Galatians 2 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 386 words in 21 verses.

Open Galatians 2 in the interlinear reader

1Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συνπαραλαβὼν καὶ Τίτον·

ἜπειταThenδιὰafterδεκατεσσάρωνfourteenἐτῶνyearsπάλινagainἀνέβηνI went upεἰςtoἹεροσόλυμαJerusalemμετὰwithΒαρναβᾶBarnabasσυνπαραλαβὼνtaking with meκαὶalsoΤίτον·Titus;

2ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.

ἀνέβηνI went upδὲnowκατὰaccording toἀποκάλυψινa revelationκαὶandἀνεθέμηνset beforeαὐτοῖςthemτὸtheεὐαγγέλιονgospelthatκηρύσσωI proclaimἐνamongτοῖςtheἔθνεσιν,Gentiles —κατ᾽apartἰδίανprivatelyδὲhoweverτοῖςto thoseδοκοῦσιν,esteemed —μήlestπωςperhapsεἰςinκενὸνvainτρέχωI may be runningorἔδραμον.have run.

3ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·

ἀλλ᾽Butοὐδὲnot evenΤίτοςTituswho wasσὺνwithἐμοί,me myself,Ἕλληνa Greekὤν,being,ἠναγκάσθηwas compelledπεριτμηθῆναι·to be circumcised;

4διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν,

διὰbecause ofδὲevenτοὺςtheπαρεισάκτουςbrought in secretlyψευδαδέλφους,false brothers,οἵτινεςwhoπαρεισῆλθονcame in by stealthκατασκοπῆσαιto spy outτὴνtheἐλευθερίανfreedomἡμῶνof usἣνwhichἔχομενwe haveἐνinΧριστῷChristἸησοῦ,Jesus,ἵναthatἡμᾶςusκαταδουλώσουσιν,they will enslave,

5οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.

οἷςto whomοὐδὲnot evenπρὸςforὥρανan hourεἴξαμενdid we yieldτῇtheὑποταγῇ,in subjection,ἵναso thattheἀλήθειαtruthτοῦof theεὐαγγελίουgospelδιαμείνῃmay continueπρὸςwithὑμᾶς.you.

6ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον ὁ θεὸς ἀνθρώπου οὐ λαμβάνει· ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,

ἀπὸOfδὲnowτῶνthoseδοκούντωνesteemedεἶναίto beτι,something —ὁποῖοίwhatsoeverποτεformerlyἦσανthey wereοὐδένno thingμοιto meδιαφέρει·makes a difference;πρόσωπονthe facetheθεὸςGodἀνθρώπουof a manοὐnotλαμβάνει·does take account of;ἐμοὶto me myselfγὰρforοἱtheδοκοῦντεςesteemedοὐδὲνno thingπροσανέθεντο,added,

7ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς,

ἀλλὰButτοὐναντίον,on the contrary,ἰδόντεςhaving seenὅτιthatπεπίστευμαιI have been entrusted withτὸtheεὐαγγέλιονgospelτῆςof theἀκροβυστίαςuncircumcisionκαθὼςeven asΠέτροςPeter with thatτῆςof theπεριτομῆς,circumcision

8ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,

the Oneγὰρforἐνεργήσαςhaving workedΠέτρῳin Peterεἰςforἀποστολὴνapostleshipτῆςof theπεριτομῆςcircumcisionἐνήργησενdidκαὶalsoἐμοὶin me myselfεἰςtowardτὰtheἔθνη,Gentiles —

9καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν,

καὶandγνόντεςhaving knownτὴνtheχάρινgraceτὴνwhichδοθεῖσάνhaving been givenμοι,to me,ἸάκωβοςJamesκαὶandΚηφᾶςCephasκαὶandἸωάννης,John,οἱthoseδοκοῦντεςesteemedστῦλοιpillarsεἶναι,to be,δεξιὰςthe right handsἔδωκανgaveἐμοὶto me myselfκαὶandΒαρναβᾷto Barnabasκοινωνίας,of fellowship,ἵναthatἡμεῖςwe ourselves should goεἰςtoτὰtheἔθνη,Gentiles,αὐτοὶtheyδὲhoweverεἰςtoτὴνtheπεριτομήν,circumcision,

10μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

μόνονOnly they askedτῶνtheπτωχῶνpoorἵναthatμνημονεύωμεν·we may remember;thatκαὶalsoἐσπούδασαI was eagerαὐτὸthe sameτοῦτοthingποιῆσαι.to do.

11Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.

ὍτεWhenδὲhoweverἦλθενcameΚηφᾶςPeterεἰςtoἈντιόχειαν,Antioch,κατὰtoπρόσωπονfaceαὐτῷhisἀντέστην,I opposed him,ὅτιbecauseκατεγνωσμένοςcondemnedἦν.he was standing.

12πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτὸν φοβούμενος τοὺς ἐκ περιτομῆς·

πρὸBeforeτοῦtheγὰρforἐλθεῖνto comeτιναςcertain onesἀπὸfromἸακώβουJamesμετὰwithτῶνtheἐθνῶνGentilesσυνήσθιεν·he was eating;ὅτεwhenδὲhoweverἦλθον,they came,ὑπέστελλενhe was drawing backκαὶandἀφώριζενhe was separatingἑαυτὸνhimselfφοβούμενοςbeing afraid ofτοὺςthoseἐκofπεριτομῆς·the circumcision;

13καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.

καὶAndσυνυπεκρίθησανacted hypocriticallyαὐτῷwith himκαὶalsoοἱtheλοιποὶrestἸουδαῖοιof the Jewsὥστεso thatκαὶevenΒαρναβᾶςBarnabasσυναπήχθηwas carried awayαὐτῶνof themτῇby theὑποκρίσει.hypocrisy.

14ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;

ἀλλ᾽ButὅτεwhenεἶδονI sawὅτιthatοὐκnotὀρθοποδοῦσινthey are walking uprightlyπρὸςaccording toτὴνtheἀλήθειανtruthτοῦof theεὐαγγελίου,gospel,εἶπονI saidτῷtheΚηφᾷto Peterἔμπροσθενbeforeπάντων·all;εἰIfσὺyou yourselfἸουδαῖοςa Jewὑπάρχωνbeingἐθνικῶςlike a GentileκαὶandοὐκnotἸουδαϊκῶςlike a Jewζῇς,live,πῶςwhyτὰtheἔθνηGentilesἀναγκάζειςdo you compelἰουδαΐζειν;to Judaize?

15ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί·

ἡμεῖςWe ourselvesφύσειby birthἸουδαῖοιJewsκαὶandοὐκnotἐξofἐθνῶνthe Gentilesἁμαρτωλοί·sinners;

16εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.

εἰδότεςknowingδὲthenὅτιthatοὐnotδικαιοῦταιis justifiedἄνθρωποςa manἐξbyἔργωνworksνόμουof lawἐὰνonlyμὴexceptδιὰthroughπίστεωςfaithἸησοῦfrom JesusΧριστοῦ,Christκαὶevenἡμεῖςwe ourselvesεἰςinΧριστὸνChristἸησοῦνJesusἐπιστεύσαμεν,believed,ἵναthatδικαιωθῶμενwe may be justifiedἐκbyπίστεωςfaithΧριστοῦfrom Christκαὶandοὐκnotἐξbyἔργωνworksνόμου·of the Law;ὅτιsinceἐξbyἔργωνworksνόμουof the Lawοὐnotδικαιωθήσεταιwill be justifiedπᾶσαanyσάρξ.flesh.

17εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.

εἰIfδὲhoweverζητοῦντεςseekingδικαιωθῆναιto be justifiedἐνinΧριστῷChristεὑρέθημενhave been foundκαὶalsoαὐτοὶwe ourselvesἁμαρτωλοί,sinners,ἆραsurely not isΧριστὸςChristἁμαρτίαςof sinδιάκονος;a minister?μὴNeverγένοιτο.would it be!

18εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω·

εἰIfγὰρforthatκατέλυσα,I had torn down,ταῦταthese thingsπάλινagainοἰκοδομῶ,I build,παραβάτηνa transgressorἐμαυτὸνmyselfσυνιστάνω·I prove;

19ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι·

ἐγὼI myselfγὰρforδιὰthroughνόμουthe Lawνόμῳto the Lawἀπέθανον,died,ἵναthatθεῷto Godζήσω.I may live.Χριστῷ20 to Christσυνεσταύρωμαι·I have been crucified with;

20ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

ζῶI liveδὲnowοὐκέτιno longerἐγώ,I myself,ζῇlivesδὲhoweverἐνinἐμοὶme myselfΧριστός·Christ;that whichδὲthenνῦνnowζῶI liveἐνinσαρκί,the flesh,ἐνthroughπίστειfaithζῶI liveτῇthatτοῦfrom theυἱοῦSonτοῦtheθεοῦof Godτοῦthe One whoἀγαπήσαντόςhaving lovedμεmeκαὶandπαραδόντοςhaving given upἑαυτὸνHimselfὑπὲρforἐμοῦ.me.

21οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

οὐκNotἀθετῶI do set asideτὴνtheχάρινgraceτοῦtheθεοῦ·of God;εἰifγὰρforδιὰthroughνόμουthe Lawδικαιοσύνη,righteousness is,ἄραthenΧριστὸςChristδωρεὰνfor naughtἀπέθανεν.died.

‹ Galatians 1Galatians 3 ›