Hebrews 9 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 513 words in 28 verses.

Open Hebrews 9 in the interlinear reader

1Εἶχεν μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν.

ΕἶχενHadμὲνindeedοὖνthereforeκαὶalsotheπρώτηfirstδικαιώματαregulationsλατρείας,of worshipτόtheτεandἅγιονHoly Placeκοσμικόν.earthly.

2σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.

σκηνὴA tabernacleγὰρforκατεσκευάσθηwas preparedtheπρώτηfirst room —ἐνinwhich weretheτεbothλυχνίαthe lampstandκαὶandtheτράπεζαtableκαὶandof theπρόθεσιςpresentationτῶνtheἄρτων,bread —ἥτιςwhichλέγεταιis namedἅγια.the Holy Places.

3μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων

μετὰBehindδὲnowτὸtheδεύτερονsecondκαταπέτασμαveilσκηνὴwas a tabernaclewhichλεγομένηis being namedἅγιαHoliesἁγίωνof Holies

4χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης·

χρυσοῦνthe goldenἔχουσαhavingθυμιατήριονaltar of incenseκαὶandτὴνtheκιβωτὸνarkτῆςof theδιαθήκηςcovenantπερικεκαλυμμένηνcovered aroundπάντοθενin every partχρυσίῳ,with gold,ἐνinwhichστάμνοςwas the jarχρυσῆgoldenἔχουσαhavingτὸtheμάνναmannaκαὶandtheῥάβδοςstaffἈαρὼνof Aaronwhichβλαστήσασαhaving buddedκαὶandαἱtheπλάκεςtabletsτῆςof theδιαθήκης·covenant;

5ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.

ὑπεράνωAboveδὲthenαὐτῆςitΧερουβὶνwere the cherubimδόξηςof gloryκατασκιάζονταovershadowingτὸtheἱλαστήριον,mercy seat,περὶconcerningὧνwhichοὐκnotἔστινit isνῦνnow the timeλέγεινto speakκατὰinμέρος.detail.

6τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες·

τούτωνThese thingsδὲnowοὕτωςthusκατεσκευασμένωνpreparedεἰςintoμὲνindeedτὴνtheπρώτηνfirstσκηνὴνtabernacleδιὰatπαντὸςall timesεἰσίασινenterοἱtheἱερεῖςpriestsτὰςtheλατρείαςsacred servicesἐπιτελοῦντες·accomplishing;

7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·

εἰςEnters intoδὲhoweverτὴνtheδευτέρανsecondἅπαξonceτοῦin theἐνιαυτοῦyearμόνοςonlytheἀρχιερεὺςhigh priestοὐnotχωρὶςwithoutαἵματοςbloodwhichπροσφέρειhe offersὑπὲρforἑαυτοῦhimselfκαὶandτῶνtheτοῦof theλαοῦpeopleἀγνοημάτων·sins of ignorance;

8τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·

τοῦτοBy thisδηλοῦντοςwas signifyingτοῦtheπνεύματοςSpiritτοῦtheἁγίου,Holyμήπωthat not yetπεφανερῶσθαιto have been made manifestτὴνtheτῶνinto theἁγίωνHoly Placesὁδὸνa wayἔτιwhile stillτῆςtheπρώτηςfirstσκηνῆςtabernacleἐχούσηςhavingστάσιν·a standing;

9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,

ἥτιςwhich isπαραβολὴa symbolεἰςforτὸνtheκαιρὸνtimeτὸνwhichἐνεστηκότα,being present,καθ᾽inἣνwhichδῶράgiftsτεbothκαὶandθυσίαιsacrificesπροσφέρονταιare offeredμὴnotδυνάμεναιbeing ableκατὰin regard toσυνείδησινconscienceτελειῶσαιto make perfectτὸνwhoλατρεύοντα,is worshiping,

10μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.

μόνονconsisting onlyἐπὶinβρώμασινfoodsκαὶandπόμασινin drinksκαὶandδιαφόροιςin variousβαπτισμοῖς,washings,δικαιώματαordinancesσαρκὸςof the fleshμέχριuntilκαιροῦthe timeδιορθώσεωςof reformationἐπικείμενα.being imposed.

11Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν οὐ ταύτης τῆς κτίσεως,

ΧριστὸςChristδὲhoweverπαραγενόμενοςhaving appeared asἀρχιερεὺςhigh priestτῶνof theγενομένωνhaving comeἀγαθῶνgood thingsδιὰthroughτῆςtheμείζονοςgreaterκαὶandτελειοτέραςmore perfectσκηνῆςtabernacleοὐnotχειροποιήτου,made by hands,τοῦτ᾽Thatἔστινisοὐnotταύτηςof thisτῆςtheκτίσεως,creation,

12οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.

οὐδὲnorδι᾽throughαἵματοςbloodτράγωνof goatsκαὶandμόσχωνcalvesδιὰthroughδὲhoweverτοῦtheἰδίουownαἵματοςbloodεἰσῆλθενHe enteredἐφάπαξonce for allεἰςintoτὰtheἅγιαHoly Placesαἰωνίανeternalλύτρωσινredemptionεὑράμενος.having obtained.

13εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,

εἰIfγὰρforτὸtheαἷμαbloodτράγωνof goatsκαὶandταύρωνof bullsκαὶandσποδὸςthe ashesδαμάλεωςof a heiferῥαντίζουσαsprinklingτοὺςtheκεκοινωμένουςdefiledἁγιάζειit sanctifiesπρὸςforτὴνtheτῆςof theσαρκὸςfleshκαθαρότητα,purification,

14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι;

πόσῳhow muchμᾶλλονmoreτὸtheαἷμαbloodτοῦtheΧριστοῦ,of Christ,ὃςwhoδιὰthroughπνεύματοςthe SpiritαἰωνίουeternalἑαυτὸνHimselfπροσήνεγκενofferedἄμωμονunblemishedτῷtheθεῷ,to God,καθαριεῖwill purifyτὴνtheσυνείδησινconscienceἡμῶνof usἀπὸfromνεκρῶνdeadἔργωνworksεἰςin orderτὸtheλατρεύεινto serveθεῷGodζῶντι;the living?

15Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.

ΚαὶAndδιὰbecause ofτοῦτοthisδιαθήκηςof a covenantκαινῆςnewμεσίτηςthe mediatorἐστίν,He is,ὅπωςso thatθανάτουdeathγενομένουhaving taken placeεἰςforἀπολύτρωσινredemptionτῶνof theἐπὶunderτῇtheπρώτῃfirstδιαθήκῃcovenantπαραβάσεωνtransgressionsτὴνtheἐπαγγελίανpromiseλάβωσινmay receiveοἱthoseκεκλημένοιcalledτῆςof theαἰωνίουeternalκληρονομίας.inheritance.

16ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·

ὅπουWhereγὰρforδιαθήκη,there is a will,θάνατονthe deathἀνάγκηit is necessaryφέρεσθαιto establishτοῦof the oneδιαθεμένου·having made it;

17διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μὴ τότε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.

διαθήκηA willγὰρforἐπὶafterνεκροῖςdeathβεβαία,is affirmed,ἐπεὶsinceμὴnot thenτότεnot thenἰσχύειit is in forceὅτεwhenζῇis livingthe oneδιαθέμενος.having made it.

18ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.

ὅθενwhereforeοὐδὲneithertheπρώτηfirstχωρὶςapart fromαἵματοςbloodἐγκεκαίνισται.has been inaugurated.

19λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν

λαληθείσηςWhen was being spokenγὰρforπάσηςeveryἐντολῆςcommandmentκατὰaccording toτὸνtheνόμονlawὑπὸunderΜωϋσέωςMosesπαντὶto allτῷtheλαῷ,people,λαβὼνhaving takenτὸtheαἷμαbloodτῶνtheμόσχωνof calvesκαὶandτῶνtheτράγωνof goatsμετὰwithὕδατοςwaterκαὶandἐρίουwoolκοκκίνουscarletκαὶandὑσσώπου,hyssop,αὐτόitselfτεbothτὸtheβιβλίονbookκαὶandπάνταallτὸνtheλαὸνpeopleἐρράντισενhe sprinkled

20λέγων· τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός·

λέγων·saying;τοῦτοThis isτὸtheαἷμαbloodτῆςof theδιαθήκηςcovenantἧςwhichἐνετείλατοcommandedπρὸςuntoὑμᾶςyoutheθεός·God;

21καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν.

καὶAndτὴνtheσκηνὴνtabernacleδὲthenκαὶandπάνταallτὰtheσκεύηvesselsτῆςof theλειτουργίαςministryτῷtheαἵματιwith bloodὁμοίωςlikewiseἐρράντισεν.he sprinkled.

22καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.

καὶAndσχεδὸνalmostἐνwithαἵματιbloodπάνταall thingsκαθαρίζεταιare purifiedκατὰaccording toτὸνtheνόμονlawκαὶandχωρὶςapart fromαἱματεκχυσίαςblood-sheddingοὐnotγίνεταιthere isἄφεσις.forgiveness.

23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας.

ἈνάγκηIt was necessaryοὖνthen forτὰtheμὲνindeedὑποδείγματαrepresentationsτῶνof the thingsἐνinτοῖςtheοὐρανοῖςheavensτούτοιςwith theseκαθαρίζεσθαιto be purifiedαὐτὰthemselvesδὲhoweverτὰtheἐπουράνιαheavenly thingsκρείττοσινwith betterθυσίαιςsacrificesπαρὰthanταύτας.these.

24οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·

οὐNotγὰρforεἰςintoχειροποίηταmade by handsεἰσῆλθενhas enteredἅγιαHoly PlacesΧριστός,Christ,ἀντίτυπαcopiesτῶνof theἀληθινῶν,true ones,ἀλλ᾽butεἰςintoαὐτὸνitselfτὸνtheοὐρανόν,heaven,νῦνnowἐμφανισθῆναιto appearτῷin theπροσώπῳpresenceτοῦtheθεοῦof Godὑπὲρforἡμῶν·us;

25οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·

οὐδ᾽norἵναthatπολλάκιςrepeatedlyπροσφέρῃHe may offerἑαυτόν,Himself,ὥσπερjust astheἀρχιερεὺςhigh priestεἰσέρχεταιentersεἰςintoτὰtheἅγιαHoly Placesκατ᾽everyἐνιαυτὸνyearἐνwithαἵματιthe bloodἀλλοτρίῳ·of another;

26ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου, νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.

ἐπεὶOtherwiseἔδειit was necessary forαὐτὸνHimπολλάκιςrepeatedlyπαθεῖνto have sufferedἀπὸfromκαταβολῆςthe foundationκόσμου,of the world,νυνὶnowδὲhoweverἅπαξonceἐπὶinσυντελείᾳthe consummationτῶνof theαἰώνωνagesεἰςforἀθέτησινthe putting awayτῆςtheἁμαρτίαςof sinδιὰthroughτῆςtheθυσίαςsacrificeαὐτοῦof Himselfπεφανέρωται.He has been revealed.

27καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν μετὰ δὲ τοῦτο κρίσις,

καὶAndκαθ᾽inὅσονas much asἀπόκειταιit is apportionedτοῖςtheἀνθρώποιςto menἅπαξonceἀποθανεῖνto dieμετὰafterδὲthenτοῦτοthisκρίσις,to face judgment,

28οὕτως καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.

οὕτωςsoκαὶalsotheΧριστὸςChristἅπαξonceπροσενεχθεὶςhaving been offeredεἰςin orderτὸtheπολλῶνof manyἀνενεγκεῖνto bearἁμαρτίαςthe sinsἐκforδευτέρουa second timeχωρὶςapart fromἁμαρτίαςsinὀφθήσεταιwill appearτοῖςto thoseαὐτὸνHimἀπεκδεχομένοιςawaitingεἰςforσωτηρίαν.salvation.

‹ Hebrews 8Hebrews 10 ›