The Westcott and Hort text with a word by word English gloss under every Greek word. 495 words in 26 verses.
Open Acts 3 in the interlinear reader1Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
ΠέτροςPeterδὲnowκαὶandἸωάννηςJohnἀνέβαινονwere going upεἰςintoτὸtheἱερὸνtempleἐπὶatτὴνtheὥρανhourτῆςtheπροσευχῆςof prayerτὴνtheἐνάτην.ninth.
2καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
καίAndτιςa certainἀνὴρmanχωλὸςlameἐκfromκοιλίαςwombμητρὸςof motherαὐτοῦof himὑπάρχωνbeingἐβαστάζετο,was being carried,ὃνwhomἐτίθουνthey were placingκαθ᾽everyἡμέρανdayπρὸςatτὴνtheθύρανgateτοῦof theἱεροῦtempleτὴνwhichλεγομένηνis being namedὡραίανBeautifulτοῦtheαἰτεῖνto ask forἐλεημοσύνηνalmsπαρὰfromτῶνthose whoεἰσπορευομένωνwere goingεἰςintoτὸtheἱερόν.temple;.
3ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν.
ὃςwhoἰδὼνhaving seenΠέτρονPeterκαὶandἸωάννηνJohnμέλλονταςbeing aboutεἰσιέναιto enterεἰςintoτὸtheἱερὸνtempleἠρώταwas askingἐλεημοσύνηνalmsλαβεῖν.to receive.
4ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· βλέψον εἰς ἡμᾶς.
ἀτενίσαςHaving looked intentlyδὲnowΠέτροςPeterεἰςuponαὐτὸνhimσὺνwithτῷtheἸωάννῃJohnεἶπεν·he said;βλέψονdo lookεἰςuntoἡμᾶς.us.
5ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
ὁtheδὲAndἐπεῖχενhe was giving heedαὐτοῖςto themπροσδοκῶνexpectingτιsomethingπαρ᾽fromαὐτῶνthemλαβεῖν.to receive.
6Εἶπεν δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει.
ΕἶπενSaidδὲhoweverΠέτρος·Peter;ἀργύριονSilverκαὶandχρυσίονgoldοὐχnoneὑπάρχειthere isμοι·to me;ὃwhatδὲhoweverἔχω,I have,τοῦτόthisσοιto youδίδωμι.I give.ἐνInτῷtheὀνόματιnameἸησοῦof JesusΧριστοῦChristτοῦtheΝαζωραίουof Nazarethπεριπάτει.do walk.
7καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν. παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά,
καὶAndπιάσαςhaving takenαὐτὸνhimτῆςby theδεξιᾶςrightχειρὸςhandἤγειρενhe raised upαὐτόν.him.παραχρῆμαimmediatelyδὲthenἐστερεώθησανwere strengthenedαἱtheβάσειςfeetαὐτοῦof himκαὶandτὰtheσφυδρά,ankles,
8καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.
καὶAndἐξαλλόμενοςleaping upἔστηhe stoodκαὶandπεριεπάτειwas walkingκαὶandεἰσῆλθενhe enteredσὺνwithαὐτοῖςthemεἰςintoτὸtheἱερὸνtempleπεριπατῶνwalkingκαὶandἁλλόμενοςleapingκαὶandαἰνῶνpraisingτὸνtheθεόν.God.
9Καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν.
ΚαὶAndεἶδενsawπᾶςallὁtheλαὸςpeopleαὐτὸνhimπεριπατοῦνταwalkingκαὶandαἰνοῦνταpraisingτὸνtheθεόν.God.
10ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
ἐπεγίνωσκονThey were recognizingδὲthenαὐτὸνhimὅτιthatοὗτοςthisἦνwasὁthe oneπρὸςforτὴνtheἐλεημοσύνηνalmsκαθήμενοςsittingἐπὶatτῇtheὡραίᾳBeautifulπύλῃGateτοῦof theἱεροῦ,temple,καὶandἐπλήσθησανthey were filledθάμβουςwith wonderκαὶandἐκστάσεωςamazementἐπὶatτῷthatσυμβεβηκότιhaving happenedαὐτῷ.to him.
11κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
κρατοῦντοςWhen is clingingδὲnowαὐτοῦheτὸνtheΠέτρονto PeterκαὶandτὸνtheἸωάννηνJohnσυνέδραμενran togetherπᾶςallὁtheλαὸςpeopleπρὸςtoαὐτοὺςthemἐπὶinτῇtheστοᾷporchτῇwhichκαλουμένῃis being calledΣολομῶντοςSolomon’sἔκθαμβοι.greatly amazed.
12ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
ἰδὼνHaving seen itδὲhoweverὁtheΠέτροςPeterἀπεκρίνατοansweredπρὸςtoτὸνtheλαόν·people:ἄνδρεςMenἸσραηλῖται,Israelites,τίwhyθαυμάζετεwonder youἐπὶatτούτῳ,this?ἢOrἡμῖνon usτίwhyἀτενίζετεyou look intentlyὡςas ifἰδίᾳby our ownδυνάμειpowerἢorεὐσεβείᾳgodlinessπεποιηκόσινhaving madeτοῦtheπεριπατεῖνto walkαὐτόν;him?
13ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου κρίναντος ἐκείνου ἀπολύειν·
ὁTheθεὸςGodἈβραὰμof AbrahamκαὶandἸσαὰκof IsaacκαὶandἸακώβ,of Jacob,ὁtheθεὸςGodτῶνof theπατέρωνfathersἡμῶν,of us,ἐδόξασενhas glorifiedτὸνtheπαῖδαservantαὐτοῦof HimἸησοῦνJesusὃνwhomὑμεῖςyou yourselvesμὲνindeedπαρεδώκατεdelivered upκαὶandἠρνήσασθεdisownedκατὰinπρόσωπονthe presenceΠιλάτουof Pilateκρίναντοςhaving adjudgedἐκείνουthat oneἀπολύειν·to release;
14ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
ὑμεῖςYou yourselvesδὲhoweverτὸνtheἅγιονHolyκαὶandδίκαιονRighteous Oneἠρνήσασθεdeniedκαὶandᾐτήσασθεrequestedἄνδραa manφονέαa murdererχαρισθῆναιto be grantedὑμῖν,to you,
15τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
τὸνtheδὲandἀρχηγὸνthe Authorτῆςtheζωῆςof lifeἀπεκτείνατεyou killedὃνwhomὁtheθεὸςGodἤγειρενhas raised upἐκout fromνεκρῶν,the dead,οὗwhereofἡμεῖςwe ourselvesμάρτυρέςwitnessesἐσμεν.are.
16καὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
καὶAndτῇtheπίστειfaithτοῦin theὀνόματοςnameαὐτοῦof Himτοῦτονthis manὃνwhomθεωρεῖτεyou seeκαὶandοἴδατε,knowἐστερέωσενhas strengthenedτὸtheὄνομαnameαὐτοῦof Himκαὶandἡtheπίστιςfaithἡwhich isδι᾽throughαὐτοῦHimἔδωκενhas givenαὐτῷto himτὴνtheὁλοκληρίανcomplete soundnessταύτηνthisἀπέναντιbeforeπάντωνallὑμῶν.of you.
17καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
καὶAndνῦν,now,ἀδελφοί,brothers,οἶδαI knowὅτιthatκατὰinἄγνοιανignoranceἐπράξατε,you acted,ὥσπερasκαὶalsoοἱtheἄρχοντεςrulersὑμῶν·of you;
18ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως.
ὁtheδὲButθεὸςGodἃwhoπροκατήγγειλενforetoldδιὰthroughστόματοςthe mouthπάντωνof allτῶνtheπροφητῶνprophetsπαθεῖνthe sufferingτὸνof theχριστὸνChristαὐτοῦof HimἐπλήρωσενHe has fulfilledοὕτως.thus.
19μετανοήσατε οὖν καὶ ἐπιστρέψατε πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
μετανοήσατεdo repentοὖνthereforeκαὶandἐπιστρέψατεdo turn againπρὸςtoτὸtheἐξαλειφθῆναιblotting outὑμῶνof yourτὰςtheἁμαρτίας,sins,
20ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν
ὅπωςso thatἂνmaybeἔλθωσινmay comeκαιροὶtimesἀναψύξεωςof refreshingἀπὸfromπροσώπουthe presenceτοῦof theκυρίουLordκαὶ20 andἀποστείλῃthat He may sendτὸνthe Oneπροκεχειρισμένονappointedὑμῖνto youχριστὸνChristἸησοῦνJesus
21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν.
ὃνwhomδεῖit behoovesοὐρανὸνheavenμὲνindeedδέξασθαιto receiveἄχριuntilχρόνωνthe timesἀποκαταστάσεωςof restorationπάντωνof all thingsὧνof whichἐλάλησενspokeὁtheθεὸςGodδιὰthroughστόματοςthe mouthτῶνtheἁγίωνholyἀπ᾽fromαἰῶνοςthe ageαὐτοῦof Himπροφητῶν.prophets.
22Μωϋσῆς μὲν εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
ΜωϋσῆςMosesμὲνindeedεἶπενsaidὅτιthatπροφήτηνA prophetὑμῖνto youἀναστήσειwill raise upκύριοςthe LordὁtheθεὸςGodἐκout fromτῶνtheἀδελφῶνbrothersὑμῶνof youὡςlikeἐμέ·me myself;αὐτοῦto HimἀκούσεσθεYou will listenκατὰinπάνταall thingsὅσαas much asἂνmaybeλαλήσῃHe may sayπρὸςtoὑμᾶς.you.
23ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
ἔσταιIt will be thatδὲnowπᾶσαeveryψυχὴsoulἥτιςwhoἂνmaybeμὴunlessἀκούσῃshall heedτοῦtheπροφήτουprophetἐκείνουthatἐξολεθρευθήσεταιwill be utterly destroyedἐκout fromτοῦtheλαοῦ.people.’
24καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας,
καὶAndπάντεςallδὲnowοἱtheπροφῆταιprophetsἀπὸfromΣαμουὴλSamuelκαὶandτῶνthoseκαθεξῆςsubsequentlyὅσοιas many asἐλάλησανspokeκαὶalsoκατήγγειλανtold ofτὰςtheἡμέραςdaysταύτας,these,
25ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
ὑμεῖςYou yourselvesἐστεareοἱtheυἱοὶsonsτῶνof theπροφητῶνprophetsκαὶandτῆςof theδιαθήκηςcovenantἧςthatδιέθετοmadeὁtheθεὸςGodπρὸςwithτοὺςtheπατέραςfathersὑμῶνof youλέγωνsayingπρὸςtoἈβραάμ·Abraham;καὶAndἐνinτῷtheσπέρματίseedσουof youεὐλογηθήσονταιwill blessπᾶσαιallαἱtheπατριαὶfamiliesτῆςof theγῆς.earth.’
26ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
ὑμῖνTo youπρῶτονfirstἀναστήσαςhaving raised upὁtheθεὸςGodτὸνtheπαῖδαservantαὐτοῦof HimἀπέστειλενsentαὐτὸνHimεὐλογοῦνταblessingὑμᾶςyouἐνinτῷtheἀποστρέφεινturning awayἕκαστονeachἀπὸfromτῶνtheπονηριῶνwickednessesὑμῶν.of you.