The Westcott and Hort text with a word by word English gloss under every Greek word. 498 words in 26 verses.
Open John 17 in the interlinear reader1Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ.
ΤαῦταThese thingsἐλάλησενspokeἸησοῦς,Jesus,καὶandἐπάραςhaving lifted upτοὺςtheὀφθαλμοὺςeyesαὐτοῦof Himεἰςtoτὸνtheοὐρανὸνheavenεἶπεν·He said;πάτερ,Father,ἐλήλυθενhas comeἡtheὥρα·hour;δόξασόνdo glorifyσουYourτὸνtheυἱόν,Son,ἵναthatὁtheυἱὸςSonδοξάσῃmay glorifyσέ.You.
2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον.
καθὼςEven asἔδωκαςYou gaveαὐτῷto Himἐξουσίανauthorityπάσηςover allσαρκός,flesh,ἵναso thatπᾶνallὃwhomδέδωκαςYou have givenαὐτῷ,to Him,δώσειwill giveαὐτοῖςto themζωὴνlifeαἰώνιον.eternal.
3αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
αὕτηThisδέnowἐστινisἡtheαἰώνιοςeternalζωὴlifeἵναthatγινώσκωσινthey may knowσὲYouτὸνtheμόνονonlyἀληθινὸνtrueθεὸνGodκαὶandὃνwhomἀπέστειλαςYou have sentἸησοῦνJesusΧριστόν.Christ.
4ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω.
ἐγώI myselfσεYouἐδόξασαglorifiedἐπὶonτῆςtheγῆςearthτὸtheἔργονworkτελειώσαςhaving completedὃthatδέδωκάςYou have givenμοιMeἵναthatποιήσω.I may do.
5καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
καὶAndνῦνnowδόξασόνdo glorifyμεMeσύ,You yourself,πάτερ,Father,παρὰwithσεαυτῷYourselfτῇwith theδόξῃgloryᾗthatεἶχονI hadπρὸbeforeτοῦtheτὸνtheκόσμονworldεἶναιexistingπαρὰwithσοί.You.
6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τὸν λόγον σου τετήρηκαν.
ἘφανέρωσάI revealedσουYourτὸtheὄνομαnameτοῖςto theἀνθρώποιςmenοὓςwhomἔδωκάςyou gaveμοιMeἐκout ofτοῦtheκόσμου·world;σοὶYoursἦσανthey wereκἀμοὶand to MeαὐτοὺςthemἔδωκαςYou gaveκαὶandτὸνtheλόγονwordσουof Youτετήρηκαν.they have kept.
7νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ἔδωκάς μοι παρὰ σοῦ εἰσιν·
νῦνNowἔγνωκανthey have knownὅτιthatπάνταall thingsὅσαas much asἔδωκάςYou gaveμοιMeπαρὰofσοῦYouεἰσιν·are;
8ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
ὅτιforτὰtheῥήματαdeclarationsἃthatἔδωκάςYou gaveμοιMeδέδωκαI have givenαὐτοῖς·to them;καὶandαὐτοὶthey themselvesἔλαβονreceived themκαὶandἔγνωσανthey knewἀληθῶςtrulyὅτιthatπαρὰfromσοῦYouἐξῆλθον,I came forth,καὶandἐπίστευσανthey believedὅτιthatσύYou yourselfμεMeἀπέστειλας.sent.
9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν·
ἘγὼI myselfπερὶconcerningαὐτῶνthemἐρωτῶ·am praying;οὐNotπερὶconcerningτοῦtheκόσμουworldἐρωτῶdo I prayἀλλὰbutπερὶconcerningὧνthose whomδέδωκάςYou have givenμοι,Me,ὅτιforσοίYoursεἰσιν·they are;
10καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.
καὶAndτὰthe thingsἐμὰof mineπάνταallσάYoursἐστινareκαὶandτὰtheσὰYoursἐμά·Mine;καὶandδεδόξασμαιI have been glorifiedἐνinαὐτοῖς.them.
11καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.
καὶAndοὐκέτιno longerεἰμὶI amἐνinτῷtheκόσμῳ,world,καὶand yetαὐτοὶthemselvesἐνinτῷtheκόσμῳworldεἰσίν,they are,κἀγὼand I myselfπρὸςtoσὲYouἔρχομαι.am coming.ΠάτερFatherἅγιε,Holy,τήρησονdo keepαὐτοὺςthemἐνinτῷtheὀνόματίnameσουof Youᾧwhich nameδέδωκάςYou have givenμοιto Meἵναthatὦσινthey may beἓνoneκαθὼςeven asἡμεῖς.we ourselves are.
12ὅτε ἤμην μετ᾽ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
ὅτεWhenἤμηνI wasμετ᾽withαὐτῶνthemἐγὼI myselfἐτήρουνwas keepingαὐτοὺςthemἐνinτῷtheὀνόματίnameσουof Youᾧwhich nameδέδωκάςYou have givenμοιto MeκαὶAndἐφύλαξα,I guarded them,καὶandοὐδεὶςnoneἐξofαὐτῶνthemἀπώλετοhas perishedεἰonlyμὴexceptὁtheυἱὸςsonτῆςtheἀπωλείας,of destruction,ἵναthatἡtheγραφὴScriptureπληρωθῇ.may be fulfilled.
13νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.
νῦνNowδὲhoweverπρὸςtoσὲYouἔρχομαιI am comingκαὶandταῦταthese thingsλαλῶI speakἐνinτῷtheκόσμῳ,world,ἵναso thatἔχωσινthey may haveτὴνtheχαρὰνjoyτὴνtheἐμὴνof Mineπεπληρωμένηνfulfilledἐνwithinἑαυτοῖς.themselves.
14ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
ἐγὼI myselfδέδωκαhave givenαὐτοῖςto themτὸνtheλόγονwordσου,of You,καὶandὁtheκόσμοςworldἐμίσησενhatedαὐτούς,them,ὅτιbecauseοὐκnotεἰσὶνthey areἐκofτοῦtheκόσμουworldκαθὼςeven asἐγὼI myselfοὐκnotεἰμὶamἐκofτοῦtheκόσμου.world.
15οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
οὐκNotἐρωτῶI do askἵναthatἄρῃςYou may takeαὐτοὺςthemἐκout ofτοῦtheκόσμουworldἀλλ᾽butἵναthatτηρήσῃςYou may keepαὐτοὺςthemἐκfromτοῦtheπονηροῦ.evil.
16ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
ἐκOfτοῦtheκόσμουworldοὐκnotεἰσὶνthey areκαθὼςeven asἐγὼI myselfοὐκnotεἰμὶamἐκofτοῦtheκόσμου.world.
17ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
ἁγίασονdo sanctifyαὐτοὺςthemἐνbyτῇtheἀληθείᾳtruthὁtheλόγοςwordὁtheσὸςof Youἀλήθειάtruthἐστιν.is.
18καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.
καθὼςEven asἐμὲMe myselfἀπέστειλαςYou sentεἰςintoτὸνtheκόσμον,world,κἀγὼI myself alsoἀπέστειλαsentαὐτοὺςthemεἰςintoτὸνtheκόσμον.world.
19καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
καὶandὑπὲρforαὐτῶνthemἐγὼI myselfἁγιάζωsanctifyἐμαυτόν,Myself,ἵναthatὦσινmay beκαὶalsoαὐτοὶthey themselvesἡγιασμένοιsanctifiedἐνinἀληθείᾳ.truth.
20οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·
οὐNotπερὶforτούτωνtheseδὲhoweverἐρωτῶdo I askμόνονonlyἀλλὰbutκαὶalsoπερὶforτῶνthoseπιστευόντωνare believingδιὰthroughτοῦtheλόγουwordαὐτῶνof themεἰςinἐμέ·Me myself;
21ἵνα πάντες ἓν ὦσιν καθὼς σύ, πατήρ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν· ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
ἵναthatπάντεςallἓνoneὦσινmay beκαθὼςeven asσύ,You yourself,πατήρ,Fatherἐνare inἐμοὶMe myselfκἀγὼand I myselfἐνinσοί,You,ἵναthatκαὶalsoαὐτοὶthey themselvesἐνinἡμῖνUsὦσιν·may be;ἵναthatὁtheκόσμοςworldπιστεύῃmay believeὅτιthatσύYou yourselfμεMeἀπέστειλας.sent.
22κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν
κἀγὼAnd I myselfτὴνtheδόξανgloryἣνwhichδέδωκάςYou have givenμοιMeδέδωκαI have givenαὐτοῖς,to them,ἵναso thatὦσινthey may beἓνoneκαθὼςeven asἡμεῖςWe ourselvesἕνone —
23ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
ἐγὼI myselfἐνinαὐτοῖςthemκαὶandσὺYouἐνinἐμοί,Me myself —ἵναthatὦσινthey may beτετελειωμένοιperfectedεἰςinἕν,unity,ἵναso thatγινώσκῃmay knowὁtheκόσμοςworldὅτιthatσύYou yourselfμεMeἀπέστειλαςsentκαὶandἠγάπησαςYou lovedαὐτοὺςthemκαθὼςeven asἐμὲMe myselfἠγάπησας.You loved.
24Πατήρ, ὃ δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
Πατήρ,Fatherὃthat oneδέδωκάςYou have givenμοιMeθέλωI desireἵναthatὅπουwhereεἰμὶamἐγὼI myselfκἀκεῖνοιthey alsoὦσινmay beμετ᾽withἐμοῦ,Me,ἵναthatθεωρῶσινthey may beholdτὴνtheδόξανgloryτὴνtheἐμὴνof MineἣνthatδέδωκάςYou have givenμοι,MeὅτιbecauseἠγάπησάςYou lovedμεMeπρὸbeforeκαταβολῆςthe foundationκόσμου.of the world.
25Πατὴρ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
ΠατὴρFatherδίκαιε,righteous,καὶalthoughὁtheκόσμοςworldσεYouοὐκnotἔγνω,has known,ἐγὼI myselfδέnowσεYouἔγνων,have known,καὶandοὗτοιtheseἔγνωσανhave knownὅτιthatσύYou yourselfμεMeἀπέστειλας·sent;
26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.
καὶAndἐγνώρισαI made knownαὐτοῖςto themτὸtheὄνομάnameσουof Youκαὶandγνωρίσω,will make it known,ἵναso thatἡtheἀγάπηloveἣνwith whichἠγάπησάςYou lovedμεMeἐνinαὐτοῖςthemᾖmay beκἀγὼand I myselfἐνinαὐτοῖς.them.