Acts 2 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 832 words in 47 verses.

Open Acts 2 in the interlinear reader

1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό.

ΚαὶAndἐνduringτῷtheσυμπληροῦσθαιarriving ofτὴνtheἡμέρανdayτῆςtheπεντηκοστῆςof Pentecostἦσανthey wereπάντεςallὁμοῦtogetherἐπὶinτὸtheαὐτό.one place.

2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι

καὶAndἐγένετοcameἄφνωsuddenlyἐκout ofτοῦtheοὐρανοῦheavenἦχοςa soundὥσπερlikeφερομένηςthe rushingπνοῆςof a windβιαίαςviolentκαὶandἐπλήρωσενit filledὅλονallτὸνtheοἶκονhouseοὗwhereἦσανthey wereκαθήμενοιsitting

3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν

καὶAndὤφθησανthere appearedαὐτοῖςto themδιαμεριζόμεναιdividingγλῶσσαιtonguesὡσεὶasπυρὸςof fireκαὶandἐκάθισενsatἐφ᾽uponἕναoneἕκαστονeachαὐτῶνof them

4καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.

καὶAndἐπλήσθησανthey were filled withπάντεςallπνεύματοςSpiritἁγίουHolyκαὶandἤρξαντοbeganλαλεῖνto speakἑτέραιςin otherγλώσσαιςtonguesκαθὼςeven asτὸtheπνεῦμαSpiritἐδίδουwas givingἀποφθέγγεσθαιto utter forthαὐτοῖς.to them.

5Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.

ἮσανWereδὲnowἐνinἸερουσαλὴμJerusalemκατοικοῦντεςdwellingἸουδαῖοι,Jews,ἄνδρεςmenεὐλαβεῖςdevoutἀπὸfromπαντὸςeveryἔθνουςnationτῶνof thoseὑπὸunderτὸνtheοὐρανόν.heaven.

6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

γενομένηςWhen was happeningδὲnowτῆςtheφωνῆςsoundταύτηςthisσυνῆλθενcame togetherτὸtheπλῆθοςmultitudeκαὶandσυνεχύθη,was confounded,ὅτιbecauseἤκουσενheardεἷςoneἕκαστοςeachτῇin theirἰδίᾳownδιαλέκτῳlanguageλαλούντωνspeakingαὐτῶν.them.

7ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχὶ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;

ἐξίσταντοThey were amazedδὲthenκαὶandἐθαύμαζονwere marvelingλέγοντεςsayingΟὐχὶSurelyἰδοὺbeholdπάντεςallοὗτοίtheseεἰσινareοἱwhoλαλοῦντεςare speakingΓαλιλαῖοι;Galileans?

8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,

καὶAndπῶςhowἡμεῖςwe ourselvesἀκούομενhearἕκαστοςeachτῇin theἰδίᾳownδιαλέκτῳlanguageἡμῶνof usἐνinwhichἐγεννήθημεν,we were born?

9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,

ΠάρθοιParthiansκαὶandΜῆδοιMedesκαὶandἘλαμῖταιElamitesκαὶandοἱthoseκατοικοῦντεςinhabitingτὴνtheΜεσοποταμίαν,Mesopotamia,ἸουδαίανJudeaτεalsoκαὶandΚαππαδοκίαν,Cappadocia,ΠόντονPontusκαὶandτὴνtheἈσίαν,Asia,

10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,

ΦρυγίανPhrygiaτεbothκαὶandΠαμφυλίαν,Pamphylia,ΑἴγυπτονEgyptκαὶandτὰtheμέρηpartsτῆςtheΛιβύηςof Libyaτῆςthatκατὰare aroundΚυρήνηνCyreneκαὶandοἱthoseἐπιδημοῦντεςvisiting hereῬωμαῖοι,from Rome,

11Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ;

ἸουδαῖοίJewsτεbothκαὶandπροσήλυτοι,converts,Κρῆτες11 CretansκαὶandἌραβες,Arabs —ἀκούομενdo we hearλαλούντωνspeakingαὐτῶνthemταῖςtheἡμετέραιςin our ownγλώσσαιςtonguesτὰtheμεγαλεῖαgreat thingsτοῦtheθεοῦ;of God?

12ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο ἄλλος πρὸς ἄλλον λέγοντες· τί θέλει τοῦτο εἶναι;

ἐξίσταντοWere amazedδὲthenπάντεςallκαὶandδιηποροῦντοtheythemselves were perplexedἄλλοςotherπρὸςtoἄλλονotherλέγοντες·saying;τίWhatθέλειintendsτοῦτοthisεἶναι;to be?

13ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.

ἕτεροιOthersδὲhoweverδιαχλευάζοντεςmockingἔλεγονwere sayingὅτιthatγλεύκουςOf new wineμεμεστωμένοιfilledεἰσίν.they are.

14Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.

ΣταθεὶςHaving stood upδὲhowevertheΠέτροςPeterσὺνwithτοῖςtheἕνδεκαelevenἐπῆρενhe lifted upτὴνtheφωνὴνvoiceαὐτοῦof himκαὶandἀπεφθέγξατοspoke forthαὐτοῖς·to them:ἄνδρεςMenἸουδαῖοιof Judeaκαὶandοἱyou who areκατοικοῦντεςinhabitingἸερουσαλὴμJerusalemπάντες,all,τοῦτοthisὑμῖνto youγνωστὸνknownἔστωshould beκαὶandἐνωτίσασθεdo give heed toτὰtheῥήματάdeclarationsμου.of mine.

15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,

οὐNotγὰρforὡςasὑμεῖςyou yourselvesὑπολαμβάνετεsupposeοὗτοιtheseμεθύουσιν,are drunkards,ἔστινit isγὰρforὥραthe hourτρίτηthirdτῆςof theἡμέρας,day,

16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·

ἀλλὰbutτοῦτόthisἐστινisτὸthatεἰρημένονspokenδιὰthroughτοῦtheπροφήτουprophetἸωήλ·Joel:

17καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται.

καὶAndἔσταιit will beἐνinταῖςtheἐσχάταιςlastἡμέραις,days,λέγειsaystheθεός,God,ἐκχεῶI will pour outἀπὸofτοῦtheπνεύματόςSpiritμουof Mineἐπὶuponπᾶσανallσάρκαfleshκαὶandπροφητεύσουσινwill prophesyοἱtheυἱοὶsonsὑμῶνof youκαὶandαἱtheθυγατέρεςdaughtersὑμῶν,of you,καὶandοἱtheνεανίσκοιyoung menὑμῶνof youὁράσειςvisionsὄψονταιwill beholdκαὶandοἱtheπρεσβύτεροιeldersὑμῶνof youἐνυπνίοιςdreamsἐνυπνιασθήσονται.will dream.

18καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσιν.

καίandγεevenἐπὶuponτοὺςtheδούλουςservantsμουof Mineκαὶandἐπὶuponτὰςtheδούλαςhandmaidensμουof MineἐνinταῖςtheἡμέραιςdaysἐκείναιςthoseἐκχεῶI will pour outἀπὸofτοῦtheπνεύματόςSpiritμουof Mineκαὶandπροφητεύσουσιν.they will prophesy.

19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

καὶandδώσωI will showτέραταwondersἐνinτῷtheοὐρανῷheavenἄνωaboveκαὶandσημεῖαsignsἐπὶonτῆςtheγῆςearthκάτω,below,αἷμαbloodκαὶandπῦρfireκαὶandἀτμίδαvaporκαπνοῦ.of smoke.

20ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

Theἥλιοςsunμεταστραφήσεταιwill be turnedεἰςintoσκότοςdarknessκαὶandtheσελήνηmoonεἰςintoαἷμα,blood,πρὶνbeforeἐλθεῖνcomingἡμέρανdayκυρίουof the Lordτὴνtheμεγάληνgreatκαὶandἐπιφανῆ.glorious.

21καὶ ἔσται, πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

καὶAndἔσται,it will be,πᾶςeveryoneὃςwhoἐὰνifἐπικαλέσηταιthey shall call uponτὸtheὄνομαnameκυρίουof the Lordσωθήσεται.will be saved.’

22Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις οἷς ἐποίησεν δι᾽ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,

ἌνδρεςMenἸσραηλῖται,Israelites,ἀκούσατεdo hearτοὺςtheλόγουςwordsτούτους·these:ἸησοῦνJesusτὸνtheΝαζωραῖον,of Nazareth,ἄνδραa manἀποδεδειγμένονset forthἀπὸbyτοῦtheθεοῦGodεἰςtoὑμᾶςyouδυνάμεσινby miraclesκαὶandτέρασινby wondersκαὶandσημείοιςby signsοἷςwhichἐποίησενdidδι᾽throughαὐτοῦHimtheθεὸςGodἐνinμέσῳthe midstὑμῶν,of you,καθὼςeven asαὐτοὶyou yourselvesοἴδατε,know,

23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,

τοῦτονHimτῇby theὡρισμένῃdeterminedβουλῇplanκαὶandπρογνώσειforeknowledgeτοῦtheθεοῦof Godἔκδοτονdelivered upδιὰthroughχειρὸςhandἀνόμωνlawlessπροσπήξαντεςhaving crucifiedἀνείλατε,You executed,

24ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ.

ὃνwhomtheθεὸςGodἀνέστησενraised upλύσαςhaving loosedτὰςtheὠδῖναςagonyτοῦtheθανάτου,of death,καθότιinasmuch asοὐκnotἦνit wasδυνατὸνpossibleκρατεῖσθαιfor to be heldαὐτὸνHimὑπ᾽byαὐτοῦ.it.

25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ·

ΔαυὶδDavidγὰρforλέγειsaysεἰςaboutαὐτόν·Him:προορώμηνI was foresseeingτὸνtheκύριονLordἐνώπιόνbeforeμουmeδιὰthroughπαντός,all times,ὅτιbecauseἐκat theδεξιῶνright handμούof meἐστινHe isἵναthatμὴnotσαλευθῶ·I may be shaken;

26διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι.

διὰBecause ofτοῦτοthisηὐφράνθηwas gladtheκαρδίαheartμουof mineκαὶandἠγαλλιάσατοrejoicedtheγλῶσσάtongueμου,of mine,ἔτιandδὲnowκαὶalsotheσάρξfleshμουof mineκατασκηνώσειwill dwellἐπ᾽inἐλπίδι.hope.

27ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

ὅτιforοὐκnotἐγκαταλείψειςYou will abandonτὴνtheψυχήνsoulμουof mineεἰςintoᾅδην,Hades,οὐδὲnorδώσειςwill You allowτὸνtheὅσιόνHoly Oneσουof Youἰδεῖνto seeδιαφθοράν.decay.

28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

ἐγνώρισάςYou have made knownμοιto meὁδοὺςthe pathsζωῆς,of life,πληρώσειςYou will fillμεmeεὐφροσύνηςwith joyμετὰinτοῦtheπροσώπουpresenceσου.of You.’

29Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.

ἌνδρεςMenἀδελφοί,brothers,ἐξὸνit is permitted meεἰπεῖνto speakμετὰwithπαρρησίαςfreedomπρὸςtoὑμᾶςyouπερὶconcerningτοῦtheπατριάρχουpatriarchΔαυὶδDavidὅτιthatκαὶbothἐτελεύτησενhe diedκαὶandἐτάφηwas buriedκαὶandτὸtheμνῆμαtombαὐτοῦof himἔστινisἐνamongἡμῖνusἄχριuntoτῆςtheἡμέραςdayταύτης.this.

30προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,

προφήτηςA prophetοὖνthereforeὑπάρχωνbeingκαὶandεἰδὼςknowingὅτιthatὅρκῳwith an oathὤμοσενsworeαὐτῷto himtheθεὸςGodἐκout of theκαρποῦfruitτῆςof theὀσφύοςloinsαὐτοῦof himκαθίσαιto setἐπὶuponτὸνtheθρόνονthroneαὐτοῦ,of him,

31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.

προϊδὼνHaving foreseenἐλάλησενhe spokeπερὶconcerningτῆςtheἀναστάσεωςresurrectionτοῦof theΧριστοῦChristὅτιthatοὔτεneitherἐγκατελείφθηwas He left behindεἰςintoᾅδηνHadesοὔτεnortheσὰρξfleshαὐτοῦof Himεἶδενsawδιαφθοράν.decay.

32τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.

τοῦτονThisτὸνtheἸησοῦνJesusἀνέστησενhas raised uptheθεός,God,οὗof whichπάντεςallἡμεῖςwe ourselvesἐσμενareμάρτυρες.witnesses.

33τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.

τῇTo theδεξιᾷright handοὖνthereforeτοῦtheθεοῦof Godὑψωθεὶςhaving been exaltedτήνtheτεandἐπαγγελίανthe promiseτοῦof theπνεύματοςSpiritτοῦtheἁγίουHolyλαβὼνhaving receivedπαρὰfromτοῦtheπατρὸςFatherἐξέχεενHe has poured outτοῦτοthiswhichὑμεῖςyou yourselvesκαὶbothβλέπετεare seeingκαὶandἀκούετε.hearing.

34οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου,

οὐNotγὰρforΔαυὶδDavidἀνέβηascendedεἰςintoτοὺςtheοὐρανούς,heavens,λέγειhe saysδὲhoweverαὐτός·himself:εἶπενSaidκύριοςLordτῷto theκυρίῳLordμου·of me;κάθουdo sitἐκatδεξιῶνthe right handμου,of Me,

35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

ἕωςuntilἂνwhenθῶI may placeτοὺςtheἐχθρούςenemiesσουof Youὑποπόδιονa footstoolτῶνof theποδῶνfeetσου.of You.’

36ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

ἀσφαλῶςAssuredlyοὖνthereforeγινωσκέτωshould knowπᾶςallοἶκοςthe houseἸσραὴλof IsraelὅτιthatκαὶbothκύριονLordαὐτὸνHimκαὶandχριστὸνChristἐποίησενhas madetheθεός,God —τοῦτονthisτὸνtheἸησοῦνJesusὃνwhomὑμεῖςyou yourselvesἐσταυρώσατε.crucified.

37Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;

ἈκούσαντεςHaving heardδὲthenκατενύγησανthey were piercedτὴνto theκαρδίαν,heart,εἶπόνthey saidτεthenπρὸςtoτὸνtheΠέτρονPeterκαὶandτοὺςtheλοιποὺςotherἀποστόλους·apostles;τίWhatποιήσωμεν,shall we do,ἄνδρεςmenἀδελφοί;brothers?

38Πέτρος δὲ πρὸς αὐτούς· μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·

ΠέτροςPeterδὲthenπρὸςtoαὐτούς·them;μετανοήσατεdo repentκαὶandβαπτισθήτωshould be baptizedἕκαστοςevery oneὑμῶνof youἐνinτῷtheὀνόματιnameἸησοῦof JesusΧριστοῦChristεἰςfor theἄφεσινforgivenessτῶνof theἁμαρτιῶνsinsὑμῶνof youκαὶandλήμψεσθεyou will receiveτὴνtheδωρεὰνgiftτοῦof theἁγίουHolyπνεύματος·Spirit;

39ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.

ὑμῖνTo youγάρforἐστινistheἐπαγγελίαpromiseκαὶandτοῖςto theτέκνοιςchildrenὑμῶνof youκαὶandπᾶσινto allτοῖςthoseεἰςatμακράν,a distance,ὅσουςas many asἂνmaybeπροσκαλέσηταιmay call to Himselfκύριοςthe LordtheθεὸςGodἡμῶν.of us.

40ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.

ἑτέροιςin otherτεAndλόγοιςwordsπλείοσινmanyδιεμαρτύρατοhe earnestly testifiedκαὶandπαρεκάλειwas exhortingαὐτοὺςthemλέγων·saying;σώθητεdo be savedἀπὸfromτῆςtheγενεᾶςgenerationτῆςtheσκολιᾶςperverseταύτης.this.

41οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.

οἱThoseμὲνindeedοὖνthereforeἀποδεξάμενοιhaving receivedτὸνtheλόγονwordαὐτοῦof himἐβαπτίσθησανwere baptizedκαὶandπροσετέθησανwere addedἐνonτῇtheἡμέρᾳdayἐκείνῃthatψυχαὶsoulsὡσεὶaboutτρισχίλιαι.three thousand.

42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

ἮσανThey wereδὲnowπροσκαρτεροῦντεςsteadfastly continuingτῇin theδιδαχῇteachingτῶνof theἀποστόλωνapostlesκαὶandτῇtheκοινωνίᾳ,in fellowship,τῇin theκλάσειbreakingτοῦof theἄρτουbreadκαὶandταῖςin theπροσευχαῖς.prayers.

43ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

ἐγίνετοThere was becomingδὲthenπάσῃupon everyψυχῇsoulφόβος,awe,πολλάmanyδὲnowτέραταwondersκαὶandσημεῖαsignsδιὰthroughτῶνtheἀποστόλωνapostlesἐγίνετο.were taking place.

44πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινά,

πάντεςAllδὲnowοἱthoseπιστεύσαντεςhaving believedἐπὶtogetherτὸtheαὐτὸsameεἶχονwere havingἅπανταall thingsκοινά,in common,

45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν·

καὶandτὰtheκτήματαpossessionsκαὶandτὰςtheὑπάρξειςgoodsἐπίπρασκονthey were sellingκαὶandδιεμέριζονthey were dividingαὐτὰthemπᾶσινto allκαθότιasἄνwouldτιςanyoneχρείανneedεἶχεν·had;

46καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας

καθ᾽Everyἡμέρανdayτεandπροσκαρτεροῦντεςsteadfastly continuingὁμοθυμαδὸνwith one accordἐνinτῷtheἱερῷ,temple,κλῶντέςbreakingτεthenκατ᾽at eachοἶκονhouseἄρτονbreadμετελάμβανονthey were partakingτροφῆςof foodἐνwithἀγαλλιάσειgladnessκαὶandἀφελότητιsincerityκαρδίαςof heart

47αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν ἐπὶ τὸ αὐτό.

αἰνοῦντεςpraisingτὸνtheθεὸνGodκαὶandἔχοντεςhavingχάρινfavorπρὸςwithὅλονallτὸνtheλαόν.people.theδὲAndκύριοςthe Lordπροσετίθειwas addingτοὺςthose whoσῳζομένουςwere being savedκαθ᾽everyἡμέρανdayἐπὶtoτὸtheαὐτό.them.

‹ Acts 1Acts 3 ›