνtheβασιλέαKingτῶνof theἸουδαίων;Jews?
40ἐκραύγασαν οὖν πάλιν λέγοντες· μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
ἐκραύγασανThey cried outοὖνthenπάλινagainλέγοντες·saying;μὴNotτοῦτονthis oneἀλλὰbutτὸνtheΒαραββᾶν·Barabbas!ἦνWasδὲnowὁtheΒαραββᾶςBarabbasλῃστής.an insurrectionist.