Acts 4 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 683 words in 37 verses.

Open Acts 4 in the interlinear reader

1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἀρχιερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,

ΛαλούντωνWhen are speakingδὲnowαὐτῶνtheyπρὸςtoτὸνtheλαὸνpeopleἐπέστησανcameαὐτοῖςupon themοἱtheἀρχιερεῖςchief priestsκαὶandtheστρατηγὸςcaptainτοῦof theἱεροῦtempleκαὶandοἱtheΣαδδουκαῖοι,Sadducees,

2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν·

διαπονούμενοιbeing distressedδιὰbecause ofτὸtheδιδάσκεινteachingαὐτοὺςof theirsτὸνto theλαὸνpeopleκαὶandκαταγγέλλεινtheir proclaimingἐνinτῷtheἸησοῦJesusτὴνtheἀνάστασινresurrectionτὴνthatἐκout fromνεκρῶν·the dead;

3καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.

καὶandἐπέβαλονthey laidαὐτοῖςon themτὰςtheχεῖραςhandsκαὶandἔθεντοput themεἰςinτήρησινcustodyεἰςuntilτὴνtheαὔριον·next day;ἦνit wasγὰρforἑσπέραeveningἤδη.already.

4πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε.

πολλοὶManyδὲhoweverτῶνof thoseἀκουσάντωνhaving heardτὸνtheλόγονwordἐπίστευσαν·believed;καὶandἐγενήθηbecameἀριθμὸςnumberτῶνof theἀνδρῶνmenὡςaboutχιλιάδεςthousandπέντε.five.

5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλὴμ

ἘγένετοIt came to passδὲthenἐπὶonτὴνtheαὔριονnext dayσυναχθῆναιassemblingαὐτῶνtheirτοὺςtheἄρχονταςrulersκαὶandτοὺςtheπρεσβυτέρουςeldersκαὶandτοὺςtheγραμματεῖςscribesἐν6 inἸερουσαλὴμJerusalem

6καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ,

καὶandἍνναςAnnastheἀρχιερεὺςhigh priestκαὶandΚαϊάφαςCaiaphasκαὶandἸωάννηςJohnκαὶandἈλέξανδροςAlexanderκαὶandὅσοιas many asἦσανwereἐκofγένουςdescentἀρχιερατικοῦ,high-priestly,

7καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;

καὶAndστήσαντεςhaving placedαὐτοὺςthemἐνinτῷtheμέσῳmidstἐπυνθάνοντο·they were inquiring;ἐνInποίᾳwhatδυνάμειpowerorἐνinποίῳwhatὀνόματιnameἐποιήσατεdidτοῦτοthisὑμεῖς;you yourselves?

8Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι

ΤότεThenΠέτροςPeterπλησθεὶςhaving been filledπνεύματοςwith the SpiritἁγίουHolyεἶπενsaidπρὸςtoαὐτούς·them;ἄρχοντεςRulersτοῦof theλαοῦpeopleκαὶandπρεσβύτεροιelders

9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωται,

εἰifἡμεῖςwe ourselvesσήμερονthis dayἀνακρινόμεθαare being examinedἐπὶas toεὐεργεσίᾳa good workἀνθρώπουto the manἀσθενοῦς,ailing,ἐνbyτίνιwhat meansοὗτοςheσέσωται,has been healed,

10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.

γνωστὸνknownἔστωit should beπᾶσινto allὑμῖνyouκαὶandπαντὶto allτῷtheλαῷpeopleἸσραὴλof IsraelὅτιthatἐνinτῷtheὀνόματιnameἸησοῦof JesusΧριστοῦChristτοῦtheΝαζωραίουof Nazarethὃνwhomὑμεῖςyou yourselvesἐσταυρώσατε,crucified,ὃνwhomtheθεὸςGodἤγειρενraisedἐκout fromνεκρῶν,the dead,ἐνinτούτῳHimοὗτοςthis manπαρέστηκενhas stoodἐνώπιονbeforeὑμῶνyouὑγιής.sound.

11οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.

οὗτόςThisἐστινistheλίθοςstonewhichἐξουθενηθεὶςhaving been rejectedὑφ᾽byὑμῶνyouτῶνtheοἰκοδόμων,builders,whichγενόμενοςhas becomeεἰςintoκεφαλὴνheadγωνίας.of the corner.’

12καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.

καὶAndοὐκnotἔστινthere isἐνinἄλλῳotherοὐδενὶno onetheσωτηρία·salvation;οὐδὲnotγὰρforὄνομάnameἐστινis thereἕτερονanotherὑπὸunderτὸνtheοὐρανὸνheavenτὸwhichδεδομένονgivenἐνamongἀνθρώποιςmenἐνbywhichδεῖit behoovesσωθῆναιto be savedἡμᾶς.us.

13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,

ΘεωροῦντεςSeeingδὲnowτὴνtheτοῦtheΠέτρουof PeterπαρρησίανboldnessκαὶandἸωάννουof Johnκαὶandκαταλαβόμενοιhaving graspedὅτιthatἄνθρωποιmenἀγράμματοίunschooledεἰσινthey areκαὶandἰδιῶται,ordinary,ἐθαύμαζον,they were astonished,ἐπεγίνωσκόνThey were recognizingτεthenαὐτοὺςthemὅτιthatσὺνwithτῷtheἸησοῦJesusἦσαν,they were being,

14τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.

τόνtheτεAndἄνθρωπονthe manβλέποντεςbeholdingσὺνwithαὐτοῖςthemἑστῶταalready standingτὸνwhoτεθεραπευμένον,healed,οὐδὲνno thingεἶχονthey hadἀντειπεῖν.to contradict.

15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους

ΚελεύσαντεςHaving commandedδὲhoweverαὐτοὺςthemἔξωoutsideτοῦtheσυνεδρίουCouncilἀπελθεῖν,to go,συνέβαλλονthey were conferingπρὸςwithἀλλήλουςone another

16λέγοντες· τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι·

λέγοντες·saying;τίWhatποιήσωμενshall we doτοῖςto theἀνθρώποιςmenτούτοις;these?ὅτιforμὲνtrulyγὰρforγνωστὸνa noteworthyσημεῖονsignγέγονενhas come to passδι᾽throughαὐτῶνthemπᾶσινto allτοῖςthoseκατοικοῦσινinhabitingἸερουσαλὴμJerusalemφανερόν,is evident,καὶandοὐnotδυνάμεθαwe are ableἀρνεῖσθαι·to deny it;

17ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.

ἀλλ᾽Butἵναthatμὴnotἐπὶonπλεῖονfurtherδιανεμηθῇit may spreadεἰςamongτὸνtheλαόν,people,ἀπειλησώμεθαlet us warnαὐτοῖςthemμηκέτιno longerλαλεῖνto speakἐπὶinτῷtheὀνόματιnameτούτῳthisμηδενὶto noἀνθρώπων.man.

18καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.

καὶAndκαλέσαντεςhaving calledαὐτοὺςthemπαρήγγειλανthey commandedκαθόλουatμὴnotφθέγγεσθαιto speakμηδὲnorδιδάσκεινto teachἐπὶinτῷtheὀνόματιnameτοῦtheἸησοῦ.of Jesus.

19Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε.

theδὲButΠέτροςPeterκαὶandἸωάννηςJohnἀποκριθέντεςansweringεἶπονsaidπρὸςtoαὐτούς·them;εἰWhetherδίκαιόνrightἐστινit isἐνώπιονbeforeτοῦtheθεοῦGodὑμῶνto youἀκούεινto listenμᾶλλονratherthanτοῦtheθεοῦ,God,κρίνατε.you should judge.

20οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.

οὐnotδυνάμεθαwe are ableγὰρforἡμεῖςwe ourselveswhatεἴδαμενwe have seenκαὶandἠκούσαμενwe heardμὴnotλαλεῖν.to speak.

21οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτοὺς μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι.

οἱtheδὲAndπροσαπειλησάμενοιhaving further threatened themἀπέλυσανthey let goαὐτοὺςthemμηδὲνnothingεὑρίσκοντεςfindingτὸtheπῶςhowκολάσωνταιthey may punishαὐτούς,them,διὰon account ofτὸνtheλαόν,people,ὅτιbecauseπάντεςallἐδόξαζονwere glorifyingτὸνtheθεὸνGodἐπὶforτῷthatγεγονότι.having happened.

22ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

ἐτῶνof yearsγὰρforἦνhe wasπλειόνωνmore thanτεσσεράκονταforty -theἄνθρωποςmanἐφ᾽onὃνwhomγεγόνειhad taken placeτὸtheσημεῖονsignτοῦτοthisτῆςtheἰάσεως.of healing.

23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.

ἈπολυθέντεςHaving been let goδὲnowἦλθονthey cameπρὸςtoτοὺςtheἰδίουςtheir ownκαὶandἀπήγγειλανreportedὅσαas much asπρὸςtoαὐτοὺςthemοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheπρεσβύτεροιeldersεἶπαν.had said.

24οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,

οἱtheδὲAndἀκούσαντεςhaving heardὁμοθυμαδὸνwith one accordἦρανthey lifted upφωνὴνtheir voiceπρὸςtoτὸνtheθεὸνGodκαὶandεἶπαν·said;δέσποτα,Sovereign Lord,σὺYou yourselfwhoποιήσαςmadeτὸνtheοὐρανὸνheavenκαὶandτὴνtheγῆνearthκαὶandτὴνtheθάλασσανseaκαὶandπάνταallτὰthat isἐνinαὐτοῖς,them,

25ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών· ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;

whoτοῦof theπατρὸςfatherἡμῶνof usδιὰthroughπνεύματοςthe SpiritἁγίουHolyστόματοςthrough the mouthΔαυὶδof Davidπαιδόςservantσουof Youεἰπών·having spoken:ἱνατίso whyἐφρύαξανdid rageἔθνηthe Gentilesκαὶandλαοὶpeoplesἐμελέτησανdid deviseκενά;vain things?

26παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.

παρέστησανTook their standοἱtheβασιλεῖςkingsτῆςof theγῆςearthκαὶandοἱtheἄρχοντεςrulersσυνήχθησανwere gatheredἐπὶtogetherτὸtheαὐτὸthemselvesκατὰagainstτοῦtheκυρίουLordκαὶandκατὰagainstτοῦtheχριστοῦChristαὐτοῦ.of Him.’

27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου, Ἰησοῦν ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ

συνήχθησανWere gathered togetherγὰρforἐπ᾽inἀληθείαςtruthἐνinτῇtheπόλειcityταύτῃthisἐπὶagainstτὸνtheἅγιονholyπαῖδάservantσου,of YouἸησοῦνJesusὃνwhomἔχρισας,You anointed,ἩρῴδηςHerodτεbothκαὶandΠόντιοςPontiusΠιλᾶτοςPilateσὺνwithἔθνεσινthe GentilesκαὶandλαοῖςpeoplesἸσραήλof Israel

28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή προώρισεν γενέσθαι.

ποιῆσαιto doὅσαas much astheχείρhandσουof Youκαὶandtheβουλήpurposeπροώρισενdetermined beforehandγενέσθαι.to happen.

29καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου

καὶAndτὰtheνῦν,now,κύριε,Lord,ἔπιδεdo lookἐπὶuponτὰςtheἀπειλὰςthreatsαὐτῶνof themκαὶandδὸςdo grantτοῖςto theδούλοιςservantsσουof Youμετὰwithπαρρησίαςboldnessπάσηςallλαλεῖνto speakτὸνtheλόγονwordσουof You

30ἐν τῷ τὴν χεῖρά ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.

ἐνinτῷthatτὴνtheχεῖράhandἐκτείνεινstretching outσεYouεἰςforἴασινhealingκαὶandσημεῖαsignsκαὶandτέραταwondersγίνεσθαιto take placeδιὰthroughτοῦtheὀνόματοςnameτοῦof theἁγίουholyπαιδόςservantσουof YouἸησοῦ.Jesus.

31καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου πνεύματος καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.

καὶAndδεηθέντωνwhen were prayingαὐτῶνtheyἐσαλεύθηwas shakentheτόποςplaceἐνinwhichἦσανthey wereσυνηγμένοι,assembled,καὶandἐπλήσθησανthey were filledἅπαντεςallτοῦwith theἁγίουHolyπνεύματοςSpiritκαὶandἐλάλουνwere speakingτὸνtheλόγονwordτοῦtheθεοῦof Godμετὰwithπαρρησίας.boldness.

32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς πάντα κοινά.

ΤοῦtheδὲAndπλήθουςthe multitudeτῶνwhoπιστευσάντωνhaving believedἦνwere inκαρδίαheartκαὶandψυχὴsoulμία·one;καὶandοὐδὲnotεἷςoneτιanythingτῶνof theὑπαρχόντωνpossessionsαὐτῷto himἔλεγενwas claimingἴδιονhis ownεἶναι,to be,ἀλλ᾽butἦνwereαὐτοῖςto themπάνταall thingsκοινά.in common.

33καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.

καὶAndδυνάμειwith powerμεγάλῃgreatἀπεδίδουνwere givingτὸtheμαρτύριονtestimonyοἱtheἀπόστολοιapostlesτῆςof theἀναστάσεωςresurrectionτοῦof theκυρίουLordἸησοῦ,Jesusχάριςgraceτεthenμεγάληabundantἦνwasἐπὶuponπάνταςallαὐτούς.them.

34οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων

οὐδὲNot evenγὰρforἐνδεήςin needτιςanyoneἦνthere wasἐνamongαὐτοῖς·them;ὅσοιas many asγὰρforκτήτορεςwere ownersχωρίωνof landsorοἰκιῶνhousesὑπῆρχονwereπωλοῦντεςselling themἔφερονthey were bringingτὰςtheτιμὰςproceedsτῶνof whatπιπρασκομένωνis sold

35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

καὶandἐτίθουνwere laying themπαρὰatτοὺςtheπόδαςfeetτῶνof theἀποστόλων,apostles,διεδίδετοdistribution was madeδὲthenἑκάστῳto eachκαθότιjust asἄνwouldτιςanyoneχρείανneedεἶχεν.had.

36Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,

ἸωσὴφJosephδὲnowwhoἐπικληθεὶςhaving been calledΒαρναβᾶςBarnabasἀπὸbyτῶνtheἀποστόλωνapostleswhichἐστινisμεθερμηνευόμενονbeing translatedυἱὸςSonπαρακλήσεως,of encouragementΛευίτης,a Levite,Κύπριοςa Cypriotτῷat theγένει,birth,

37ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

ὑπάρχοντοςWhen is owningαὐτῷheἀγροῦ,a field,πωλήσαςhaving sold itἤνεγκενhe broughtτὸtheχρῆμαmoneyκαὶandἔθηκενlaid itπαρὰbyτοὺςtheπόδαςfeetτῶνof theἀποστόλων.apostles.

‹ Acts 3Acts 5 ›