The Westcott and Hort text with a word by word English gloss under every Greek word. 455 words in 28 verses.
Open Hebrews 7 in the interlinear reader1Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
ΟὗτοςThisγὰρforὁtheΜελχισέδεκ,Melchizedek,βασιλεὺςkingΣαλήμ,of Salem,ἱερεὺςpriestτοῦtheθεοῦof Godτοῦtheὑψίστου,Most High,ὁwhoσυναντήσαςhaving metἈβραὰμwith Abrahamὑποστρέφοντιreturningἀπὸfromτῆςtheκοπῆςslaughterτῶνof theβασιλέωνkingsκαὶandεὐλογήσαςhaving blessedαὐτόν,him,
2ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
ᾧto whomκαὶalsoδεκάτηνa tenthἀπὸofπάντωνallἐμέρισενapportionedἈβραάμ,Abraham,πρῶτονfirstμὲνindeedἑρμηνευόμενοςbeing translatedβασιλεὺςkingδικαιοσύνηςof righteousnessἔπειταthenδὲhoweverκαὶalsoβασιλεὺςkingΣαλήμ,of Salem,ὅwhichἐστινisβασιλεὺςkingεἰρήνης,of peace,
3ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
ἀπάτωρ,Without father,ἀμήτωρ,without mother,ἀγενεαλόγητος,without genealogy,μήτεneitherἀρχὴνbeginningἡμερῶν,of daysμήτεnorζωῆςof lifeτέλοςendἔχων,having,ἀφωμοιωμένοςmade likeδὲhoweverτῷas theυἱῷSonτοῦtheθεοῦof Godμένειhe remainsἱερεὺςa priestεἰςuntoτὸtheδιηνεκές.all time.
4Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
Θεωρεῖτεdo considerδὲnowπηλίκοςhow greatοὗτος,this one was,ᾧto whomδεκάτηνa tenthἈβραὰμAbrahamἔδωκενgaveἐκout ofτῶνtheἀκροθινίωνbest spoilsὁtheπατριάρχης.patriarch.
5καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.
καὶAndοἱthoseμὲνindeedἐκout fromτῶνtheυἱῶνsonsΛευὶof Leviτὴνtheἱερατείανpriestly officeλαμβάνοντεςreceivingἐντολὴνa commandmentἔχουσινhaveἀποδεκατοῦνto take a tenthτὸνfrom theλαὸνpeopleκατὰaccording toτὸνtheνόμον,law,τοῦτ᾽Thatἔστινisτοὺςfrom theἀδελφοὺςbrothersαὐτῶν,of them,καίπερthoughἐξεληλυθόταςhaving comeἐκout ofτῆςtheὀσφύοςloinἈβραάμ.of Abraham.
6ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ· καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
ὁThe oneδὲhoweverμὴnotγενεαλογούμενοςtracing his ancestryἐξfromαὐτῶνthemδεδεκάτωκενhe has collected a tenthἈβραάμ·from Abraham;καὶandτὸνthe one whoἔχονταis havingτὰςtheἐπαγγελίαςpromisesεὐλόγηκεν.He has blessed.
7χωρὶς δὲ πάσης ἀντιλογίας· τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
χωρὶςApart fromδὲnowπάσηςallἀντιλογίας·dispute;τὸtheἔλαττονinferiorὑπὸbyτοῦtheκρείττονοςsuperiorεὐλογεῖται.is blessed.
8καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
καὶAndὧδεhereμὲνindeedδεκάταςtithesἀποθνῄσκοντεςdyingἄνθρωποιmenλαμβάνουσινreceiveἐκεῖin that placeδὲhoweverμαρτυρούμενοςit is testifiedὅτιthatζῇ.he lives on.
9καὶ ὡς ἔπος εἰπεῖν· δι᾽ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται.
καὶAndὡςsoἔποςa wordεἰπεῖν·to speak;δι᾽throughἈβραὰμAbrahamκαὶalsoΛευὶLeviὁthe oneδεκάταςtithesλαμβάνωνreceivingδεδεκάτωται.has paid the tithe.
10ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.
ἔτιStillγὰρforἐνinτῇtheὀσφύϊloinτοῦtheπατρὸςof his fatherἦνhe wasὅτεwhenσυνήντησενhe metαὐτῷwith himΜελχισέδεκ.Melchizedek.
11Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
ΕἰIfμὲνindeedοὖνthenτελείωσιςperfectionδιὰthroughτῆςtheΛευιτικῆςLeviticalἱερωσύνηςpriesthoodἦν,were —ὁtheλαὸςpeopleγὰρforἐπ᾽uponαὐτῆςitνενομοθέτηται,has received the Law —τίςwhatἔτιstillχρείαneed was thereκατὰaccording toτὴνtheτάξινorderΜελχισέδεκof Melchizedekἕτερονfor anotherἀνίστασθαιto ariseἱερέαpriestκαὶandοὐnotκατὰaccording toτὴνtheτάξινorderἈαρὼνof Aaronλέγεσθαι;to be named?
12μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
μετατιθεμένηςWhen is being changedγὰρforτῆςtheἱερωσύνηςpriesthoodἐξfromἀνάγκηςnecessityκαὶalsoνόμουof lawμετάθεσιςa changeγίνεται.takes place.
13ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ.
ἐφ᾽He concerningὃνwhomγὰρforλέγεταιare spokenταῦτα,these thingsφυλῆςto a tribeἑτέραςanotherμετέσχηκεν,has belonged to,ἀφ᾽fromἧςwhichοὐδεὶςno oneπροσέσχηκενhas servedτῷat theθυσιαστηρίῳ.altar.
14πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
πρόδηλονIt is evidentγὰρforὅτιthatἐξout ofἸούδαJudahἀνατέταλκενhas sprungὁtheκύριοςLordἡμῶνof usεἰςas toἣνwhichφυλὴνa tribeπερὶconcerningἱερέωνpriestsοὐδὲνno thingΜωϋσῆςMosesἐλάλησεν.spoke.
15Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
ΚαὶAndπερισσότερονmore excessiveἔτιyetκατάδηλόνevidentἐστιν,it is,εἰifκατὰaccording toτὴνtheὁμοιότηταlikenessΜελχισέδεκof Melchizedekἀνίσταταιarisesἱερεὺςa priestἕτερος,another,
16ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
ὃςwhoοὐnotκατὰaccording toνόμονa lawἐντολῆςof a commandmentσαρκίνηςfleshlyγέγονενhas been constitutedἀλλὰbutκατὰaccording toδύναμινthe powerζωῆςof a lifeἀκαταλύτου·indestructible;
17μαρτυρεῖται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
μαρτυρεῖταιIt is testifiedγὰρforὅτιthatσὺYou areἱερεὺςa priestεἰςtoτὸνtheαἰῶναageκατὰaccording toτὴνtheτάξινorderΜελχισέδεκ.of Melchizedek.
18Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
ἈθέτησιςA putting awayμὲνindeedγὰρforγίνεταιthere isπροαγούσηςwhile is precedingἐντολῆςthe commandmentδιὰbecause ofτὸtheαὐτῆςitsἀσθενὲςweaknessκαὶandἀνωφελές,uselessness —
19οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾽ ἧς ἐγγίζομεν τῷ θεῷ.
οὐδὲνno thingγὰρforἐτελείωσενperfectedὁtheνόμος,law —ἐπεισαγωγὴthe introductionδὲthenκρείττονοςof a betterἐλπίδοςhopeδι᾽throughἧςwhichἐγγίζομενwe draw nearτῷtheθεῷ.to God.
20καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας. οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
καὶAndκαθ᾽toὅσονas much asοὐnotχωρὶςapart fromὁρκωμοσίας.an oath.οἱthose onesμὲνtrulyγὰρforχωρὶςwithoutὁρκωμοσίαςan oathεἰσὶνareἱερεῖςpriestsγεγονότες,having become,
21ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
ὁHeδὲhoweverμετὰwithὁρκωμοσίαςan oathδιὰthroughτοῦthe One whoλέγοντοςis sayingπρὸςtoαὐτόν·Him:ὤμοσενHas swornκύριοςthe Lordκαὶandοὐnotμεταμεληθήσεται·will change His mind;σὺYou areἱερεὺςa priestεἰςtoτὸνtheαἰῶναage
22κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
κατὰByτοσοῦτοso muchκαὶalsoκρείττονοςof a betterδιαθήκηςcovenantγέγονενhas becomeἔγγυοςthe guaranteeἸησοῦς.Jesus.
23Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
ΚαὶAndοἱthoseμὲνindeedπλείονέςmanyεἰσινareγεγονότεςhaving becomeἱερεῖςpriestsδιὰbecause ofτὸtheθανάτῳby deathκωλύεσθαιbeing prevented fromπαραμένειν·continuing;
24ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
ὁtheδὲHoweverδιὰbecause ofτὸtheμένεινabidingαὐτὸνof Himεἰςtoτὸνtheαἰῶναageἀπαράβατονa permanentἔχειHe holdsτὴνtheἱερωσύνην·priesthood;
25ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
ὅθενwhereforeκαὶalsoσῴζεινto saveεἰςtoτὸtheπαντελὲςuttermostδύναταιHe is ableτοὺςthoseπροσερχομένουςdrawing nearδι᾽throughαὐτοῦHimτῷtheθεῷto Godπάντοτεalwaysζῶνlivingεἰςforτὸtheἐντυγχάνεινto intercedeὑπὲρforαὐτῶν.them.
26Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
ΤοιοῦτοςSuchγὰρindeedἡμῖνfor usκαὶalsoἔπρεπενwas fittingἀρχιερεύς,a high priest,ὅσιος,holy,ἄκακος,innocent,ἀμίαντος,undefiled,κεχωρισμένοςseparatedἀπὸfromτῶνtheἁμαρτωλῶν,sinners,καὶandὑψηλότεροςhigherτῶνthan theοὐρανῶνheavensγενόμενος·having become;
27ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
ὃςwhoοὐκnotἔχειhasκαθ᾽everyἡμέρανdayἀνάγκηνneedὥσπερasοἱtheἀρχιερεῖςhigh priestsπρότερονfirstὑπὲρforτῶνtheἰδίωνtheir ownἁμαρτιῶνsinsθυσίαςsacrificesἀναφέρεινto offer upἔπειταthenτῶνfor thoseτοῦof theλαοῦ·people;τοῦτοthisγὰρforἐποίησενHe didἐφάπαξonce for allἑαυτὸνHimselfἀνενέγκας.having offered up.
28ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
ὁTheνόμοςlawγὰρforἀνθρώπουςmenκαθίστησινappointsἀρχιερεῖςas high priestsἔχονταςhavingἀσθένειαν,weakness,ὁtheλόγοςwordδὲhoweverτῆςof theὁρκωμοσίαςoathτῆςwhich isμετὰafterτὸνtheνόμονlawυἱὸνa Sonεἰςtoτὸνtheαἰῶναageτετελειωμένον.perfected.