The Westcott and Hort text with a word by word English gloss under every Greek word. 363 words in 25 verses.
Open Colossians 3 in the interlinear reader1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
ΕἰIfοὖνthenσυνηγέρθητεyou have been raised withτῷtheΧριστῷ,Christ,τὰthe thingsἄνωaboveζητεῖτε,do seek,οὗwhereὁtheΧριστόςChristἐστινisἐνat theδεξιᾷright handτοῦtheθεοῦof Godκαθήμενος·sitting;
2τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς.
τὰThe thingsἄνωaboveφρονεῖτεdo set your minds onμὴnotτὰthe thingsἐπὶonτῆςtheγῆς.earth.
3ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
ἀπεθάνετεYou have diedγὰρforκαὶandἡtheζωὴlifeὑμῶνof youκέκρυπταιhas been hiddenσὺνwithτῷtheΧριστῷChristἐνinτῷtheθεῷ·God;
4ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
ὅτανWhenὁtheΧριστὸςChristφανερωθῇ,may be revealed,ἡtheζωὴlifeἡμῶν,of usτότεthenκαὶalsoὑμεῖςyou yourselvesσὺνwithαὐτῷHimφανερωθήσεσθεwill appearἐνinδόξῃ.glory.
5Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
Νεκρώσατεdo put to deathοὖνthereforeτὰtheμέληmembersτὰwhich areἐπὶuponτῆςtheγῆς,earth:πορνείαν,sexual immorality,ἀκαθαρσίαν,impurity,πάθος,passion,ἐπιθυμίανdesireκακὴνevilκαὶandτὴνtheπλεονεξίανcovetousnessἥτιςwhichἐστὶνisεἰδωλολατρία,idolatry,
6δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ
δι᾽because ofἃwhich thingsἔρχεταιis comingἡtheὀργὴwrathτοῦtheθεοῦof God
7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν τούτοις.
ἐνinοἷςwhichκαὶalsoὑμεῖςyou yourselvesπεριεπατήσατέwalkedποτε,onceὅτεwhenἐζῆτεyou were livingἐνinτούτοις.them.
8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν.
ΝυνὶNowδὲhoweverἀπόθεσθεdo put offκαὶalsoὑμεῖςyou yourselvesτὰtheπάντα,all these things:ὀργήν,anger,θυμόν,rage,κακίαν,malice,βλασφημίαν,slander,αἰσχρολογίανfoul languageἐκout ofτοῦtheστόματοςmouthὑμῶν.of you.
9Μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
ΜὴNotψεύδεσθεdo lieεἰςtoἀλλήλουςone anotherἀπεκδυσάμενοιhaving put offτὸνtheπαλαιὸνoldἄνθρωπονmanσὺνwithταῖςtheπράξεσινpracticesαὐτοῦof him
10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·
καὶandἐνδυσάμενοιhaving put onτὸνtheνέον,new,τὸνwhichἀνακαινούμενονis being renewedεἰςinἐπίγνωσινknowledgeκατ᾽according toεἰκόναthe imageτοῦof the one whoκτίσαντοςhaving createdαὐτόν·him;
11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.
ὅπουwhereοὐκnotἔνιthere isἝλληνGreekκαὶandἸουδαῖος,Jew,περιτομὴcircumcisionκαὶandἀκροβυστία,uncircumcision,βάρβαρος,Barbarian,Σκύθης,Scythian,δοῦλος,slave,ἐλεύθερος,free,ἀλλὰbutπάνταallκαὶandἐνinπᾶσινallΧριστός.Christ is.
12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν·
Ἐνδύσασθεdo put onοὖν,therefore,ὡςasἐκλεκτοὶthe electτοῦtheθεοῦof Godἅγιοιholyκαὶandἠγαπημένοι,beloved,σπλάγχναheartsοἰκτιρμοῦ,of compassion,χρηστότητα,kindness,ταπεινοφροσύνην,humility,πραΰτητα,gentleness,μακροθυμίαν·and patience;
13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς·
ἀνεχόμενοιbearing withἀλλήλωνeach otherκαὶandχαριζόμενοιforgivingἑαυτοῖςeach otherἐάνIfτιςanyoneπρόςagainstτιναanotherἔχῃshall haveμομφήν·a complaint;καθὼςeven asκαὶalsoὁtheκύριοςLordἐχαρίσατοhas forgivenὑμῖν,you,οὕτωςsoκαὶalsoὑμεῖς·you;
14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
ἐπὶBeyondπᾶσινallδὲnowτούτοιςtheseτὴνput on theἀγάπην,love,ὅwhichἐστινisσύνδεσμοςthe bondτῆςtheτελειότητος.of perfect unity.
15καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
καὶAndἡtheεἰρήνηpeaceτοῦtheΧριστοῦfrom Christβραβευέτωshould ruleἐνinταῖςtheκαρδίαιςheartsὑμῶν,of you,εἰςtoἣνwhichκαὶalsoἐκλήθητεyou were calledἐνinἑνὶoneσώματι·body;καὶAndεὐχάριστοιthankfulγίνεσθε.do be.
16Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
ὉTheλόγοςwordτοῦtheΧριστοῦof Christἐνοικείτωshould dwellἐνinὑμῖνyouπλουσίως,richly,ἐνinπάσῃallσοφίᾳ,wisdomδιδάσκοντεςteachingκαὶandνουθετοῦντεςadmonishingἑαυτοὺςyourselvesψαλμοῖς,in psalms,ὕμνοις,in hymns,ᾠδαῖςin songsπνευματικαῖςspiritualἐνwithχάριτιgraceᾄδοντεςsingingἐνinταῖςtheκαρδίαιςheartsὑμῶνof youτῷtheθεῷ·to God;
17καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι᾽ αὐτοῦ.
καὶAndπᾶνeverythingὅwhichτιwhatἐὰνmaybeποιῆτεyou shall doἐνinλόγῳwordἢorἐνinἔργῳ,deed,πάνταallἐνinὀνόματιthe nameκυρίουof the LordἸησοῦJesusεὐχαριστοῦντεςgiving thanksτῷtheθεῷto Godπατρὶthe Fatherδι᾽throughαὐτοῦ.Him.
18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἀνῆκεν ἐν κυρίῳ.
Αἱyou who areγυναῖκες,wives,ὑποτάσσεσθεdo be submittedτοῖςtheἀνδράσινhusbandsὡςasἀνῆκενwas fittingἐνinκυρίῳ.the Lord.
19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
Οἱyou who areἄνδρες,Husbands,ἀγαπᾶτεdo loveτὰςtheγυναῖκαςwivesκαὶandμὴnotπικραίνεσθεdo be harshπρὸςtowardαὐτάς.them.
20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ.
Τὰyou who areτέκνα,Children,ὑπακούετεdo obeyτοῖςtheγονεῦσινparentsκατὰinπάντα·all things;τοῦτοthisγὰρforεὐάρεστόνpleasingἐστινisἐνinκυρίῳ.Lord.
21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
Οἱyou who areπατέρες,Fathers,μὴnotἐρεθίζετεdo provokeτὰtheτέκναchildrenὑμῶν,of you,ἵναthatμὴnotἀθυμῶσιν.they may become discouraged.
22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι ἀλλ᾽ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον.
Οἱyou who areδοῦλοι,Slaves,ὑπακούετεdo obeyκατὰinπάνταall thingsτοῖςtheκατὰaccording toσάρκαfleshκυρίοις,masters,μὴnotἐνwithὀφθαλμοδουλείαιςeye-servicesὡςasἀνθρωπάρεσκοιmen-pleasersἀλλ᾽butἐνinἁπλότητιsincerityκαρδίαςof heartφοβούμενοιfearingτὸνtheκύριον.Lord.
23ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις·
ὃthatἐὰνmaybeποιῆτε,you shall do,ἐκfromψυχῆςthe soulἐργάζεσθεdo workὡςasτῷto theκυρίῳLordκαὶandοὐκnotἀνθρώποις·to men;
24εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ κυρίῳ Χριστῷ δουλεύετε.
εἰδότεςknowingὅτιthatἀπὸfromκυρίουthe Lordἀπολήμψεσθεyou will receiveτὴνtheἀνταπόδοσινrewardτῆςof theκληρονομίας·inheritance;τῷTheκυρίῳLordΧριστῷChristδουλεύετε.you serve.
25ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία.
ὁThe oneγὰρforἀδικῶνdoing wrongκομίσεταιhe will be repaidὃfor whatἠδίκησενhe has done wrongκαὶandοὐκnotἔστινthere isπροσωπολημψία.partiality.