Ephesians 5 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 456 words in 33 verses.

Open Ephesians 5 in the interlinear reader

1Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ

Γίνεσθεdo beοὖνthereforeμιμηταὶimitatorsτοῦtheθεοῦof Godὡςasτέκναchildrenἀγαπητὰbeloved

2καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ὑμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

καὶandπεριπατεῖτεdo walkἐνinἀγάπῃloveκαθὼςeven asκαὶalsotheΧριστὸςChristἠγάπησενlovedὑμᾶςyouκαὶandπαρέδωκενgave upἑαυτὸνhimselfὑπὲρforὑμῶνyouπροσφορὰνas an offeringκαὶandθυσίανa sacrificeτῷtheθεῷto Godεἰςintoὀσμὴνan aromaεὐωδίας.of a sweet smell.

3Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις

ΠορνείαSexual immoralityδὲhoweverκαὶandἀκαθαρσίαimpurityπᾶσαallorπλεονεξίαcovetousnessμηδὲnot evenὀνομαζέσθωshould be namedἐνamongὑμῖνyouκαθὼςasπρέπειis properἁγίοιςto saints

4καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ἃ οὐκ ἀνῆκεν ἀλλὰ μᾶλλον εὐχαριστία.

καὶandαἰσχρότηςfilthinessκαὶandμωρολογίαfoolish talkingorεὐτραπελίαcrude jokingwhichοὐκnotἀνῆκενwere fitἀλλὰbutμᾶλλονratherεὐχαριστία.thanksgiving.

5τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.

τοῦτοThisγὰρforἴστεyou should knowγινώσκοντεςrealizingὅτιthatπᾶςanyπόρνοςfornicatororἀκάθαρτοςunclean personorπλεονέκτης,covetous man,whoἐστινisεἰδωλολάτρης,an idolater,οὐκnotἔχειhasκληρονομίανinheritanceἐνinτῇtheβασιλείᾳkingdomτοῦtheΧριστοῦof Christκαὶandθεοῦ.of God.

6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

ΜηδεὶςNo oneὑμᾶςyouἀπατάτωshould deceiveκενοῖςwith emptyλόγοις·words;διὰbecause ofταῦταthese thingsγὰρforἔρχεταιcomestheὀργὴwrathτοῦtheθεοῦof Godἐπὶuponτοὺςtheυἱοὺςsonsτῆςtheἀπειθείας.of disobedience.

7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.

μὴNotοὖνthereforeγίνεσθεdo beσυμμέτοχοιpartakersαὐτῶν.with them.

8ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,

ἦτεYou wereγάρforποτεonceσκότοςdarknessνῦνnowδὲhoweverφῶςlightἐνinκυρίῳ·the Lord;ὡςasτέκναchildrenφωτὸςof lightπεριπατεῖτε,do walk —

9ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,

theγὰρforκαρπὸςthe fruitτοῦof theφωτὸςlight isἐνinπάσῃallἀγαθωσύνῃgoodnessκαὶandδικαιοσύνῃin righteousnessκαὶandἀληθείᾳ,in truth —

10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ.

δοκιμάζοντεςdiscerningτίwhatἐστινisεὐάρεστονwell-pleasingτῷto theκυρίῳ.Lord.

11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·

καὶAndμὴnotσυγκοινωνεῖτεdo have fellowship withτοῖςtheἔργοιςworksτοῖςtheἀκάρποιςunfruitfulτοῦtheσκότους,of darkness,μᾶλλονratherδὲhoweverκαὶevenἐλέγχετε·do expose them;

12τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.

τὰthe thingsγὰρforκρυφῇin secretγινόμεναbeing doneὑπ᾽byαὐτῶνthemαἰσχρόνshamefulἐστινit isκαὶevenλέγειν.to mention.

13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται·

τὰtheδὲButπάνταeverythingἐλεγχόμεναbeing exposedὑπὸbyτοῦtheφωτὸςlightφανεροῦται·is made visible;

14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν· διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

πᾶνeverythingγὰρforτὸwhichφανερούμενονis becoming visibleφῶςlightἐστιν·is;διὸ14 Thereforeλέγει·it says:ἔγειρεdo awakeyou who areκαθεύδωνsleepingκαὶandἀνάσταdo rise upἐκout fromτῶνtheνεκρῶν,dead,καὶandἐπιφαύσειwill shine uponσοιyoutheΧριστός.Christ.

15Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί,

Βλέπετεdo take heedοὖνthereforeἀκριβῶςcarefullyπῶςhowπεριπατεῖτεyou walkμὴnotὡςasἄσοφοιunwiseἀλλ᾽butὡςasσοφοί,wise,

16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.

ἐξαγοραζόμενοιredeemingτὸνtheκαιρόν,time,ὅτιbecauseαἱtheἡμέραιdaysπονηραίevilεἰσιν.are.

17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.

διὰBecause ofτοῦτοthisμὴnotγίνεσθεdo beἄφρονες,foolish,ἀλλὰbutσυνίετεdo understandτίwhatτὸtheθέλημαwillτοῦof theκυρίου.Lord is.

18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι

καὶAndμὴnotμεθύσκεσθεdo be drunkοἴνῳ,with wine,ἐνinwhichἐστινisἀσωτία,debauchery,ἀλλὰInsteadπληροῦσθεdo be filledἐνwithπνεύματιthe Spirit

19λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,

λαλοῦντεςspeakingἑαυτοῖςto each otherψαλμοῖςpsalmsκαὶandὕμνοιςin hymnsκαὶandᾠδαῖςin songsπνευματικαῖς,spiritual,ᾄδοντεςsingingκαὶandψάλλοντεςmaking melodyτῇtheκαρδίᾳheartὑμῶνof youτῷto theκυρίῳ,Lord,

20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί·

εὐχαριστοῦντεςgiving thanksπάντοτεat all timesὑπὲρforπάντωνall thingsἐνinὀνόματιthe nameτοῦtheκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦChristτῷto theθεῷGodκαὶandπατρί·Father;

21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.

ὑποτασσόμενοιBe submitting yourselvesἀλλήλοιςto one anotherἐνinφόβῳreverenceΧριστοῦ.of Christ.

22Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ·

Αἱyou who areγυναῖκες,wives,τοῖςtheἰδίοιςto your ownἀνδράσινhusbandsὡςasτῷto theκυρίῳ·Lord;

23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος·

ὅτιforἀνήρhusbandἐστινisκεφαλὴheadτῆςof theγυναικὸςwifeὡςasκαὶalsotheΧριστὸςChristκεφαλὴis the headτῆςof theἐκκλησίας,church,αὐτὸςHe HimselfσωτὴρSaviorτοῦof theσώματος·body;

24ἀλλ᾽ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.

ἀλλ᾽Butὡςeven astheἐκκλησίαchurchὑποτάσσεταιis subjectedτῷtheΧριστῷto Christοὕτωςsoκαὶalsoαἱtheγυναῖκεςwivesτοῖςtheἀνδράσινhusbandsἐνinπαντί.everything.

25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς

Οἱyou who areἄνδρες,Husbands,ἀγαπᾶτεdo loveτὰςtheγυναῖκαςwivesκαθὼςeven asκαὶalsotheΧριστὸςChristἠγάπησενlovedτὴνtheἐκκλησίανchurchκαὶandἑαυτὸνHimselfπαρέδωκενgave upὑπὲρforαὐτῆςher

26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,

ἵναso thatαὐτὴνherἁγιάσῃHe may sanctifyκαθαρίσαςhaving cleansed herτῷby theλουτρῷwashingτοῦtheὕδατοςof waterἐνbyῥήματι,declaration

27ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.

ἵναso thatπαραστήσῃmay presentαὐτὸςHe himselfἑαυτῷto Himselfἔνδοξονin gloryτὴνtheἐκκλησίανchurchμὴnotἔχουσανhavingσπίλονspotorῥυτίδαwrinkleorτιanyτῶνof theτοιούτων,such things,ἀλλ᾽butἵναthatit may beἁγίαholyκαὶandἄμωμος.blameless.

28οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·

οὕτωςSoὀφείλουσινoughtκαὶalsoοἱtheἄνδρεςhusbandsἀγαπᾶνto loveτὰςtheἑαυτῶνtheir ownγυναῖκαςwivesὡςasτὰtheἑαυτῶνtheir ownσώματα.bodies.The oneἀγαπῶνlovingτὴνtheἑαυτοῦhis ownγυναῖκαwifeἑαυτὸνhimselfἀγαπᾷ·loves;

29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,

οὐδεὶςno oneγάρforποτεat any timeτὴνtheἑαυτοῦhis ownσάρκαfleshἐμίσησεν,hated,ἀλλ᾽butἐκτρέφειhe nourishesκαὶandθάλπειhe cherishesαὐτὴνitκαθὼςeven asκαὶalso doestheΧριστὸςChristτὴνtheἐκκλησίαν,church,

30ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ

ὅτιforμέληmembersἐσμὲνwe areτοῦof theσώματοςbodyαὐτοῦof Him

31ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

ἀντὶBecause ofτούτουthisκαταλείψειwill leaveἄνθρωποςa manτὸνtheπατέραfatherκαὶandτὴνtheμητέραmotherκαὶandπροσκολληθήσεταιwill be joinedπρὸςtoτὴνtheγυναῖκαwifeαὐτοῦ,of him,καὶandἔσονταιwill beοἱtheδύοtwoεἰςintoσάρκαfleshμίαν.one.

32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.

τὸtheμυστήριονmysteryτοῦτοthisμέγαgreatἐστίν,is,ἐγὼI myselfδὲhoweverλέγωspeakεἰςas toΧριστὸνChristκαὶandεἰςas toτὴνtheἐκκλησίαν.church.

33πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

πλὴνHoweverκαὶalsoὑμεῖςyouοἱtheκαθ᾽according toἕνα,individual,ἕκαστοςeachτὴνtheἑαυτοῦhis ownγυναῖκαwifeοὕτωςsoἀγαπάτωshould loveὡςasἑαυτόν,himself,theδὲandγυνὴthe wifeἵναthatφοβῆταιshe may respectτὸνtheἄνδρα.husband.

‹ Ephesians 4Ephesians 6 ›