Hebrews 5 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 231 words in 14 verses.

Open Hebrews 5 in the interlinear reader

1Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,

ΠᾶςEveryγὰρforἀρχιερεὺςhigh priestἐξfrom amongἀνθρώπωνmenλαμβανόμενοςbeing takenὑπὲρon behalf ofἀνθρώπωνmenκαθίσταταιis appointedτὰin the thingsπρὸςrelating toτὸνtheθεόν,Godἵναthatπροσφέρῃhe may offerδῶράgiftsτεbothκαὶandθυσίαςsacrificesὑπὲρforἁμαρτιῶν,sins,

2μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν·

μετριοπαθεῖνto exercise forbearanceδυνάμενοςbeing ableτοῖςwith thoseἀγνοοῦσινbeing ignorantκαὶandπλανωμένοις,with those going astray,ἐπεὶsinceκαὶalsoαὐτὸςhe himselfπερίκειταιis encompassed byἀσθένειαν·weakness;

3καὶ δι᾽ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὐτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.

καὶandδι᾽because ofαὐτὴνthisὀφείλει,he is obligated,καθὼςeven asπερὶforτοῦtheλαοῦpeopleοὕτωςsoκαὶalsoπερὶforαὐτοῦhimselfπροσφέρεινto offer sacrificesπερὶforἁμαρτιῶν.sins.

4καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ καθώσπερ καὶ Ἀαρών.

καὶAndοὐχnotἑαυτῷupon himselfτιςanyoneλαμβάνειtakesτὴνtheτιμὴνhonorἀλλὰbut ratherκαλούμενοςbeing calledὑπὸbyτοῦtheθεοῦGodκαθώσπερjust asκαὶalsoἈαρών.Aaron.

5οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

οὕτωςSoκαὶalsotheΧριστὸςChristοὐχnotἑαυτὸνHimselfἐδόξασενdid glorifyγενηθῆναιto becomeἀρχιερέαa high priestἀλλ᾽butthe Oneλαλήσαςhaving saidπρὸςtoαὐτόν·Him:υἱόςSonμουof Mineεἶareσύ,You yourself,ἐγὼI myselfσήμερονtodayγεγέννηκάhave begottenσε.You.

6καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.

καθὼςeven asκαὶalsoἐνinἑτέρῳanother placeλέγει·He says:σὺYou areἱερεὺςa priestεἰςtoτὸνtheαἰῶναageκατὰaccording toτὴνtheτάξινorderΜελχισέδεκ.of Melchizedek.

7ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,

ὃςHeἐνinταῖςtheἡμέραιςdaysτῆςof theσαρκὸςfleshαὐτοῦof Himδεήσειςprayersτεbothκαὶandἱκετηρίαςsupplicationsπρὸςtoτὸνthe Oneδυνάμενονbeing ableσῴζεινto saveαὐτὸνHimἐκfromθανάτουdeathμετὰwithκραυγῆςcryingἰσχυρᾶςloudκαὶandδακρύωνtearsπροσενέγκαςhaving offered upκαὶandεἰσακουσθεὶςhaving been heardἀπὸbecause ofτῆςtheεὐλαβείας,reverence,

8καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθεν τὴν ὑπακοήν,

καίπερthoughὢνbeingυἱός,a Son,ἔμαθενHe learnedἀφ᾽fromὧνthe thingsἔπαθενHe sufferedτὴνtheὑπακοήν,obedience,

9καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,

καὶandτελειωθεὶςhaving been perfectedἐγένετοHe becameπᾶσινto allτοῖςthoseὑπακούουσινobeyingαὐτῷHimαἴτιοςthe authorσωτηρίαςof salvationαἰωνίου,eternal,

10προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.

προσαγορευθεὶςhaving been designatedὑπὸbyτοῦtheθεοῦGodἀρχιερεὺςa high priestκατὰaccording toτὴνtheτάξινorderΜελχισέδεκ.of Melchizedek.

11περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

περὶConcerningοὗthisπολὺςthere is muchἡμῖνfrom ustheλόγοςspeechκαὶandδυσερμήνευτοςdifficult in interpretationλέγειν,to speak,ἐπεὶsinceνωθροὶsluggishγεγόνατεyou have becomeταῖςin theἀκοαῖς.hearings.

12καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος οὐ στερεᾶς τροφῆς.

καὶEvenγὰρforὀφείλοντεςyou oughtεἶναιto beδιδάσκαλοιteachersδιὰbyτὸνtheχρόνον,time,πάλινagainχρείανneed ofἔχετεyou haveτοῦoneδιδάσκεινto teachὑμᾶςyouτινὰwhat isτὰtheστοιχεῖαprinciplesτῆςof theἀρχῆςbeginningτῶνof theλογίωνoraclesτοῦtheθεοῦof Godκαὶandγεγόνατεyou have becomeχρείανneedἔχοντεςthose havingγάλακτοςof milkοὐnotστερεᾶςof solidτροφῆς.food.

13πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν·

πᾶςEveryoneγὰρforwhoμετέχωνis partaking onlyγάλακτοςof milkἄπειροςis inexperiencedλόγουin the wordδικαιοσύνης·of righteousness;νήπιοςan infantγάρforἐστιν·he is;

14τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

τελείωνfor the matureδέhoweverἐστινistheστερεὰsolidτροφὴfoodτῶνfor thoseδιὰthroughτὴνtheἕξινconstant useτὰtheαἰσθητήριαsensesγεγυμνασμέναtrainedἐχόντωνwho are havingπρὸςability toδιάκρισινdistinguishκαλοῦgoodτεbothκαὶandκακοῦ.evil.

‹ Hebrews 4Hebrews 6 ›