John 11 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 942 words in 57 verses.

Open John 11 in the interlinear reader

1Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς·

ἮνWasδέnowτιςa certain manἀσθενῶν,ailing,ΛάζαροςLazarusἀπὸofΒηθανίαςBethanyἐκofτῆςtheκώμηςvillageΜαρίαςof MaryκαὶandΜάρθαςMarthaτῆςtheἀδελφῆςsisterαὐτῆς·of her;

2ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.

ἦνWasδὲnowΜαριὰμMarythe oneἀλείψασαhaving anointedτὸνtheκύριονLordμύρῳwith fragrant oilκαὶandἐκμάξασαhaving wipedτοὺςtheπόδαςfeetαὐτοῦof Himταῖςwith theθριξὶνhairαὐτῆς,of her,ἧςwhosetheἀδελφὸςbrotherΛάζαροςLazarusἠσθένει.was sick.

3ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.

ἀπέστειλανSentοὖνthereforeαἱtheἀδελφαὶsistersπρὸςtoαὐτὸνHimλέγουσαι·saying;κύριε,Lord,ἴδεbeholdὃνhe whomφιλεῖςYou loveἀσθενεῖ.was being sick.

4Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς.

ἈκούσαςHaving heardδὲthentheἸησοῦςJesusεἶπεν·said;αὕτηThistheἀσθένειαsicknessοὐκnotἔστινisπρὸςuntoθάνατονdeathἀλλ᾽butὑπὲρforτῆςtheδόξηςgloryτοῦtheθεοῦof Godἵναthatδοξασθῇmay be glorifiedtheυἱὸςSonτοῦtheθεοῦof Godδι᾽throughαὐτῆς.it.

5Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.

Ἠγάπαwas lovingδὲnowtheἸησοῦςJesusτὴνtheΜάρθανMarthaκαὶandτὴνtheἀδελφὴνsisterαὐτῆςof herκαὶandτὸνtheΛάζαρον.Lazarus.

6ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.

ὡςWhenοὖνthereforeἤκουσενHe heardὅτιthatἀσθενεῖ,he is sick,τότεthenμὲνindeedἔμεινενHe remainedἐνinwhichἦνHe wasτόπῳthe placeδύοtwoἡμέρας.days.

7ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.

ἔπειταThenμετὰafterτοῦτοthisλέγειHe saysτοῖςto theμαθηταῖς·disciples;ἄγωμενLet us goεἰςintoτὴνtheἸουδαίανJudeaπάλιν.again.

8λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;

λέγουσινSayαὐτῷto Himοἱtheμαθηταί·disciples;ῥαββί,Rabbi,νῦνjust nowἐζήτουνwere seekingσεYouλιθάσαιto stoneοἱtheἸουδαῖοι,Jews,καὶandπάλινagainὑπάγειςYou are goingἐκεῖ;there?

9Ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.

ἈπεκρίθηAnsweredἸησοῦς·Jesus;οὐχὶSurelyδώδεκαtwelveὧραίhoursεἰσινare thereτῆςin theἡμέρας;day?ἐάνIfτιςanyoneπεριπατῇshall walkἐνinτῇtheἡμέρᾳ,day,οὐnotπροσκόπτει,he stumbles,ὅτιbecauseτὸtheφῶςlightτοῦof theκόσμουworldτούτουthisβλέπει.he sees.

10ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.

ἐὰνifδέhoweverτιςanyoneπεριπατῇshall walkἐνinτῇtheνυκτί,night,προσκόπτει,he stumbles,ὅτιbecauseτὸtheφῶςlightοὐκnotἔστινisἐνinαὐτῷ.him.

11ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.

ταῦταThese thingsεἶπενHe saidκαὶandμετὰafterτοῦτοthisλέγειHe saysαὐτοῖς·to them;ΛάζαροςLazarustheφίλοςfriendἡμῶνof usκεκοίμηται·has fallen asleep;ἀλλὰbutπορεύομαιI goἵναthatἐξυπνίσωI may awakenαὐτόν.him.

12εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ· κύριε, εἰ κεκοίμηται, σωθήσεται.

εἶπανSaidοὖνthereforeοἱtheμαθηταὶdisciplesαὐτῷ·to Him;κύριε,Lord,εἰifκεκοίμηται,he has fallen asleep,σωθήσεται.he will get well.

13εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.

εἰρήκειHad spokenδὲhowevertheἸησοῦςJesusπερὶofτοῦtheθανάτουdeathαὐτοῦ·of him;ἐκεῖνοιtheyδὲhoweverἔδοξανthoughtὅτιthatπερὶofτῆςtheκοιμήσεωςrestτοῦtheὕπνουof sleepλέγει.He speaks.

14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν.

ΤότεThenοὖνthereforeεἶπενsaidαὐτοῖςto themtheἸησοῦςJesusπαρρησίᾳ·plainly;ΛάζαροςLazarusἀπέθανεν.has died.

15καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν.

καὶAndχαίρωI rejoiceδι᾽for sake ofὑμᾶς,you,ἵναin order thatπιστεύσητε,you may believe,ὅτιthatοὐκnotἤμηνI wasἐκεῖ·there;ἀλλ᾽Butἄγωμενlet us goπρὸςtoαὐτόν.him.

16Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.

ΕἶπενSaidοὖνthereforeΘωμᾶςThomaswhoλεγόμενοςis being namedΔίδυμοςDidymusτοῖςto theσυμμαθηταῖς·fellow disciples;ἄγωμενLet us goκαὶalsoἡμεῖςusἵναthatἀποθάνωμενwe may dieμετ᾽withαὐτοῦ.Him.

17ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.

ἐλθὼνHaving comeοὖνthereforetheἸησοῦςJesusεὗρενfoundαὐτὸνhimτέσσαραςfourἤδηalreadyἡμέραςdaysἔχονταhaving beenἐνinτῷtheμνημείῳ.tomb.

18ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.

ἦνWasδὲnowΒηθανίαBethanyἐγγὺςnearτῶνtheἹεροσολύμωνJerusalemὡςaboutἀπὸawayσταδίωνstadiaδεκαπέντε.fifteen.

19Πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ

ΠολλοὶManyδὲnowἐκofτῶνtheἸουδαίωνJewsἐληλύθεισανhad comeπρὸςuntoτὴνtheΜάρθανMarthaκαὶandΜαριὰμMaryἵναthatπαραμυθήσωνταιthey may consoleαὐτὰςthemπερὶconcerningτοῦtheἀδελφοῦbrother

20Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.

theοὖνThereforeΜάρθα,Martha,ὡςwhenἤκουσενshe heardὅτιthatἸησοῦςJesusἔρχεται,is coming,ὑπήντησενmetαὐτῷ·with Him;ΜαριὰμMaryδὲhoweverἐνinτῷtheοἴκῳhouseἐκαθέζετο.was sitting.

21εἶπεν οὖν ἡ Μάρθα πρὸς Ἰησοῦν· κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου.

εἶπενSaidοὖνthentheΜάρθαMarthaπρὸςtoἸησοῦν·Jesus;κύριε,Lord,εἰifἦςYou had beenὧδε,here,οὐκnotἂνthen wouldἀπέθανενbe deadtheἀδελφόςbrotherμου.of mine.

22καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.

καὶevenνῦνnowοἶδαI knowὅτιthatὅσαas much asἂνmaybeαἰτήσῃYou may askτὸνtheθεὸνGodδώσειwill giveσοιYoutheθεός.God.

23Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.

ΛέγειSaysαὐτῇto hertheἸησοῦς·Jesus;ἀναστήσεταιWill rise againtheἀδελφόςbrotherσου.of you.

24λέγει αὐτῷ ἡ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

λέγειSaysαὐτῷto himtheΜάρθα·Martha;οἶδαI knowὅτιthatἀναστήσεταιhe will rise againἐνinτῇtheἀναστάσειresurrectionἐνinτῇtheἐσχάτῃlastἡμέρᾳ.day.

25Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,

ΕἶπενSaidαὐτῇto hertheἸησοῦς·Jesus;ἐγώI myselfεἰμιamtheἀνάστασιςresurrectionκαὶandtheζωή·life;the oneπιστεύωνbelievingεἰςinἐμὲMe myselfκἂνeven ifἀποθάνῃhe shall dieζήσεται,he will live,

26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;

καὶandπᾶςeveryonewhoζῶνis livingκαὶandπιστεύωνbelievingεἰςinἐμὲMe myselfοὐcertainlyμὴnotἀποθάνῃhe shall dieεἰςtoτὸνtheαἰῶνα.age.πιστεύειςBelieve youτοῦτο;this?

27λέγει αὐτῷ· ναὶ κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

λέγειShe saysαὐτῷ·to Him;ναὶYesκύριε·Lord;ἐγὼI myselfπεπίστευκαhave believedὅτιthatσὺYou yourselfεἶaretheχριστὸςChristtheυἱὸςSonτοῦtheθεοῦof Godthe Oneεἰςintoτὸνtheκόσμονworldἐρχόμενος.coming.

28Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.

ΚαὶAndτοῦτοthese thingsεἰποῦσαhaving saidἀπῆλθενshe went awayκαὶandἐφώνησενshe calledΜαριὰμMaryτὴνtheἀδελφὴνsisterαὐτῆςof herλάθρᾳsecretlyεἰποῦσα·having said;TheδιδάσκαλοςTeacherπάρεστινis comeκαὶandφωνεῖHe callsσε.you.

29ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν.

ἐκείνηSheδὲthenὡςwhenἤκουσενshe heardἠγέρθηshe rose upταχὺquicklyκαὶandἤρχετοwas comingπρὸςtoαὐτόν.Him.

30οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.

οὔπωNot yetδὲnowἐληλύθειhad cometheἸησοῦςJesusεἰςintoτὴνtheκώμην,village,ἀλλ᾽butἦνwasἔτιstillἐνinτῷtheτόπῳplaceὅπουwhereὑπήντησενmetαὐτῷwith HimtheΜάρθα.Martha.

31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.

ΟἱTheοὖνthenἸουδαῖοιJewsοἱwhoὄντεςare beingμετ᾽withαὐτῆςherἐνinτῇtheοἰκίᾳhouseκαὶandπαραμυθούμενοιconsolingαὐτήν,her,ἰδόντεςhaving seenτὴνtheΜαριὰμMaryὅτιthatταχέωςsoonἀνέστηshe rose upκαὶandἐξῆλθεν,went out,ἠκολούθησανfollowedαὐτῇ,after her,δόξαντεςhaving supposedὅτιthatὑπάγειshe is goingεἰςtoτὸtheμνημεῖονtombἵναthatκλαύσῃshe may weepἐκεῖ.there.

32ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας λέγουσα αὐτῷ· κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.

theοὖνThereforeΜαριὰμMaryὡςwhenἦλθενshe cameὅπουto whereἦνwasἸησοῦς,Jesus,ἰδοῦσαhaving seenαὐτὸνHimἔπεσενshe fellαὐτοῦof Himπρὸςatτοὺςtheπόδαςfeetλέγουσαsayingαὐτῷ·to Him;κύριε,Lord,εἰifἦςYou had beenὧδε,here,οὐκnotἄνthen wouldμουmyἀπέθανενhave diedtheἀδελφός.brother.

33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν

ἸησοῦςJesusοὖνthereforeὡςwhenεἶδενHe sawαὐτὴνherκλαίουσανweepingκαὶandτοὺςtheσυνελθόνταςhaving come withαὐτῇherἸουδαίουςJewsκλαίοντας,weeping,ἐνεβριμήσατοHe was deeply movedτῷtheπνεύματιin spiritκαὶandἐτάραξενtroubledἑαυτὸνHimself

34καὶ εἶπεν· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· κύριε, ἔρχου καὶ ἴδε.

καὶAndεἶπεν·He said;ποῦWhereτεθείκατεhave you laidαὐτόν;him?λέγουσινThey sayαὐτῷ·to Him;κύριε,Lord,ἔρχουdo comeκαὶandἴδε.do see.

35ἐδάκρυσεν ὁ Ἰησοῦς.

ἐδάκρυσενWepttheἸησοῦς.Jesus.

36ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν.

ἔλεγονWere sayingοὖνthereforeοἱtheἸουδαῖοι·Jews;ἴδεBeholdπῶςhowἐφίλειHe was lovingαὐτόν.him!

37τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

τινὲςSomeδὲhoweverἐξofαὐτῶνthemεἶπαν·said;οὐκSurelyἐδύνατοwas ableοὗτοςthis manwhoἀνοίξαςhaving openedτοὺςtheὀφθαλμοὺςeyesτοῦof theτυφλοῦblindποιῆσαιto have causedἵναthatκαὶalsoοὗτοςthis oneμὴnotἀποθάνῃ;may have died?

38Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.

ἸησοῦςJesusοὖνthereforeπάλινagainἐμβριμώμενοςbeing deeply movedἐνinἑαυτῷHimselfἔρχεταιHe comesεἰςtoτὸtheμνημεῖον·tomb;ἦνIt wasδὲnowσπήλαιον,a cave,καὶandλίθοςa stoneἐπέκειτοwas lyingἐπ᾽againstαὐτῷ.it.

39λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν.

λέγειSaystheἸησοῦς·Jesus;ἄρατεdo take awayτὸνtheλίθον.stone.λέγειSaysαὐτῷto Himtheἀδελφὴsisterτοῦof the oneτετελευτηκότοςhaving deceasedΜάρθα·Martha;κύριε,Lord,ἤδηalreadyὄζει·he stinks;τεταρταῖοςfour daysγάρforἐστιν.it is.

40λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;

λέγειSaysαὐτῇto hertheἸησοῦς·Jesus;οὐκSurelyεἶπόνI saidσοιto youὅτιthatἐὰνifπιστεύσῃςyou shall believeὄψῃyou will seeτὴνtheδόξανgloryτοῦtheθεοῦ;of God?

41ἦραν οὖν τὸν λίθον ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.

ἦρανThey took awayοὖνthereforeτὸνtheλίθονstonetheδὲNowἸησοῦςJesusἦρενliftedτοὺςtheὀφθαλμοὺςHis eyesἄνωupwardsκαὶandεἶπεν·said;πάτερ,Father,εὐχαριστῶI thankσοιYouὅτιthatἤκουσάςYou have heardμου.Me.

42ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.

ἐγὼI myselfδὲandᾔδεινknewὅτιthatπάντοτέalwaysμουMeἀκούεις·You hear;ἀλλὰbutδιὰon account ofτὸνtheὄχλονcrowdτὸνwhichπεριεστῶταalready standing aroundεἶπον,I said it,ἵναthatπιστεύσωσινthey may believeὅτιthatσύYou yourselfμεMeἀπέστειλας.sent.

43καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω.

καὶAndταῦταthese thingsεἰπὼνhaving saidφωνῇin a voiceμεγάλῃloudἐκραύγασεν·He cried out;Λάζαρε,Lazarus,δεῦροcomeἔξω.forth.

44ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.

ἐξῆλθενCame forththe oneτεθνηκὼςhaving diedδεδεμένοςboundτοὺςtheπόδαςfeetκαὶandτὰςtheχεῖραςhandsκειρίαις,with linen strips,καὶandtheὄψιςfaceαὐτοῦof himσουδαρίῳin a headclothπεριεδέδετο.had bound about.λέγειSaysαὐτοῖςto themtheἸησοῦς·Jesus:λύσατεdo unbindαὐτὸνhimκαὶandἄφετεdo allowαὐτὸνhimὑπάγειν.to go.

45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ὃ ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν.

ΠολλοὶManyοὖνthereforeἐκofτῶνtheἸουδαίωνJewsοἱtheἐλθόντεςhaving comeπρὸςtoτὴνtheΜαριὰμMaryκαὶandθεασάμενοιhaving seenwhatἐποίησενHe didἐπίστευσανbelievedεἰςinαὐτόν.Him.

46τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.

τινὲςsomeδὲhoweverἐξofαὐτῶνthemἀπῆλθονwentπρὸςtoτοὺςtheΦαρισαίουςPhariseesκαὶandεἶπανtoldαὐτοῖςto themwhatἐποίησενdidἸησοῦς.Jesus.

47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;

ΣυνήγαγονGatheredοὖνthereforeοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheΦαρισαῖοιPhariseesσυνέδριονa councilκαὶandἔλεγον·they were saying;τίWhatποιοῦμεν,are we to do?ὅτιForοὗτοςthistheἄνθρωποςmanπολλὰmanyποιεῖdoesσημεῖα;signs!

48ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.

ἐὰνIfἀφῶμενwe shall let him aloneαὐτὸνHimοὕτως,like this,πάντεςallπιστεύσουσινwill believeεἰςinαὐτόν,Him,καὶandἐλεύσονταιwill comeοἱtheῬωμαῖοιRomansκαὶandἀροῦσινwill take awayἡμῶνof usκαὶbothτὸνtheτόπονplaceκαὶandτὸtheἔθνος.nation.

49Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,

ΕἷςOneδέhoweverτιςcertainἐξofαὐτῶνthemΚαϊάφας,Caiaphas,ἀρχιερεὺςhigh priestὢνbeingτοῦon theἐνιαυτοῦyearἐκείνου,same,εἶπενsaidαὐτοῖς·to them;ὑμεῖςYou yourselvesοὐκnotοἴδατεknowοὐδέν,no thing,

50οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.

οὐδὲnorλογίζεσθεconsider youὅτιthatσυμφέρειit is profitableὑμῖνfor youἵναthatεἷςoneἄνθρωποςmanἀποθάνῃmay dieὑπὲρforτοῦtheλαοῦ,people,καὶandμὴnotὅλονallτὸtheἔθνοςnationἀπόληται.may perish.

51τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ᾽ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,

τοῦτοThisδὲnowἀφ᾽fromἑαυτοῦhimselfοὐκnotεἶπεν,he said,ἀλλ᾽butἀρχιερεὺςhigh priestὢνbeingτοῦon theἐνιαυτοῦyearἐκείνουthatἐπροφήτευσενhe prophesiedὅτιthatἔμελλενwas aboutἸησοῦςJesusἀποθνῄσκεινto dieὑπὲρforτοῦtheἔθνους,nation,

52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.

καὶandοὐχnotὑπὲρforτοῦtheἔθνουςnationμόνονonlyἀλλ᾽butἵναthatκαὶalsoτὰtheτέκναchildrenτοῦtheθεοῦof GodτὰthoseδιεσκορπισμέναscatteredσυναγάγῃHe may gather togetherεἰςintoἕν.one.

53ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

ἀπ᾽Fromἐκείνηςthat veryοὖνthereforeτῆςtheἡμέραςdayἐβουλεύσαντοthey plottedἵναthatἀποκτείνωσινthey may killαὐτόν.Him.

54Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ᾽ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν

theοὖνThereforeἸησοῦςJesusοὐκέτιno longerπαρρησίᾳpubliclyπεριεπάτειwas walkingἐνamongτοῖςtheἸουδαίοις,Jews,ἀλλ᾽butἀπῆλθενwent awayἐκεῖθενfrom thereεἰςintoτὴνtheχώρανregionἐγγὺςnearτῆςtheἐρήμουwildernessεἰςtoἘφραὶμEphraimλεγομένηνbeing namedπόλιν,a city,κἀκεῖAnd thereἔμεινενHe stayedμετὰwithτῶνtheμαθητῶνdisciples

55Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.

ἮνWasδὲnowἐγγὺςnearτὸtheπάσχαPassoverτῶνof theἸουδαίων,Jews,καὶandἀνέβησανwent upπολλοὶmanyεἰςtoἹεροσόλυμαJerusalemἐκout ofτῆςtheχώραςregionπρὸbeforeτοῦtheπάσχαPassoverἵναso thatἁγνίσωσινthey may purifyἑαυτούς.themselves.

56ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;

ἐζήτουνThey were seekingοὖνthereforeτὸνtheἸησοῦνJesusκαὶandἔλεγονwere sayingμετ᾽amongἀλλήλωνone anotherἐνinτῷtheἱερῷtempleἑστηκότες·already standing;τίWhatδοκεῖdoes it seemὑμῖν,to you,ὅτιthatοὐcertainlyμὴnotἔλθῃHe may comeεἰςtoτὴνtheἑορτήν;feast?

57δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

δεδώκεισανHad givenδὲnowοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheΦαρισαῖοιPhariseesἐντολὰςcommandsἵναthatἐάνifτιςanyoneγνῷshall knowποῦwhereἐστινHe isμηνύσῃ,he shall show it,ὅπωςso thatπιάσωσινthey may seizeαὐτόν.Him.

‹ John 10John 12 ›