The Westcott and Hort text with a word by word English gloss under every Greek word. 455 words in 29 verses.
Open Galatians 3 in the interlinear reader1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;
ὮOἀνόητοιfoolishΓαλάται,Galatians!τίςWhoὑμᾶςyouἐβάσκανενhas bewitchedοἷςwhoseκατ᾽beforeὀφθαλμοὺςeyesἸησοῦςJesusΧριστὸςChristπροεγράφηwas publicly portrayedἐσταυρωμένος;as crucified?
2τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
τοῦτοThisμόνονonlyθέλωI wishμαθεῖνto learnἀφ᾽fromὑμῶν·you;ἐξbyἔργωνworksνόμουof the LawτὸtheπνεῦμαSpiritἐλάβετεdid you receiveἢorἐξbyἀκοῆςhearingπίστεως;of faith?
3οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
οὕτωςSoἀνόητοίfoolishἐστε;are you?ἐναρξάμενοιHaving begunπνεύματιin the Spiritνῦνnowσαρκὶin the fleshἐπιτελεῖσθε;are you being perfected?
4τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
τοσαῦταSo many thingsἐπάθετεdid you sufferεἰκῇ;in vain?εἴifγεindeedκαὶevenεἰκῇ.in vain!
5Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
ὉThe Oneοὖνthereforeἐπιχορηγῶνsupplyingὑμῖνto youτὸtheπνεῦμαSpiritκαὶandἐνεργῶνworkingδυνάμειςmiraclesἐνamongὑμῖν,you,ἐξis it out ofἔργωνworksνόμουof the Lawἢorἐξout ofἀκοῆςhearingπίστεως;of faith?
6καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
καθὼςEven asἈβραὰμAbrahamἐπίστευσενbelievedτῷtheθεῷin Godκαὶandἐλογίσθηit was reckonedαὐτῷto himεἰςasδικαιοσύνην.righteousness.
7γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
γινώσκετεdo knowἄραthenὅτιthatοἱthoseἐκofπίστεωςfaithοὗτοιtheseυἱοίsonsεἰσινareἈβραάμ.of Abraham.
8προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
προϊδοῦσαHaving foreseenδὲthenἡtheγραφὴScriptureὅτιthatἐκbyπίστεωςfaithδικαιοῖjustifiesτὰtheἔθνηGentilesὁtheθεός,God,προευηγγελίσατοforetold the gospelτῷtheἈβραὰμto AbrahamὅτιthatἐνευλογηθήσονταιWill be blessedἐνinσοὶyouπάνταallτὰtheἔθνη.nations.
9ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
ὥστεSo thenοἱthoseἐκofπίστεωςfaithεὐλογοῦνταιare blessedσὺνalong withτῷtheπιστῷbelievingἈβραάμ.Abraham.
10ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
ὅσοιAs many asγὰρforἐξofἔργωνworksνόμουof the Lawεἰσίν,are,ὑπὸunderκατάρανa curseεἰσίν·are;γέγραπταιit has been writtenγὰρforὅτιthatἐπικατάρατοςCursed isπᾶςeveryoneὃςwhoοὐκnotἐμμένειdoes continueπᾶσινall thingsτοῖςwhichγεγραμμένοιςwrittenἐνinτῷtheβιβλίῳbookτοῦof theνόμουLawτοῦtheποιῆσαιto doαὐτά.them.
11ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
ὅτιforδὲnowἐνbyνόμῳthe lawοὐδεὶςno oneδικαιοῦταιis justifiedπαρὰbeforeτῷtheθεῷGodδῆλον,is evident,ὅτιbecauseὁTheδίκαιοςrighteousἐκbyπίστεωςfaithζήσεται·will live;
12ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.
ὁtheδὲAndνόμοςthe Lawοὐκnotἔστινisἐκofπίστεωςfaithἀλλ᾽ratherὁThe oneποιήσαςhaving doneαὐτὰthese thingsζήσεταιwill liveἐνbyαὐτοῖς.them.
13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
ΧριστὸςChristἡμᾶςusἐξηγόρασενredeemedἐκfromτῆςtheκατάραςcurseτοῦof theνόμουLawγενόμενοςhaving becomeὑπὲρforἡμῶνusκατάρα·a curse;ὅτιsinceγέγραπταιit has been writtenἐπικατάρατοςCursed isπᾶςeveryoneὁwhoκρεμάμενοςis hangingἐπὶonξύλου·a tree;
14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
ἵναso thatεἰςtoτὰtheἔθνηGentilesἡtheεὐλογίαblessingτοῦtheἈβραὰμof Abrahamγένηταιmay becomeἐνinΧριστῷChristἸησοῦ,Jesusἵναso thatτὴνtheἐπαγγελίανpromiseτοῦof theπνεύματοςSpiritλάβωμενwe may receiveδιὰthroughτῆςtheπίστεως.faith.
15ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
ἀδελφοί,Brothers,κατὰaccording toἄνθρωπονmanλέγω.I am speaking.ὅμωςEvenἀνθρώπουof manκεκυρωμένηνratifiedδιαθήκηνa covenantοὐδεὶςno oneἀθετεῖsets asideἢorἐπιδιατάσσεται.adds thereto.
16τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει· καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός· καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός.
τῷtheδὲAndἈβραὰμto Abrahamἐρρέθησανwere spokenαἱtheἐπαγγελίαιpromisesκαὶandτῷto theσπέρματιseedαὐτοῦ.of him.οὐNotλέγει·it does say;καὶandτοῖςtheσπέρμασινto seedsὡςasἐπὶofπολλῶνmanyἀλλ᾽butὡςasἐφ᾽ofἑνός·One;καὶandτῷto theσπέρματίseedσουof youὅςwhoἐστινisΧριστός.Christ.
17τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
τοῦτοThisδὲnowλέγω·I say:διαθήκηνThe covenantπροκεκυρωμένηνconfirmed beforehandὑπὸbyτοῦtheθεοῦGodὁtheμετὰafterwardτετρακόσιαfour hundredκαὶandτριάκονταthirtyἔτηyearsγεγονὼςhaving comeνόμοςthe lawοὐκnotἀκυροῖdoes annulεἰςso asτὸtheκαταργῆσαιto nullifyτὴνtheἐπαγγελίαν.promise.
18εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός.
εἰIfγὰρforἐκbyνόμουthe Law isἡtheκληρονομίαinheritanceοὐκέτιno longerἐξbyἐπαγγελίας·a promise;τῷtheδὲbutἈβραὰμto Abrahamδι᾽throughἐπαγγελίαςa promiseκεχάρισταιhas granted itὁtheθεός.God.
19Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου.
ΤίWhyοὖνthenὁtheνόμος;Law?τῶνtheπαραβάσεωνtransgressionsχάρινBecause ofπροσετέθηit was addedἄχριςuntilἂνmaybeἔλθῃmay have comeτὸtheσπέρμαseedᾧto whomἐπήγγελται,promise has been made,διαταγεὶςhaving been ordainedδι᾽throughἀγγέλωνangelsἐνinχειρὶthe handμεσίτου.of a mediator.
20ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.
ὁtheδὲHoweverμεσίτηςa mediatorἑνὸςof one personοὐκnotἔστιν,is,ὁtheδὲbutθεὸςGodεἷςoneἐστιν.is.
21Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐν νόμῳ ἂν ἦν ἡ δικαιοσύνη·
ὉTheοὖνthereforeνόμοςLawκατὰis contrary toτῶνtheἐπαγγελιῶνpromisesτοῦtheθεοῦ;of God?μὴNeverγένοιτο.would it be!εἰIfγὰρforἐδόθηwas givenνόμοςa lawὁwhichδυνάμενοςis being ableζῳοποιῆσαι,to impart life,ὄντωςindeedἐνinνόμῳthe lawἂνthen wouldἦνwas emergingἡtheδικαιοσύνη·righteousness;
22ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
ἀλλὰbutσυνέκλεισενimprisonedἡtheγραφὴScriptureτὰthe thingsπάνταallὑπὸunderἁμαρτίαν,sin,ἵναso thatἡtheἐπαγγελίαpromiseἐκbyπίστεωςfaithἸησοῦfrom JesusΧριστοῦChristδοθῇmay be givenτοῖςto thoseπιστεύουσιν.believing.
23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
ΠρὸBeforeτοῦtheδὲnowἐλθεῖνcomingτὴνtheπίστινfaithὑπὸunderνόμονthe Lawἐφρουρούμεθαwe were held in custodyσυγκλειόμενοιbeing locked upεἰςuntilτὴνwhichμέλλουσανis being soonπίστινfaithἀποκαλυφθῆναι.to be revealed.
24ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
ὥστεso thatὁtheνόμοςLawπαιδαγωγὸςtrainerἡμῶνof usγέγονενhas becomeεἰςuntoΧριστόν,Christ,ἵναso thatἐκbyπίστεωςfaithδικαιωθῶμεν·we may be justified;
25ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
ἐλθούσηςWhen was comingδὲnowτῆςtheπίστεωςfaithοὐκέτιno longerὑπὸunderπαιδαγωγόνa trainerἐσμεν.we are.
26πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·
πάντεςallγὰρforυἱοὶsonsθεοῦof Godἐστεyou areδιὰthroughτῆςtheπίστεωςfaithἐνinΧριστῷChristἸησοῦ·Jesus;
27ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
ὅσοιAs many asγὰρforεἰςintoΧριστὸνChristἐβαπτίσθητε,you were baptized,ΧριστὸνChristἐνεδύσασθε.you have put on.
28οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
οὐκNeitherἔνιthere isἸουδαῖοςJewοὐδὲnorἝλλην,Greek,οὐκneitherἔνιthere isδοῦλοςslaveοὐδὲnorἐλεύθερος,free,οὐκneitherἔνιthere isἄρσενmaleκαὶandθῆλυ·female;πάντεςallγὰρforὑμεῖςyou yourselvesεἷςoneἐστεareἐνinΧριστῷChristἸησοῦ.Jesus.
29εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι.
εἰIfδὲnowὑμεῖςyou yourselves areΧριστοῦ,Christ’s,ἄραthenτοῦtheἈβραὰμAbraham’sσπέρμαseedἐστέ,you are,κατ᾽according toἐπαγγελίανthe promiseκληρονόμοι.heirs.