The Westcott and Hort text with a word by word English gloss under every Greek word. 890 words in 50 verses.
Open John 12 in the interlinear reader1Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
ὉtheοὖνThereforeἸησοῦςJesusπρὸbeforeἓξsixἡμερῶνdaysτοῦtheπάσχαPassoverἦλθενcameεἰςtoΒηθανίαν,Bethany,ὅπουwhereἦνwasΛάζαροςLazarusὃνwhomἤγειρενraisedἐκout fromνεκρῶνthe deadἸησοῦς.Jesus.
2ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ.
ἐποίησανThey madeοὖνthereforeαὐτῷfor Himδεῖπνονa supperἐκεῖ,there,καὶandἡtheΜάρθαMarthaδιηκόνει·was serving;ὁtheδὲandΛάζαροςLazarusεἷςoneἦνwasἐκofτῶνthoseἀνακειμένωνrecliningσὺνwithαὐτῷ.Him.
3ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
ἡtheοὖνThereforeΜαριὰμMaryλαβοῦσαhaving takenλίτρανa litraμύρουof fragrant oilνάρδουof nardπιστικῆςpureπολυτίμουof great priceἤλειψενanointedτοὺςtheπόδαςfeetτοῦtheἸησοῦof Jesusκαὶandἐξέμαξενwipedταῖςwith theθριξὶνhairαὐτῆςof herτοὺςtheπόδαςfeetαὐτοῦ·of Him;ἡtheδὲnowοἰκίαhouseἐπληρώθηwas filledἐκwithτῆςtheὀσμῆςfragranceτοῦof theμύρου.oil.
4λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι·
λέγειSaysδὲhoweverἸούδαςJudasὁtheἸσκαριώτηςIscariotεἷςoneτῶνtheμαθητῶνdisciplesαὐτοῦ,of Him,ὁwhoμέλλωνis being aboutαὐτὸνHimπαραδιδόναι·to betray;
5διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
διὰBecause ofτίwhyτοῦτοthisτὸtheμύρονfragrant oilοὐκnotἐπράθηwas soldτριακοσίωνfor three hundredδηναρίωνdenariiκαὶandἐδόθηgivenπτωχοῖς;to the poor?
6εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
εἶπενHe saidδὲhoweverτοῦτοthisοὐχnotὅτιbecauseπερὶforτῶνtheπτωχῶνpoorἔμελενhe was caringαὐτῷ,to him,ἀλλ᾽butὅτιbecauseκλέπτηςa thiefἦνhe wasκαὶandτὸtheγλωσσόκομονmoney bagἔχωνhavingτὰthatβαλλόμεναbeing put into itἐβάσταζεν.he was pilfering.
7Εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
ΕἶπενSaidοὖνthereforeὁtheἸησοῦς·Jesus;ἄφεςdo leave aloneαὐτήν,her,ἵναso thatεἰςforτὴνtheἡμέρανdayτοῦof theἐνταφιασμοῦburialμουof Mineτηρήσῃshe may keepαὐτό·it;
8τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
τοὺςtheπτωχοὺςpoorγὰρforπάντοτεalwaysἔχετεyou haveμεθ᾽withἑαυτῶν,yourselves,ἐμὲMe myselfδὲhoweverοὐnotπάντοτεalwaysἔχετε.you have.
9Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
ἜγνωKnewοὖνthereforeὁtheὄχλοςa crowdπολὺςgreatἐκofτῶνtheἸουδαίωνJewsὅτιthatἐκεῖthereἐστιν,He is,καὶandἦλθονthey cameοὐnotδιὰbecause ofτὸνtheἸησοῦνJesusμόνονonlyἀλλ᾽butἵναthatκαὶalsoτὸνtheΛάζαρονLazarusἴδωσινthey may seeὃνwhomἤγειρενHe had raisedἐκout fromνεκρῶν.the dead.
10ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
ἐβουλεύσαντοTook counselδὲhoweverοἱtheἀρχιερεῖςchief priestsἵναthatκαὶalsoτὸνtheΛάζαρονLazarusἀποκτείνωσιν,they may kill,
11ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
ὅτιbecauseπολλοὶmanyδι᾽on account ofαὐτὸνhimὑπῆγονwere going awayτῶνof theἸουδαίωνJewsκαὶandἐπίστευονwere believingεἰςinτὸνtheἸησοῦν.Jesus.
12Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα,
ΤῇOn theἐπαύριονnext dayὁtheὄχλοςcrowdπολὺςgreatὁtheἐλθὼνhaving comeεἰςtoτὴνtheἑορτήν,feast,ἀκούσαντεςhaving heardὅτιthatἔρχεταιis comingἸησοῦςJesusεἰςintoἹεροσόλυμα,Jerusalem,
13ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
ἔλαβονtookτὰtheβαΐαbranchesτῶνof theφοινίκωνpalm treesκαὶandἐξῆλθονwent outεἰςtoὑπάντησινmeetαὐτῷHimκαὶandἐκραύγαζον·were shouting:ὡσαννά,Hosanna!εὐλογημένοςBlessed isὁthe Oneἐρχόμενοςcomingἐνinὀνόματιthe nameκυρίουof the Lord!καὶAndὁtheβασιλεὺςKingτοῦtheἸσραήλ.of Israel!
14Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστιν γεγραμμένον·
ΕὑρὼνHaving foundδὲthenὁtheἸησοῦςJesusὀνάριονa young donkeyἐκάθισενHe satἐπ᾽uponαὐτό,it,καθώςeven asἐστινit isγεγραμμένον·written:
15μὴ φοβοῦ θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.
μὴNotφοβοῦdo fearθυγάτηρdaughterΣιών·of Zion;ἰδοὺBeholdὁtheβασιλεύςKingσουof youἔρχεταιcomesκαθήμενοςsittingἐπὶonπῶλονa coltὄνου.of a donkey.
16ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ᾽ ὅτε ἐδοξάσθη Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
ταῦταThese thingsοὐκnotἔγνωσανknewαὐτοῦof Himοἱtheμαθηταὶdisciplesτὸfrom theπρῶτον,first,ἀλλ᾽butὅτεwhenἐδοξάσθηwas glorifiedἸησοῦς,Jesus,τότεthenἐμνήσθησανthey rememberedὅτιthatταῦταthese thingsἦνwereἐπ᾽aboutαὐτῷHimγεγραμμέναwrittenκαὶandταῦταthese thingsἐποίησανthey had doneαὐτῷ.to Him.
17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
Ἐμαρτύρειwas bearing witnessοὖνthereforeὁtheὄχλοςcrowdὁwhichὢνis beingμετ᾽withαὐτοῦ,HimὅτεwhenτὸνtheΛάζαρονLazarusἐφώνησενHe calledἐκout ofτοῦtheμνημείουtombκαὶandἤγειρενraisedαὐτὸνhimἐκout fromνεκρῶν.the dead.
18διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
διὰOn account ofτοῦτοthisκαὶalsoὑπήντησενmetαὐτῷwith Himὁtheὄχλος,crowd,ὅτιbecauseἤκουσανthey heardτοῦτοthisαὐτὸνof Hisπεποιηκέναιto have doneτὸtheσημεῖον.sign.
19Οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
ΟἱtheοὖνThereforeΦαρισαῖοιthe Phariseesεἶπανsaidπρὸςamongἑαυτούς·themselves;θεωρεῖτεYou seeὅτιthatοὐκnotὠφελεῖτεyou gainοὐδέν;no thing?ἴδεBeholdὁtheκόσμοςworldὀπίσωafterαὐτοῦHimἀπῆλθεν.has gone.
20Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ.
ἮσανThere wereδὲnowἝλληνέςGreeksτινεςcertainἐκamongτῶνthoseἀναβαινόντωνcoming upἵναthatπροσκυνήσωσινthey may worshipἐνatτῇtheἑορτῇ.feast.
21οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
οὗτοιtheseοὖνthereforeπροσῆλθονcameΦιλίππῳto Philipτῷwho wasἀπὸfromΒηθσαϊδὰBethsaidaτῆςtheΓαλιλαίαςof Galileeκαὶandἠρώτωνthey were askingαὐτὸνhimλέγοντες·saying;κύριε,Sir,θέλομενwe desireτὸνtheἸησοῦνJesusἰδεῖν.to see.
22ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
ἔρχεταιComesὁtheΦίλιπποςPhilipκαὶandλέγειtellsτῷtheἈνδρέᾳ,Andrew,ἔρχεταιcomeἈνδρέαςAndrewκαὶandΦίλιπποςPhilipκαὶandλέγουσινthey tellτῷtheἸησοῦ.Jesus.
23ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
ὁtheδὲAndἸησοῦςJesusἀποκρίνεταιansweredαὐτοῖςto themλέγων·saying;ἐλήλυθενHas comeἡtheὥραhourἵναthatδοξασθῇmay be glorifiedὁtheυἱὸςSonτοῦtheἀνθρώπου.of Man.
24ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;ἐὰνonlyμὴunlessὁtheκόκκοςgrainτοῦtheσίτουof wheatπεσὼνhaving fallenεἰςintoτὴνtheγῆνgroundἀποθάνῃ,shall die,αὐτὸςitμόνοςaloneμένει·abides;ἐὰνifδὲhoweverἀποθάνῃ,it shall die,πολὺνmuchκαρπὸνfruitφέρει.it bears.
25ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
ὁThe oneφιλῶνlovingτὴνtheψυχὴνlifeαὐτοῦof himἀπολλύειlosesαὐτήν,it,καὶandὁthe oneμισῶνhatingτὴνtheψυχὴνlifeαὐτοῦof himἐνinτῷtheκόσμῳworldτούτῳthisεἰςtoζωὴνlifeαἰώνιονeternalφυλάξειwill keepαὐτήν.it.
26Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
ἘὰνIfἐμοίMe myselfτιςanyoneδιακονῇ,shall serveἐμοὶMe myselfἀκολουθείτω·he should follow;καὶandὅπουwhereεἰμὶamἐγώ,I myself,ἐκεῖthereκαὶalsoὁtheδιάκονοςservantὁtheἐμὸςof Mineἔσται.will be.ἐάνIfτιςanyoneἐμοὶMe myselfδιακονῇ,shall serve,τιμήσειwill honorαὐτὸνhimὁtheπατήρ.Father.
27Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
ΝῦνNowἡtheψυχήsoulμουof Mineτετάρακται,has been troubled,καὶandτίwhatεἴπω;shall I say?πάτερ,Father,σῶσόνdo saveμεMeἐκfromτῆςtheὥραςhourταύτης;this.’?ἀλλὰButδιὰon account ofτοῦτοthisἦλθονI cameεἰςtoτὴνtheὥρανhourταύτην.this.
28πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
πάτερ,Father,δόξασόνdo glorifyσουof Youτὸtheὄνομα.name.ἦλθενCameοὖνthereforeφωνὴa voiceἐκfromτοῦtheοὐρανοῦ·heaven:καὶBothἐδόξασαI have glorified itκαὶandπάλινagainδοξάσω.I will glorify it.
29ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι. ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν.
ὁtheοὖνThereforeὄχλοςthe crowdὁwhichἑστὼςalready standingκαὶandἀκούσαςhaving heard itἔλεγενit was saying itβροντὴνThunderγεγονέναι.to have been.ἄλλοιOthersἔλεγον·were saying;ἄγγελοςAn angelαὐτῷto Himλελάληκεν.has spoken.
30Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾽ ὑμᾶς.
ἈπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπεν·said:οὐNotδι᾽because ofἐμὲMe myselfἡtheφωνὴvoiceαὕτηthisγέγονενhas comeἀλλὰbutδι᾽because ofὑμᾶς.you.
31νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,
νῦνNowκρίσιςthe judgmentἐστὶνisτοῦof theκόσμουworldτούτου·of this;νῦνnowὁtheἄρχωνprinceτοῦof theκόσμουworldτούτουthisἐκβληθήσεταιwill be castἔξω,out,
32κἀγὼ ἂν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
κἀγὼAnd I myselfἂνmaybeὑψωθῶI shall be lifted upἐκfromτῆςtheγῆς,earth,πάνταςallἑλκύσωwill drawπρὸςtoἐμαυτόν.Myself.
33τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
τοῦτοThisδὲnowἔλεγενHe was sayingσημαίνωνsignifyingποίῳby whatθανάτῳdeathἤμελλενHe was aboutἀποθνῄσκειν.to die.
34Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
ἈπεκρίθηAnsweredοὖνthereforeαὐτῷto Himὁtheὄχλος·crowd;ἡμεῖςWe ourselvesἠκούσαμενheardἐκfromτοῦtheνόμουlawὅτιthatὁtheχριστὸςChristμένειabidesεἰςtoτὸνtheαἰῶνα,age,καὶandπῶςhowλέγειςsayσὺyou yourselfὅτιthatδεῖit behoovesὑψωθῆναιto be lifted upτὸνtheυἱὸνSonτοῦtheἀνθρώπου;of Man?τίςWhoἐστινisοὗτοςthisὁtheυἱὸςSonτοῦtheἀνθρώπου;of Man?
35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
ΕἶπενSaidοὖνthereforeαὐτοῖςto themὁtheἸησοῦς·Jesus;ἔτιYetμικρὸνa littleχρόνονwhileτὸtheφῶςlightἐνamongὑμῖνyouἐστιν.is.περιπατεῖτεdo walkὡςwhileτὸtheφῶςlightἔχετε,you have,ἵναso thatμὴnotσκοτίαdarknessὑμᾶςyouκαταλάβῃ·may grasp;καὶAndὁthe oneπεριπατῶνwalkingἐνinτῇtheσκοτίᾳdarknessοὐκnotοἶδενknowsποῦwhereὑπάγει.he is going.
36ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν.
ὡςWhileτὸtheφῶςlightἔχετε,you have,πιστεύετεdo believeεἰςinτὸtheφῶς,light,ἵναso thatυἱοὶsonsφωτὸςof lightγένησθε.you may become.ταῦταThese thingsἐλάλησενspokeἸησοῦς,Jesus,καὶandἀπελθὼνhaving gone awayἐκρύβηHe was hiddenἀπ᾽fromαὐτῶν.them.
37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
ΤοσαῦταSo manyδὲhoweverαὐτοῦof Himσημεῖαsignsπεποιηκότοςhaving been doneἔμπροσθενbeforeαὐτῶνthemοὐκnotἐπίστευονthey were believingεἰςinαὐτόν,Him,
38ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
ἵναso thatὁtheλόγοςwordἨσαΐουof Isaiahτοῦtheπροφήτουprophetπληρωθῇmay be fulfilledὃνthatεἶπεν·said:κύριε,Lord,τίςwhoἐπίστευσενhas believedτῇin theἀκοῇreportἡμῶν;of us?καὶAndὁtheβραχίωνarmκυρίουof the Lordτίνιto whomἀπεκαλύφθη;has been revealed?
39διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας·
διὰBecause ofτοῦτοthisοὐκnotἠδύναντοthey were ableπιστεύειν,to believe,ὅτιforπάλινagainεἶπενsaidἨσαΐας·Isaiah:
40τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς.
τετύφλωκενHe has blindedαὐτῶνof themτοὺςtheὀφθαλμοὺςeyesκαὶandἐπώρωσενhas hardenedαὐτῶνof themτὴνtheκαρδίαν,heart,ἵναthatμὴnotἴδωσινthey may seeτοῖςwith theὀφθαλμοῖςeyesκαὶandνοήσωσινmay understandτῇwith theκαρδίᾳheartκαὶandστραφῶσινmay turnκαὶandἰάσομαιI will healαὐτούς.them.
41Ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ.
ΤαῦταThese thingsεἶπενsaidἨσαΐαςIsaiahὅτιbecauseεἶδενhe sawτὴνtheδόξανgloryαὐτοῦof Himκαὶandἐλάλησενspokeπερὶconcerningαὐτοῦ.Him.
42ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται.
ὅμωςNeverthelessμέντοιindeedκαὶevenἐκofτῶνtheἀρχόντωνrulersπολλοὶmanyἐπίστευσανbelievedεἰςinαὐτόν,Him,ἀλλὰbutδιὰon account ofτοὺςtheΦαρισαίουςPhariseesοὐχnotὡμολόγουν,they were confessing,ἵναso thatμὴnotἀποσυνάγωγοιput out of the synagogueγένωνται.they may be.
43ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
ἠγάπησανthey lovedγὰρforτὴνtheδόξανgloryτῶνtheἀνθρώπωνof menμᾶλλονmoreἤπερthanτὴνtheδόξανgloryτοῦtheθεοῦ.of God.
44Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾽ εἰς τὸν πέμψαντά με·
ἸησοῦςJesusδὲthenἔκραξενcried outκαὶandεἶπεν·said;ὁThe oneπιστεύωνbelievingεἰςinἐμὲMe myselfοὐnotπιστεύειhe believesεἰςinἐμὲMe myselfἀλλ᾽butεἰςinτὸνthe Oneπέμψαντάhaving sentμε·Me;
45καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
καὶandὁthe oneθεωρῶνbeholdingἐμὲMe myselfθεωρεῖhe beholdsτὸνthe Oneπέμψαντάhaving sentμε.Me.
46ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
ἐγὼI myselfφῶςa lightεἰςintoτὸνtheκόσμονworldἐλήλυθα,have come,ἵναso thatπᾶςeveryoneὁwhoπιστεύωνis believingεἰςinἐμὲMe myselfἐνinτῇtheσκοτίᾳdarknessμὴnotμείνῃ.may abide.
47καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.
καὶAndἐάνifτίςanyoneμουMyἀκούσῃshall hearτῶνtheῥημάτωνdeclarationsκαὶandμὴnotφυλάξῃ,shall keep them,ἐγὼI myselfοὐnotκρίνωdo judgeαὐτόν·him;οὐnotγὰρforἦλθονI cameἵναthatκρίνωI may judgeτὸνtheκόσμονworldἀλλ᾽butἵναthatσώσωI may saveτὸνtheκόσμον.world.
48ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
ὁThe oneἀθετῶνrejectingἐμὲMe myselfκαὶandμὴnotλαμβάνωνreceivingτὰtheῥήματάdeclarationsμουof Mineἔχειhasτὸνoneκρίνονταjudgingαὐτόν·him:ὁTheλόγοςwordὃνwhichἐλάλησα,I spoke,ἐκεῖνοςthat oneκρινεῖwill judgeαὐτὸνhimἐνinτῇtheἐσχάτῃlastἡμέρᾳ.day.
49ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
ὅτιForἐγὼI myselfἐξfromἐμαυτοῦMyselfοὐκnotἐλάλησα,spoke,ἀλλ᾽butὁtheπέμψαςhaving sentμεMeπατήρ,FatherαὐτόςHimselfμοιMeἐντολὴνa commandmentδέδωκενhas givenτίwhatεἴπωI may sayκαὶandτίwhatλαλήσω.I may speak.
50καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
καὶAndοἶδαI knowὅτιthatἡtheἐντολὴcommandmentαὐτοῦof Himζωὴlifeαἰώνιόςeternalἐστιν.is.ἃWhatοὖνthereforeἐγὼI myselfλαλῶ,speakκαθὼςeven asεἴρηκένhas saidμοιto Meὁtheπατήρ,Father,οὕτωςsoλαλῶ.I speak.