The Westcott and Hort text with a word by word English gloss under every Greek word. 291 words in 16 verses.
Open Hebrews 4 in the interlinear reader1Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.
ΦοβηθῶμενWe may fearοὖνthereforeμήποτεotherwiseκαταλειπομένηςwhile is left remainingἐπαγγελίαςthe promiseεἰσελθεῖνto enterεἰςintoτὴνtheκατάπαυσινrestαὐτοῦ,of Him,δοκῇmay seemτιςanyἐξofὑμῶνyouὑστερηκέναι.to have fallen short.
2καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι· ἀλλ᾽ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.
καὶAndγάρforἐσμενwe areεὐηγγελισμένοιevangelisedκαθάπερjust asκἀκεῖνοι·also they were;ἀλλ᾽butοὐκnotὠφέλησενdid profitὁtheλόγοςmessageτῆςtheἀκοῆςof their hearingἐκείνουςthemμὴnotσυγκεκερασμένουςunited withτῇtheπίστειfaithτοῖςof thoseἀκούσασιν.having heard.
3Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες καθὼς εἴρηκεν· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων.
ΕἰσερχόμεθαWe enterγὰρforεἰςintoτὴνtheκατάπαυσινrestοἱthoseπιστεύσαντεςhaving believedκαθὼςeven asεἴρηκεν·He has said:ὡςSoὤμοσαI sworeἐνinτῇtheὀργῇwrathμου·of mine;εἰNotεἰσελεύσονταιwill they enterεἰςintoτὴνtheκατάπαυσίνrestμου·of Mine;καίτοιand yetτῶνtheἔργωνworksἀπὸfromκαταβολῆςthe foundationκόσμουof the worldγενηθέντων.have been finished.
4εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως· καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.
εἴρηκενHe has spokenγάρforπουsomewhereπερὶconcerningτῆςtheἑβδόμηςseventh dayοὕτως·in this way;καὶAndκατέπαυσενrestedὁtheθεὸςGodἐνonτῇtheἡμέρᾳdayτῇtheἑβδόμῃseventhἀπὸfromπάντωνallτῶνtheἔργωνworksαὐτοῦ.of Him.
5καὶ ἐν τούτῳ πάλιν· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
καὶAndἐνinτούτῳthis passageπάλιν·again;εἰNotεἰσελεύσονταιwill they enterεἰςintoτὴνtheκατάπαυσίνrestμου.of Mine.
6ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτὴν καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπείθειαν,
ἐπεὶSinceοὖνthereforeἀπολείπεταιit remains forτινὰςsomeεἰσελθεῖνto enterεἰςintoαὐτὴνitκαὶandοἱthoseπρότερονformerlyεὐαγγελισθέντεςhaving been evangelisedοὐκnotεἰσῆλθονthey did enter inδι᾽because ofἀπείθειαν,disobedience,
7πάλιν τινὰ ὁρίζει ἡμέραν· σήμερον, ἐν Δαυὶδ λέγων· μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
πάλινagainτινὰa certainὁρίζειHe appointsἡμέραν·day:σήμερον,Today,ἐνthroughΔαυὶδDavidλέγων·saying:μετὰafterτοσοῦτονso longχρόνον,a time,καθὼςeven asπροείρηται,it has been predicted,σήμερονTodayἐὰνifτῆςtheφωνῆςvoiceαὐτοῦof Himἀκούσητε,you shall hear,μὴnotσκληρύνητεshall hardenτὰςtheκαρδίαςheartsὑμῶν.of you.
8Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας·
ΕἰIfγὰρforαὐτοὺςto themἸησοῦςJoshuaκατέπαυσεν,gave rest,οὐκnotἂνthen wouldπερὶaboutἄλληςanotherἐλάλειwas he speakingμετὰafterταῦταthisἡμέρας·day;
9ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ.
ἄραSo thenἀπολείπεταιthere remainsσαββατισμὸςa Sabbath restτῷfor theλαῷpeopleτοῦtheθεοῦ.of God.
10ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός.
ὁThe oneγὰρforεἰσελθὼνhaving enteredεἰςintoτὴνtheκατάπαυσινrestαὐτοῦof Himκαὶalsoαὐτὸςhe himselfκατέπαυσενrestedἀπὸfromτῶνtheἔργωνworksαὐτοῦof himὥσπερasἀπὸfromτῶνtheἰδίωνHis ownὁtheθεός.God did.
11Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
ΣπουδάσωμενWe may be diligentοὖνthereforeεἰσελθεῖνto enterεἰςintoἐκείνηνthat veryτὴνtheκατάπαυσιν,rest,ἵναso thatμὴnotἐνbyτῷtheαὐτῷsameτιςanyoneὑποδείγματιexampleπέσῃmay fallτῆςtheἀπειθείας.of disobedience.
12ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
ζῶνLiving isγὰρforὁtheλόγοςwordτοῦtheθεοῦof Godκαὶandἐνεργὴςactiveκαὶandτομώτεροςsharperὑπὲρthanπᾶσανanyμάχαιρανswordδίστομονtwo-edgedκαὶevenδιϊκνούμενοςpenetratingἄχριas far asμερισμοῦthe divisionψυχῆςof soulκαὶandπνεύματος,spirit,ἁρμῶνof jointsτεandκαὶalsoμυελῶν,marrows,καὶandκριτικὸςable to judgeἐνθυμήσεωνthe thoughtsκαὶandἐννοιῶνintentionsκαρδίας·of the heart;
13καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.
καὶAndοὐκnotἔστινthere isκτίσιςcreatureἀφανὴςhiddenἐνώπιονbeforeαὐτοῦ·Him;πάνταall thingsδὲhoweverγυμνὰare uncoveredκαὶandτετραχηλισμέναlaid bareτοῖςto theὀφθαλμοῖςeyesαὐτοῦof Himπρὸςtoὃνwhomἡμῖνis ourὁtheλόγος.reckoning.
14Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
ἜχοντεςHavingοὖνthereforeἀρχιερέαa high priestμέγανgreatδιεληλυθόταhaving passed throughτοὺςtheοὐρανούς,heavens,ἸησοῦνJesusτὸνtheυἱὸνSonτοῦtheθεοῦ,of God,κρατῶμενwe may hold firmlyτῆςtheὁμολογίας.to our confession.
15οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας.
οὐNotγὰρforἔχομενhave weἀρχιερέαa high priestμὴnotδυνάμενονbeing ableσυμπαθῆσαιto sympathizeταῖςwith theἀσθενείαιςweaknessesἡμῶν,of us,πεπειρασμένονtemptedδὲhoweverκατὰinπάνταall thingsκαθ᾽byὁμοιότηταthe same wayχωρὶςwithoutἁμαρτίας.sin.
16προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
προσερχώμεθαWe may comeοὖνthereforeμετὰwithπαρρησίαςboldnessτῷto theθρόνῳthroneτῆςtheχάριτος,of grace,ἵναso thatλάβωμενwe may receiveἔλεοςmercyκαὶandχάρινgraceεὕρωμενmay findεἰςforεὔκαιρονin time of needβοήθειαν.help.