The Westcott and Hort text with a word by word English gloss under every Greek word. 655 words in 38 verses.
Open John 13 in the interlinear reader1Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
ΠρὸBeforeδὲnowτῆςtheἑορτῆςfeastτοῦof theπάσχαPassoverεἰδὼςknowingὁtheἸησοῦςJesusὅτιthatἦλθενcameαὐτοῦto himἡtheὥραhourἵναthatμεταβῇHe may departἐκout ofτοῦtheκόσμουworldτούτουthisπρὸςtoτὸνtheπατέρα,Father,ἀγαπήσαςhaving lovedτοὺςtheἰδίουςhis ownτοὺςwho wereἐνinτῷtheκόσμῳworldεἰςtoτέλοςthe endἠγάπησενHe lovedαὐτούς.them.
2καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης,
καὶAndδείπνουsupperγινομένου,taking place,τοῦtheδιαβόλουdevilἤδηalreadyβεβληκότοςhaving putεἰςintoτὴνtheκαρδίανheartἵναthatπαραδοῖhe may betrayαὐτὸνHimἸούδαςJudasΣίμωνοςson of SimonἸσκαριώτης,Iscariot
3εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,
εἰδὼςknowingὅτιthatπάνταall thingsἔδωκενhas givenαὐτῷto HimὁtheπατὴρFatherεἰςintoτὰςtheχεῖρας,hands,καὶandὅτιthatἀπὸfromθεοῦGodἐξῆλθενHe came forthκαὶandπρὸςtoτὸνtheθεὸνGodὑπάγει,He is going,
4ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
ἐγείρεταιHe risesἐκfromτοῦtheδείπνουsupperκαὶandτίθησινlays asideτὰtheἱμάτια,garments,καὶAndλαβὼνhaving takenλέντιονa towelδιέζωσενHe girdedἑαυτόν.Himself.
5εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
εἶταAfter thatβάλλειHe poursὕδωρwaterεἰςintoτὸνtheνιπτῆραbasinκαὶandἤρξατοHe beganνίπτεινto washτοὺςtheπόδαςfeetτῶνof theμαθητῶνdisciplesκαὶandἐκμάσσεινto wipe themτῷwith theλεντίῳtowelᾧwith whichἦνHe wasδιεζωσμένος.having girded himself.
6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ κύριε, σύ μου νίπτεις τοὺς πόδας;
ἜρχεταιHe comesοὖνthenπρὸςtoΣίμωναSimonΠέτρον·Peter;λέγειwho saysαὐτῷto Himκύριε,Lord,σύYou yourselfμουmyνίπτειςdo washτοὺςtheπόδας;feet?
7ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
ἀπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπενsaidαὐτῷ·to him;ὃWhatἐγὼI myselfποιῶ,doσὺyou yourselfοὐκnotοἶδαςknowἄρτι,presently,γνώσῃyou will knowδὲhoweverμετὰafterταῦτα.these things.
8λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἀπεκρίθη Ἰησοῦς αὐτῷ· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.
λέγειSaysαὐτῷto HimΠέτρος·Peter;οὐcertainlyμὴnotνίψῃςshall You washμουmyτοὺςtheπόδαςfeetεἰςtoτὸνtheαἰῶνα.age.ἈπεκρίθηAnsweredἸησοῦςJesusαὐτῷ·to him;ἐὰνonlyμὴunlessνίψωI shall washσε,you,οὐκnotἔχειςyou haveμέροςpartμετ᾽withἐμοῦ.Me.
9λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
λέγειSaysαὐτῷto HimΣίμωνSimonΠέτρος·Peter;κύριε,Lord,μὴnotτοὺςtheπόδαςfeetμουof meμόνονonlyἀλλὰbutκαὶalsoτὰςtheχεῖραςhandsκαὶandτὴνtheκεφαλήν.head.
10Λέγει αὐτῷ Ἰησοῦς· ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες.
ΛέγειSaysαὐτῷto himἸησοῦς·Jesus;ὁThe oneλελουμένοςhaving bathed himselfοὐκnotἔχειhasχρείανneedεἰonlyμὴexceptτοὺςtheπόδαςfeetνίψασθαι,to wash,ἀλλ᾽butἔστινisκαθαρὸςcleanὅλος·wholly;καὶandὑμεῖςyou yourselvesκαθαροίcleanἐστεareἀλλ᾽butοὐχὶnotπάντες.all.
11ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε.
ᾔδειHe knewγὰρforτὸνthe one whoπαραδιδόνταwas betrayingαὐτόν·Him;διὰon account ofτοῦτοthisεἶπενHe saidὅτιthatοὐχὶNotπάντεςallκαθαροίcleanἐστε.you are.
12Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;
ὍτεWhenοὖνthereforeἔνιψενHe had washedτοὺςtheπόδαςfeetαὐτῶνof themκαὶandἔλαβενtakenτὰtheἱμάτιαgarmentsαὐτοῦof Himκαὶandἀνέπεσενhe reclinedπάλιν,again,εἶπενHe saidαὐτοῖς·to them;γινώσκετεDo you knowτίwhatπεποίηκαI have doneὑμῖν;to you?
13ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
ὑμεῖςYou yourselvesφωνεῖτέcallμε·Me:ὁtheδιδάσκαλοςTeacherκαὶandὁtheκύριος,Lord,καὶandκαλῶςrightlyλέγετε·you say;εἰμὶI amγάρ.for.
14εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
εἰIfοὖνthereforeἐγὼI myselfἔνιψαwashedὑμῶνyourτοὺςtheπόδαςfeetὁtheκύριοςLordκαὶandὁtheδιδάσκαλος,Teacher,καὶalsoὑμεῖςyou yourselvesὀφείλετεoughtἀλλήλωνof one anotherνίπτεινto washτοὺςtheπόδας·feet;
15ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
ὑπόδειγμαA patternγὰρforἔδωκαI gaveὑμῖν,you,ἵναthatκαθὼςeven asἐγὼI myselfἐποίησαdidὑμῖνto youκαὶalsoὑμεῖςyou yourselvesποιῆτε.may do.
16ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;οὐκnotἔστινisδοῦλοςa servantμείζωνgreaterτοῦthan theκυρίουmasterαὐτοῦof himοὐδὲnor isἀπόστολοςa messengerμείζωνgreaterτοῦthan the one whoπέμψαντοςhaving sentαὐτόν.him.
17εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
εἰIfταῦταthese thingsοἴδατε,you know,μακάριοίblessedἐστεare youἐὰνifποιῆτεyou shall doαὐτά.them.
18οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
οὐNotπερὶaboutπάντωνallὑμῶνof youλέγω·I speak;ἐγὼI myselfοἶδαknowτίναςwhomἐξελεξάμην·I chose;ἀλλ᾽butἵναthatἡtheγραφὴScriptureπληρωθῇ·may be fulfilled:ὁThe oneτρώγωνeatingμουMeτὸνtheἄρτονbreadἐπῆρενlifted upἐπ᾽againstἐμὲMe myselfτὴνtheπτέρνανheelαὐτοῦ.of him.’
19Ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
Ἀπ᾽FromἄρτιnowλέγωI am tellingὑμῖνyouπρὸbeforeτοῦtheγενέσθαι,it comes to pass,ἵναso thatπιστεύητεyou may believeὅτανwhenγένηταιit may happenὅτιthatἐγώI myselfεἰμι.am He.
20ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;ὁthe oneλαμβάνωνreceivingἄνmaybeτιναanyπέμψω,I shall send,ἐμὲMe myselfλαμβάνει·receives;ὁthe oneδὲnowἐμὲMe myselfλαμβάνων,receiving,λαμβάνειreceivesτὸνthe Oneπέμψαντάhaving sentμε.Me.
21Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
ΤαῦταThese thingsεἰπὼνhaving saidἸησοῦςJesusἐταράχθηwas troubledτῷtheπνεύματιin spiritκαὶandἐμαρτύρησενHe testifiedκαὶandεἶπεν·said;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatεἷςoneἐξofὑμῶνyouπαραδώσειwill betrayμε.Me.
22ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
ἔβλεπονWere lookingεἰςuponἀλλήλουςone anotherοἱtheμαθηταί,disciples,ἀπορούμενοιbeing uncertainπερὶofτίνοςwhomλέγει.He is speaking.
23Ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς·
ἮνThere wasἀνακείμενοςrecliningεἷςoneἐκofτῶνtheμαθητῶνdisciplesαὐτοῦof HimἐνinτῷtheκόλπῳbosomτοῦtheἸησοῦof Jesusὃνwhomἠγάπαwas lovingὁtheἸησοῦς·Jesus;
24νεύει οὖν τούτῳ Σίμων Πέτρος καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει.
νεύειMotionsοὖνthereforeτούτῳto himΣίμωνSimonΠέτροςPeterκαὶandλέγειsaysαὐτῷto himΕἰπὲdo sayτίςwhoἐστινisπερὶaboutοὗwhomλέγει.He is speaking.
25ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· κύριε, τίς ἐστιν;
ἀναπεσὼνHaving leanedἐκεῖνοςheοὕτωςthusἐπὶonτὸtheστῆθοςbreastτοῦtheἸησοῦof Jesusλέγειhe saysαὐτῷ·to Him;κύριε,Lord,τίςwhoἐστιν;is it?
26ἀποκρίνεται οὖν ὁ Ἰησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
ἀποκρίνεταιAnswersοὖνthereforeὁtheἸησοῦς·Jesus;ἐκεῖνόςHeἐστινit isᾧto whomἐγὼI myselfβάψωwill dipτὸtheψωμίονmorselκαὶandδώσωwill giveαὐτῷ.to him.βάψαςhaving dippedοὖνthenτὸtheψωμίονmorselλαμβάνειHe takes itκαὶandδίδωσινgives itἸούδᾳto JudasΣίμωνοςson of SimonἸσκαριώτου.Iscariot.
27καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. Λέγει οὖν αὐτῷ Ἰησοῦς· ὃ ποιεῖς, ποίησον τάχιον.
καὶAndμετὰafterτὸtheψωμίον,morsel,τότεthenεἰσῆλθενenteredεἰςintoἐκεῖνονhimὁtheσατανᾶς.Satan.ΛέγειSaysοὖνthereforeαὐτῷto himἸησοῦς·Jesus;ὃWhatποιεῖς,you enact,ποίησονdo enactτάχιον.quicker.
28τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.
τοῦτοThisδὲnowοὐδεὶςno oneἔγνωknewτῶνof thoseἀνακειμένωνrecliningπρὸςtoτίwhatεἶπενHe spokeαὐτῷ.to him.
29τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς· ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
τινὲςSomeγὰρforἐδόκουν,were thinking,ἐπεὶsinceτὸtheγλωσσόκομονmoney bagεἶχενhadἸούδας,Judas,ὅτιforλέγειis sayingαὐτῷto himἸησοῦς·Jesus;ἀγόρασονdo buyὧνwhat thingsχρείανneed ofἔχομενwe haveεἰςforτὴνtheἑορτήν,feast,ἢorτοῖςto theπτωχοῖςpoorἵναthatτιsomethingδῷ.he may give.
30λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
λαβὼνHaving receivedοὖνthereforeτὸtheψωμίονmorselἐκεῖνοςheἐξῆλθενwent outεὐθύς·immediately;ἦνit wasδὲnowνύξ.night.
31Ὅτε οὖν ἐξῆλθεν, λέγει Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,
ὍτεWhenοὖνthereforeἐξῆλθεν,he had gone out,λέγειsaysἸησοῦς·Jesus;νῦνNowἐδοξάσθηhas been glorifiedὁtheυἱὸςSonτοῦtheἀνθρώπου,of Man,καὶandὁtheθεὸςGodἐδοξάσθηhas been glorifiedἐνinαὐτῷ,Him,
32καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ καὶ εὐθὺς δοξάσει αὐτόν.
καὶalsoὁtheθεὸςGodδοξάσειwill glorifyαὐτὸνHimἐνinἑαυτῷHimselfκαὶandεὐθὺςimmediatelyδοξάσειwill glorifyαὐτόν.Him.
33τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
τεκνία,Little children,ἔτιyetμικρὸνa little whileμεθ᾽withὑμῶνyouεἰμι.I am.ζητήσετέYou will seekμε,Me,καὶandκαθὼςeven asεἶπονI saidτοῖςto theἸουδαίοιςJewsὅτιthatὅπουWhereἐγὼI myselfὑπάγω,goὑμεῖςyou yourselvesοὐnotδύνασθεare ableἐλθεῖν,to come,καὶalsoὑμῖνto youλέγωI sayἄρτι.now.
34Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
ἘντολὴνA commandmentκαινὴνnewδίδωμιI giveὑμῖνto youἵναthatἀγαπᾶτεyou may loveἀλλήλους,one another,καθὼςeven asἠγάπησαI have lovedὑμᾶςyouἵναsoκαὶalsoὑμεῖςyou yourselvesἀγαπᾶτεmay loveἀλλήλους.one another.
35ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
ἐνByτούτῳthisγνώσονταιwill knowπάντεςallὅτιthatἐμοὶto Meμαθηταίdisciplesἐστε,you are,ἐὰνifἀγάπηνloveἔχητεyou shall haveἐνamongἀλλήλοις.one another.
36λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς· ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ἀκολουθήσεις δὲ ὕστερον
λέγειSaysαὐτῷto HimΣίμωνSimonΠέτρος·Peter;κύριε,Lord,ποῦwhereὑπάγεις;go You?ἀπεκρίθηAnsweredἸησοῦς·Jesus;ὅπουWhereὑπάγωI goοὐnotδύνασαίyou are ableμοιMeνῦνnowἀκολουθῆσαι·to follow;ἀκολουθήσειςyou will followδὲhoweverὕστερονafterward
37λέγει αὐτῷ ὁ Πέτρος· κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθεῖν ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
λέγειSaysαὐτῷto HimὁtheΠέτρος·Peter;κύριε,Lord,διὰbecause ofτίwhyοὐnotδύναμαίam I ableσοιYouἀκολουθεῖνto followἄρτι;presently?τὴνTheψυχήνlifeμουof mineὑπὲρforσοῦYouθήσω.I will lay down.
38ἀποκρίνεται Ἰησοῦς· τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι· οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.
ἀποκρίνεταιanswersἸησοῦς·Jesus;τὴνTheψυχήνlifeσουof youὑπὲρforἐμοῦMeθήσεις;will you lay down?ἀμὴνAmenἀμὴνAmenλέγωI sayσοι·to you;οὐcertainlyμὴnotἀλέκτωρthe roosterφωνήσῃmay crowἕωςuntilοὗthatἀρνήσῃyou will denyμεMeτρίς.three times.