The Westcott and Hort text with a word by word English gloss under every Greek word. 633 words in 40 verses.
Open Hebrews 11 in the interlinear reader1Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
ἜστινIsδὲnowπίστιςfaithἐλπιζομένωνof things hoped forὑπόστασις,the assurance,πραγμάτωνof thingsἔλεγχοςthe convictionοὐnotβλεπομένων.being seen.
2ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
ἐνInταύτῃthisγὰρforἐμαρτυρήθησανwere commendedοἱtheπρεσβύτεροι.ancients.
3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.
ΠίστειBy faithνοοῦμενwe understandκατηρτίσθαιto have been formedτοὺςtheαἰῶναςagesῥήματιby declarationθεοῦof Godεἰςso thatτὸwhichμὴnotἐκout of thingsφαινομένωνbeing visibleτὸthe thingβλεπόμενονbeing seenγεγονέναι.becoming.
4Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ· καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
ΠίστειBy faithπλείοναa more excellentθυσίανsacrificeἍβελAbelπαρὰthanΚάϊνCainπροσήνεγκενofferedτῷtheθεῷ,to God,δι᾽throughἧςwhichἐμαρτυρήθηhe was testifiedεἶναιto beδίκαιοςrighteousμαρτυροῦντοςbearing witnessἐπὶtoτοῖςtheδώροιςgiftsαὐτοῦof himτοῦtheθεοῦ·God;καὶandδι᾽throughαὐτῆςitἀποθανὼνhaving diedἔτιstillλαλεῖ.he speaks.
5Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ·
ΠίστειBy faithἙνὼχEnochμετετέθηwas translatedτοῦtheμὴnotἰδεῖνto seeθάνατονdeathκαὶandοὐχnotηὑρίσκετοwas he foundδιότιbecauseμετέθηκενtook upαὐτὸνhimὁtheθεός·God;πρὸBeforeγὰρforτῆςtheμεταθέσεωςtranslationμεμαρτύρηταιhe has been commendedεὐαρεστηκέναιto have pleasedτῷtheθεῷ·God;
6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
χωρὶςWithoutδὲnowπίστεωςfaithἀδύνατονit is impossibleεὐαρεστῆσαι·to please Him;πιστεῦσαιTo believeγὰρforδεῖit behoovesτὸνthe oneπροσερχόμενονdrawing nearτῷtheθεῷto GodὅτιthatἔστινHe existsκαὶand thatτοῖςto thoseἐκζητοῦσινearnestly seeking outαὐτὸνHimμισθαποδότηςa rewarderγίνεται.He becomes.
7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
ΠίστειBy faithχρηματισθεὶςhaving been divinely instructedΝῶεNoahπερὶconcerningτῶνthe thingsμηδέπωnot yetβλεπομένωνseenεὐλαβηθεὶςhaving been moved with fearκατεσκεύασενhe preparedκιβωτὸνan arkεἰςforσωτηρίανthe salvationτοῦof theοἴκουhouseholdαὐτοῦ,of him,δι᾽throughἧςwhichκατέκρινενhe condemnedτὸνtheκόσμονworldκαὶandτῆςof theκατὰaccording toπίστινfaithδικαιοσύνηςrighteousness that isἐγένετοhe becameκληρονόμος.heir.
8Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
ΠίστειBy faithκαλούμενοςbeing calledἈβραὰμAbrahamὑπήκουσενobeyedἐξελθεῖνto go outεἰςintoτόπονa placeὃνthatἤμελλενhe was goingλαμβάνεινto receiveεἰςforκληρονομίανan inheritanceκαὶandἐξῆλθενwent outμὴnotἐπιστάμενοςknowingποῦwhereἔρχεται.he is going.
9Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
ΠίστειBy faithπαρῴκησενhe sojournedεἰςinγῆνlandτῆςof theἐπαγγελίαςpromiseὡςas inἀλλοτρίανa foreign countryἐνinσκηναῖςtentsκατοικήσαςhaving dweltμετὰwithἸσαὰκIsaacκαὶandἸακὼβJacobτῶνtheσυγκληρονόμωνjoint-heirsτῆςof theἐπαγγελίαςpromiseτῆςtheαὐτῆς·same;
10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
ἐξεδέχετοHe was awaitingγὰρforτὴνtheτοὺςtheθεμελίουςfoundationsἔχουσανhavingπόλινcityἧςof whichτεχνίτηςthe architectκαὶandδημιουργὸςbuilder isὁtheθεός.God.
11Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
ΠίστειBy faithκαὶalsoαὐτὴherselfΣάρραSarahδύναμινpowerεἰςforκαταβολὴνthe conceptionσπέρματοςof seedἔλαβενreceivedκαὶevenπαρὰbeyondκαιρὸνthe opportuneἡλικίαςageἐπεὶsinceπιστὸνfaithfulἡγήσατοshe consideredτὸνthe Oneἐπαγγειλάμενον.having promised.
12διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
διὸThereforeκαὶalsoἀφ᾽fromἑνὸςone manἐγεννήθησαν,were born,καὶandταῦταheνενεκρωμένου,as good as dead,καθὼςeven asτὰtheἄστραstarsτοῦtheοὐρανοῦof heavenτῷtheπλήθειin multitudeκαὶandὡςasἡtheἄμμοςsandἡtheπαρὰbyτὸtheχεῖλοςshoreτῆςof theθαλάσσηςseaἡtheἀναρίθμητος.countless.
13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
ΚατὰInπίστινfaithἀπέθανονdiedοὗτοιtheseπάντεςallμὴnotκομισάμενοιbeing repaidτὰςtheἐπαγγελίαςpromisesἀλλὰbutπόρρωθενfrom afarαὐτὰςthemἰδόντεςhaving seenκαὶandἀσπασάμενοιhaving embraced themκαὶandὁμολογήσαντεςhaving confessedὅτιthatξένοιstrangersκαὶandπαρεπίδημοίsojournersεἰσινthey areἐπὶonτῆςtheγῆς.earth.
14οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
οἱThoseγὰρforτοιαῦταsuch thingsλέγοντεςsayingἐμφανίζουσινmake manifestὅτιthatπατρίδαtheir countryἐπιζητοῦσιν.they are seeking.
15καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
καὶAndεἰifμὲνindeedἐκείνηςthat oneἐμνημόνευονthey were rememberingἀφ᾽fromἧςwhereἐξέβησαν,they came out,εἶχονthey hadἂνthen wouldκαιρὸνopportunityἀνακάμψαι·to return;
16νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
νῦνnowδὲhoweverκρείττονοςto a better oneὀρέγονται,they stretch forward to,τοῦτ᾽Thatἔστινisἐπουρανίου·to a heavenly one;διὸThereforeοὐκnotἐπαισχύνεταιis ashamed ofαὐτοὺςthemὁtheθεὸςGodθεὸςGodἐπικαλεῖσθαιto be calledαὐτῶν·of them;ἡτοίμασενHe has preparedγὰρindeedαὐτοῖςfor themπόλιν.a city.
17Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
ΠίστειBy faithπροσενήνοχενhas offered upἈβραὰμAbrahamτὸνtheἸσαὰκIsaacπειραζόμενος,Being tested,καὶevenτὸνtheμονογενῆhis only begotten sonπροσέφερενwas offering upὁthe oneτὰςtheἐπαγγελίαςpromisesἀναδεξάμενος,having received,
18πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·
πρὸςas toὃνwhomἐλαλήθηit was saidὅτιthatἐνInἸσαὰκIsaacκληθήσεταίwill be reckonedσοιyourσπέρμα·offspring;
19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
λογισάμενοςhaving reasonedὅτιthatκαὶevenἐκout fromνεκρῶνthe deadἐγείρεινto raiseδυνατὸςable wasὁtheθεός,God,ὅθενfrom whereαὐτὸνhimκαὶalsoἐνinπαραβολῇa simileἐκομίσατο.he received.
20Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
ΠίστειBy faithκαὶalsoπερὶconcerningμελλόντωνthe things comingεὐλόγησενblessedἸσαὰκIsaacτὸνtheἸακὼβJacobκαὶandτὸνtheἨσαῦ.Esau.
21Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
ΠίστειBy faithἸακὼβJacobἀποθνῄσκωνdyingἕκαστονeachτῶνof theυἱῶνsonsἸωσὴφof Josephεὐλόγησενblessedκαὶandπροσεκύνησενworshipedἐπὶonτὸtheἄκρονtopτῆςof theῥάβδουstaffαὐτοῦ.of him.
22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
ΠίστειBy faithἸωσὴφJosephτελευτῶνdyingπερὶconcerningτῆςtheἐξόδουexodusτῶνof theυἱῶνsonsἸσραὴλof Israelἐμνημόνευσενmade mentionκαὶandπερὶconcerningτῶνtheὀστέωνbonesαὐτοῦof himἐνετείλατο.gave instructions.
23Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
ΠίστειBy faithΜωϋσῆςMosesγεννηθεὶςhaving been bornἐκρύβηhe was hiddenτρίμηνονthree monthsὑπὸbyτῶνtheπατέρωνparentsαὐτοῦof himδιότιbecauseεἶδονthey sawἀστεῖονwas beautifulτὸtheπαιδίονlittle childκαὶandοὐκnotἐφοβήθησανthey did fearτὸtheδιάταγμαedictτοῦof theβασιλέως.king.
24Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
ΠίστειBy faithΜωϋσῆςMosesμέγαςgrownγενόμενοςhaving becomeἠρνήσατοhe refusedλέγεσθαιto be namedυἱὸςthe sonθυγατρὸςof the daughterΦαραώ,of Pharaoh,
25μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·
μᾶλλονratherἑλόμενοςhaving chosenσυγκακουχεῖσθαιto suffer affliction withτῷtheλαῷpeopleτοῦtheθεοῦof Godἢthanπρόσκαιρονthe temporaryἔχεινto haveἁμαρτίαςof sinἀπόλαυσιν·enjoyment;
26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
μείζοναgreaterπλοῦτονwealthἡγησάμενοςhaving esteemedτῶνthan thatΑἰγύπτουEgyptθησαυρῶνtreasuresτὸνtheὀνειδισμὸνreproachτοῦtheΧριστοῦ·of Christ;ἀπέβλεπενhe was lookingγὰρforεἰςtowardτὴνtheμισθαποδοσίαν.reward.
27Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
ΠίστειBy faithκατέλιπενhe leftΑἴγυπτονEgyptμὴnotφοβηθεὶςhaving fearedτὸνtheθυμὸνangerτοῦof theβασιλέως·king;τὸνtheγὰρforἀόρατονInvisible Oneὡςasὁρῶνseeingἐκαρτέρησεν.he persevered.
28Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
ΠίστειBy faithπεποίηκενhe has keptτὸtheπάσχαPassoverκαὶandτὴνtheπρόσχυσινsprinklingτοῦof theαἵματος,blood,ἵναso thatμὴnotὁthe oneὀλοθρεύωνdestroyingτὰtheπρωτότοκαfirstbornθίγῃmay touchαὐτῶν.them.
29Πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
ΠίστειBy faithδιέβησανthey passed throughτὴνtheἐρυθρὰνRedθάλασσανSeaὡςasδιὰthroughξηρᾶςdryγῆς,land,ἧςwhichπεῖρανan attemptλαβόντεςhaving madeοἱtheΑἰγύπτιοιEgyptiansκατεπόθησαν.were swallowed up.
30Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
ΠίστειBy faithτὰtheτείχηwallsἸεριχὼof Jerichoἔπεσανfellκυκλωθένταhaving been encircledἐπὶforἑπτὰsevenἡμέρας.days.
31Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
ΠίστειBy faithῬαὰβRahabἡtheπόρνηprostituteοὐnotσυναπώλετοdid perish withτοῖςthoseἀπειθήσασινhaving disobeyedδεξαμένηhaving receivedτοὺςtheκατασκόπουςspiesμετ᾽withεἰρήνης.peace.
32Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν·
ΚαὶAndτίwhatἔτιmoreλέγω;shall I say?ἐπιλείψειWill failμεmeγὰρforδιηγούμενονtellingὁtheχρόνοςtimeπερὶofΓεδεών,Gideon,Βαράκ,Barak,Σαμψών,Samson,Ἰεφθάε,Jephthah,ΔαυίδDavidτεalsoκαὶandΣαμουὴλSamuelκαὶandτῶνtheπροφητῶν·prophets;
33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
οἳwhoδιὰthroughπίστεωςfaithκατηγωνίσαντοconqueredβασιλείας,kingdoms,εἰργάσαντοadministeredδικαιοσύνην,justice,ἐπέτυχονobtainedἐπαγγελιῶν,promises,ἔφραξανshutστόματαthe mouthsλεόντων,of lions,
34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
ἔσβεσανquenchedδύναμινthe powerπυρός,of fire,ἔφυγονescapedστόματαthe bladesμαχαίρης,of the sword,ἐδυναμώθησανbe empoweredἀπὸout ofἀσθενείας,weakness,ἐγενήθησανbecameἰσχυροὶmightyἐνinπολέμῳ,war,παρεμβολὰςthe armiesἔκλινανput to flightἀλλοτρίων.of foreigners.
35ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
ἔλαβονReceived backγυναῖκεςwomenἐξbyἀναστάσεωςresurrectionτοὺςtheνεκροὺςdeadαὐτῶν·of them;ἄλλοιothersδὲthenἐτυμπανίσθησανwere torturedοὐnotπροσδεξάμενοιhaving acceptedτὴνtheἀπολύτρωσιν,release,ἵναso thatκρείττονοςa betterἀναστάσεωςresurrectionτύχωσιν·they may obtain;
36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
ἕτεροιOthersδὲthenἐμπαιγμῶνof mockingsκαὶandμαστίγωνof scourgingsπεῖρανtrialἔλαβον,received,ἔτιin additionδὲalsoδεσμῶνof chainsκαὶandφυλακῆς·imprisonment;
37ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
ἐλιθάσθησαν,They were stoned,ἐπρίσθησαν,they were sawed in twoἐπειράσθησαν,testedἐνbyφόνῳslaughterμαχαίρηςof the swordἀπέθανον·they were killed;περιῆλθονthey wanderedἐνinμηλωταῖς,sheepskins,ἐνinαἰγείοιςgoats’δέρμασιν,skins,ὑστερούμενοι,being destitute,θλιβόμενοι,being oppressed,κακουχούμενοι,being mistreated,
38ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
ὧνof whomοὐκnotἦνwasἄξιοςworthyὁtheκόσμος·world;ἐπὶinἐρημίαιςdesertsπλανώμενοιwanderingκαὶandὄρεσινin mountainsκαὶandσπηλαίοιςin cavesκαὶandταῖςin theὀπαῖςholesτῆςof theγῆς.earth.
39Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν
ΚαὶAndοὗτοιtheseπάντεςallμαρτυρηθέντεςhaving been commendedδιὰthroughτῆςtheπίστεωςfaithοὐκnotἐκομίσαντοdid receiveτὴνtheἐπαγγελίανpromise
40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
τοῦtheθεοῦGodπερὶforἡμῶνusκρεῖττόνbetterτιsomethingπροβλεψαμένου,having planned,ἵναso thatμὴnotχωρὶςapart fromἡμῶνusτελειωθῶσιν.they may be made perfect.