The Westcott and Hort text with a word by word English gloss under every Greek word. 580 words in 33 verses.
Open John 16 in the interlinear reader1Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.
ΤαῦταThese thingsλελάληκαI have spokenὑμῖν,to youἵναthatμὴnotσκανδαλισθῆτε.you may fall away.
2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
ἀποσυναγώγουςOut of the synagoguesποιήσουσινthey will putὑμᾶς·you;ἀλλ᾽butἔρχεταιis comingὥραan hourἵναthatπᾶςeveryoneὁwhoἀποκτείναςhaving killedὑμᾶςyouδόξῃmay thinkλατρείανit is a serviceπροσφέρεινto offerτῷtheθεῷ.to God.
3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
καὶAndταῦταthese thingsποιήσουσινthey will doὅτιbecauseοὐκnotἔγνωσανthey knowτὸνtheπατέραFatherοὐδὲnorἐμέ.Me myself.
4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην.
ἀλλὰButταῦταthese thingsλελάληκαI have saidὑμῖν,to you,ἵναso thatὅτανwhenἔλθῃmay have comeἡtheὥραhourαὐτῶν,of them,μνημονεύητεyou may rememberαὐτῶνthose thingsὅτιthatἐγὼI myselfεἶπονsaidὑμῖν.to you.ταῦταThese thingsδὲnowὑμῖνto youἐξfromἀρχῆςthe beginningοὐκnotεἶπον,I said,ὅτιbecauseμεθ᾽withὑμῶνyouἤμην.I was.
5νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· ποῦ ὑπάγεις;
νῦνNowδὲhoweverὑπάγωI goπρὸςtoτὸνthe Oneπέμψαντάhaving sentμε,Me,καὶandοὐδεὶςnoneἐξofὑμῶνyouἐρωτᾷasksμε·Me;ποῦWhereὑπάγεις;are You going?
6ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
ἀλλ᾽Butὅτιbecauseταῦταthese thingsλελάληκαI have saidὑμῖν,to you,ἡtheλύπηsorrowπεπλήρωκενhas filledὑμῶνyourτὴνtheκαρδίαν.heart.
7ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
ἀλλ᾽ButἐγὼI myselfτὴνtheἀλήθειανtruthλέγωsayὑμῖν·to you;συμφέρειit is profitableὑμῖνfor youἵναthatἐγὼI myselfἀπέλθω·may go away;ἐὰνonlyγὰρforμὴunlessἀπέλθω,I shall go away,ὁtheπαράκλητοςHelperοὐthen notμὴthen notἔλθῃshall comeπρὸςtoὑμᾶς·you;ἐὰνifδὲhoweverπορευθῶ,I shall go,πέμψωI will sendαὐτὸνHimπρὸςtoὑμᾶς.you.
8καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως.
καὶAndἐλθὼνhaving comeἐκεῖνοςHeἐλέγξειwill convictτὸνtheκόσμονworldπερὶconcerningἁμαρτίαςsinκαὶandπερὶconcerningδικαιοσύνηςrighteousnessκαὶandπερὶconcerningκρίσεως.judgment.
9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
περὶconcerningἁμαρτίαςsinμέν,indeed,ὅτιbecauseοὐnotπιστεύουσινdo they believeεἰςinἐμέ·Me myself;
10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με·
περὶconcerningδικαιοσύνηςrighteousnessδέ,however,ὅτιbecauseπρὸςtoτὸνtheπατέραFatherὑπάγω,I go away,καὶandοὐκέτιno longerθεωρεῖτέyou beholdμε·Me;
11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
περὶconcerningδὲnowκρίσεως,judgment,ὅτιbecauseὁtheἄρχωνrulerτοῦof theκόσμουworldτούτουthisκέκριται.has been judged.
12Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι.
ἜτιYetπολλὰmany thingsἔχωI haveὑμῖνto youλέγειν,to sayἀλλ᾽butοὐnotδύνασθεyou are ableβαστάζεινto bear themἄρτι.now.
13ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν. οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
ὅτανWhenδὲhoweverἔλθῃmay comeἐκεῖνος,He,τὸtheπνεῦμαSpiritτῆςtheἀληθείας,of truth,ὁδηγήσειHe will guideὑμᾶςyouεἰςintoτὴνtheἀλήθειανtruthπᾶσαν.allοὐnotγὰρforλαλήσειHe will speakἀφ᾽fromἑαυτοῦ,Himself,ἀλλ᾽butὅσαas much asἀκούειHe hearsλαλήσειHe will speakκαὶandτὰthe thingsἐρχόμεναcomingἀναγγελεῖHe will declareὑμῖν.to you.
14ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.
ἐκεῖνοςHeἐμὲMe myselfδοξάσει,will glorify,ὅτιforἐκfromτοῦthat which isἐμοῦMineλήμψεταιHe will takeκαὶandἀναγγελεῖwill discloseὑμῖν.to you.
15Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
ΠάνταAll thingsὅσαas much asἔχειhasὁtheπατὴρFatherἐμάMineἐστιν·are;διὰbecause ofτοῦτοthisεἶπονI saidὅτιthatἐκfromτοῦthat which isἐμοῦMineλαμβάνειHe receivesκαὶandἀναγγελεῖwill discloseὑμῖν.to you.
16μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
μικρὸνA little whileκαὶandοὐκέτιno longerθεωρεῖτέyou do beholdμε,Me,καὶandπάλινagainμικρὸνa little whileκαὶandὄψεσθέyou will beholdμεMe
17εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καὶ ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
εἶπανSaidοὖνthereforeἐκsome ofτῶνtheμαθητῶνdisciplesαὐτοῦof himπρὸςtoἀλλήλους·one another;τίWhatἐστινisτοῦτοthisὃthatλέγειHe saysἡμῖν·to us;μικρὸνA little whileκαὶandοὐnotθεωρεῖτέyou do beholdμε,Me,καὶandπάλινagainμικρὸνa little whileκαὶandὄψεσθέyou will beholdμε;Me’?καὶandὅτιBecauseὑπάγωI am goingπρὸςtoτὸνtheπατέρα;Father’?
18ἔλεγον οὖν· τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
ἔλεγονThey were sayingοὖν·therefore;τίwhatἐστινisτοῦτοThisὃthatλέγειHe saysμικρόν;a little while’?οὐκNotοἴδαμενwe do knowτίwhatλαλεῖ.He is saying.
19Ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων ὅτι εἶπον· μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
ἜγνωKnewἸησοῦςJesusὅτιthatἤθελονthey were desiringαὐτὸνHimἐρωτᾶν,to ask,καὶandεἶπενHe saidαὐτοῖς·to them;περὶConcerningτούτουthisζητεῖτεdo you inquireμετ᾽amongἀλλήλωνone anotherὅτιthatεἶπον·I said;μικρὸνA little whileκαὶandοὐnotθεωρεῖτέyou do beholdμε,Me,καὶandπάλινagainμικρὸνa little whileκαὶandὄψεσθέyou will beholdμε;Me’?
20Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
ἈμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatκλαύσετεyou will weepκαὶandθρηνήσετεwill lamentὑμεῖς,you yourselves,ὁtheδὲbutκόσμοςthe worldχαρήσεται·will rejoice;ὑμεῖςYou yourselvesλυπηθήσεσθε,will be grieved,ἀλλ᾽butἡtheλύπηgriefὑμῶνof youεἰςtoχαρὰνjoyγενήσεται.will turn.
21ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαράν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
ἡTheγυνὴwomanὅτανwhenτίκτῃshe may be giving birthλύπηνpainἔχει,has,ὅτιbecauseἦλθενhas comeἡtheὥραhourαὐτῆς·of her;ὅτανwhenδὲhoweverγεννήσῃshe may bring forthτὸtheπαιδίον,child,οὐκέτιno longerμνημονεύειshe remembersτῆςtheθλίψεωςtribulationδιὰon account ofτὴνtheχαράν,joyὅτιthatἐγεννήθηhas been bornἄνθρωποςa manεἰςintoτὸνtheκόσμον.world.
22Καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε, πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ἀρεῖ ἀφ᾽ ὑμῶν,
ΚαὶAlsoὑμεῖςyou yourselvesοὖνthereforeνῦνnowμὲνindeedλύπηνgriefἔχετε,have,πάλινagainδὲhoweverὄψομαιI will seeὑμᾶςyouκαὶandχαρήσεταιwill rejoiceὑμῶνyourἡtheκαρδία,heart,καὶandτὴνtheχαρὰνjoyὑμῶνof youοὐδεὶςno oneἀρεῖwill takeἀφ᾽fromὑμῶν,you,
23καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν.
καὶAndἐνinἐκείνῃthat veryτῇtheἡμέρᾳdayἐμὲof Me myselfοὐκnotἐρωτήσετεyou will askοὐδέν.no thing.ἈμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;ἄνmaybeτιwhateverαἰτήσητεyou may askτὸνtheπατέραFatherἐνinτῷtheὀνόματίnameμουof MeδώσειHe will giveὑμῖν.to you.
24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
ἕωςUntilἄρτιnowοὐκnotᾐτήσατεyou have askedοὐδὲνno thingἐνinτῷtheὀνόματίnameμου·of Me;αἰτεῖτεdo askκαὶandλήμψεσθε,you will receive,ἵναthatἡtheχαρὰjoyὑμῶνof youᾖmay beπεπληρωμένη.filled.
25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν.
ΤαῦταThese thingsἐνinπαροιμίαιςallegoriesλελάληκαI have spokenὑμῖν·to you;ἔρχεταιis comingὥραan hourὅτεwhenοὐκέτιno longerἐνinπαροιμίαιςallegoriesλαλήσωI will speakὑμῖνto youἀλλὰbutπαρρησίᾳplainlyπερὶconcerningτοῦtheπατρὸςFatherἀπαγγελῶI will announceὑμῖν.to you.
26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
ἐνInἐκείνῃthat veryτῇtheἡμέρᾳdayἐνinτῷtheὀνόματίnameμουof Meαἰτήσεσθε·you will ask;καὶandοὐnotλέγωI sayὑμῖνto youὅτιthatἐγὼI myselfἐρωτήσωwill imploreτὸνtheπατέραFatherπερὶforὑμῶν·you;
27αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον.
αὐτὸςHimselfγὰρforὁtheπατὴρFatherφιλεῖlovesὑμᾶς,you,ὅτιbecauseὑμεῖςyou yourselvesἐμὲMe myselfπεφιλήκατεhave lovedκαὶandπεπιστεύκατεhave believedὅτιthatἐγὼI myselfπαρὰfromτοῦtheπατρὸςFatherἐξῆλθον.came forth.
28ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
ἐξῆλθονI came forthἐκout fromτοῦtheπατρὸςFatherκαὶandἐλήλυθαhave comeεἰςintoτὸνtheκόσμον·world;πάλινagainἀφίημιI leaveτὸνtheκόσμονworldκαὶandπορεύομαιgoπρὸςtoτὸνtheπατέρα.Father.
29Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις.
ΛέγουσινSayοἱtheμαθηταὶdisciplesαὐτοῦ·of Him;ἴδεBeholdνῦνnowἐνinπαρρησίᾳopennessλαλεῖςYou speakκαὶandπαροιμίανallegoryοὐδεμίανno thingλέγεις.speak.
30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
νῦνNowοἴδαμενwe knowὅτιthatοἶδαςYou knowπάνταall thingsκαὶandοὐnotχρείανneedἔχειςhaveἵναthatτίςanyoneσεYouἐρωτᾷ.may ask.ἐνInτούτῳthisπιστεύομενwe believeὅτιthatἀπὸfromθεοῦGodἐξῆλθες.You came forth.
31ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· ἄρτι πιστεύετε;
ἀπεκρίθηAnsweredαὐτοῖςto themἸησοῦς·Jesus;ἄρτιNowπιστεύετε;do you believe?
32ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστιν.
ἰδοὺBeholdἔρχεταιis comingὥραan hourκαὶandἐλήλυθενhas comeἵναwhenσκορπισθῆτεyou may be scatteredἕκαστοςeachεἰςtoτὰtheἴδιαhis ownκἀμὲand Iμόνονaloneἀφῆτε·you may leave;καὶyetοὐκnotεἰμὶI amμόνος,alone,ὅτιforὁtheπατὴρFatherμετ᾽withἐμοῦMeἐστιν.is.
33ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
ταῦταThese thingsλελάληκαI have spokenὑμῖν,to youἵναso thatἐνinἐμοὶMe myselfεἰρήνηνpeaceἔχητε.you may have.ἐνInτῷtheκόσμῳworldθλῖψινtribulationἔχετε·you have;ἀλλὰButθαρσεῖτε,take courage!ἐγὼI myselfνενίκηκαhave overcomeτὸνtheκόσμον.world.