Acts 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 503 words in 26 verses.

Open Acts 1 in the interlinear reader

1Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν

ΤὸνTheμὲνindeedπρῶτονfirstλόγονaccountἐποιησάμηνI composedπερὶconcerningπάντων,all the things,OΘεόφιλε,Theophilus,ὧνof whichἤρξατοbeganἸησοῦςJesusποιεῖνto doτεbothκαὶandδιδάσκεινto teach

2ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη.

ἄχριuntilἧςtheἡμέραςdayἐντειλάμενοςhaving given ordersτοῖςto theἀποστόλοιςapostlesδιὰthroughπνεύματοςthe SpiritἁγίουHolyοὓςwhomἐξελέξατοHe had chosenἀνελήμφθη.He was taken up.

3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.

οἷςto thoseκαὶalsoπαρέστησενHe presentedἑαυτὸνHimselfζῶνταaliveμετὰafterτὸtheπαθεῖνsufferingαὐτὸνof Himἐνwithπολλοῖςmanyτεκμηρίοις,proofs,δι᾽duringἡμερῶνdaysτεσσεράκονταfortyὀπτανόμενοςappearingαὐτοῖςto themκαὶandλέγωνspeakingτὰthe thingsπερὶconcerningτῆςtheβασιλείαςkingdomτοῦtheθεοῦ.of God.

4καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·

καὶAndσυναλιζόμενοςbeing assembled togetherπαρήγγειλενHe instructedαὐτοῖςto themἀπὸfromἹεροσολύμωνJerusalemμὴnotχωρίζεσθαι,to depart,ἀλλὰbutπεριμένεινto awaitτὴνtheἐπαγγελίανpromiseτοῦof theπατρὸςFatherἣνThat whichἠκούσατέyou heardμου·of Me;

5ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

ὅτιforἸωάννηςJohnμὲνindeedἐβάπτισενbaptizedὕδατι,with water,ὑμεῖςyou yourselvesδὲhoweverἐνwithπνεύματιthe Spiritβαπτισθήσεσθεwill be baptizedἁγίῳHolyοὐnotμετὰafterπολλὰςmanyταύταςtheseἡμέρας.days.

6Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες· κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;

ΟἱThoseμὲνindeedοὖνthereforeσυνελθόντεςhaving come togetherἠρώτωνwere askingαὐτὸνHimλέγοντες·saying;κύριε,Lord,εἰifἐνatτῷtheχρόνῳtimeτούτῳthisἀποκαθιστάνειςare you restoringτὴνtheβασιλείανkingdomτῷtheἸσραήλ;to Israel?

7εἶπεν πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,

εἶπενHe saidπρὸςtoαὐτούς·them;οὐχNotὑμῶνyoursἐστινit isγνῶναιto knowχρόνουςtimesorκαιροὺςseasonsοὓςwhichtheπατὴρFatherἔθετοput in placeἐνbyτῇtheἰδίᾳHis ownἐξουσίᾳ,authority,

8ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.

ἀλλὰButλήμψεσθεyou will receiveδύναμινpowerἐπελθόντοςwhen was comingτοῦtheἁγίουHolyπνεύματοςSpiritἐφ᾽uponὑμᾶςyouκαὶandἔσεσθέyou will beμουMyμάρτυρεςwitnessesἔνinτεbothἸερουσαλὴμJerusalemκαὶandἐνinπάσῃallτῇtheἸουδαίᾳJudeaκαὶandΣαμαρείᾳSamariaκαὶandἕωςuntilἐσχάτουthe uttermost partτῆςof theγῆς.earth.

9καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

καὶAndταῦταthese thingsεἰπὼνhaving saidβλεπόντωνwhen are lookingαὐτῶνtheyἐπήρθηHe was taken upκαὶandνεφέληa cloudὑπέλαβενhidαὐτὸνHimἀπὸfromτῶνtheὀφθαλμῶνeyesαὐτῶν.of them.

10καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,

καὶAndὡςasἀτενίζοντεςlooking intentlyἦσανthey wereεἰςintoτὸνtheοὐρανὸνheavenπορευομένουas is goingαὐτοῦ,He,καὶthenἰδοὺbeholdἄνδρεςmenδύοtwoπαρειστήκεισανhad stood byαὐτοῖςthemἐνinἐσθήσεσιgarmentsλευκαῖς,white,

11οἳ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

οἳwhoκαὶalsoεἶπαν·said;ἄνδρεςMenΓαλιλαῖοι,Galileans,τίwhyἑστήκατεhave you stoodβλέποντεςseeingεἰςintoτὸνtheοὐρανόν;heaven?οὗτοςThistheἸησοῦςJesuswhoἀναλημφθεὶςhaving been taken upἀφ᾽fromὑμῶνyouεἰςintoτὸνtheοὐρανὸνheavenοὕτωςthusἐλεύσεταιwill comeὃνin thatτρόπονmannerἐθεάσασθεyou beheldαὐτὸνHimπορευόμενονgoingεἰςintoτὸνtheοὐρανόν.heaven.

12Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.

ΤότεThenὑπέστρεψανthey returnedεἰςtoἸερουσαλὴμJerusalemἀπὸfromὄρουςthe mountτοῦwhichκαλουμένουis being calledἘλαιῶνος,Olivet,whichἐστινisἐγγὺςnearἸερουσαλὴμJerusalemσαββάτουa Sabbath day’sἔχονholdingὁδόν.journey.

13καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.

καὶAndὅτεwhenεἰσῆλθον,they had enteredεἰςintoτὸtheὑπερῷονupper roomἀνέβησανthey went upοὗwhereἦσανthey wereκαταμένοντες,staying,theτεbothΠέτροςPeterκαὶandἸωάννηςJohnκαὶandἸάκωβοςJamesκαὶandἈνδρέας,Andrew,ΦίλιπποςPhilipκαὶandΘωμᾶς,Thomas,ΒαρθολομαῖοςBartholomewκαὶandΜαθθαῖος,Matthew,ἸάκωβοςJames sonἉλφαίουof AlphaeusκαὶandΣίμωνSimontheζηλωτὴςZealotκαὶandἸούδαςJudas sonἸακώβου.of James.

14Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

ΟὗτοιTheseπάντεςallἦσανwereπροσκαρτεροῦντεςsteadfastly continuingὁμοθυμαδὸνwith one accordτῇtheπροσευχῇin prayerσὺνwith theγυναιξὶνthe womenκαὶandΜαριὰμMaryτῇwith theμητρὶmotherτοῦtheἸησοῦof Jesusκαὶandσὺνwithτοῖςtheἀδελφοῖςbrothersαὐτοῦ.of Him.

15Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι·

ΚαὶAndἐνinταῖςtheἡμέραιςdaysταύταιςtheseἀναστὰςhaving stood upΠέτροςPeterἐνinμέσῳthe midstτῶνof theἀδελφῶνbrothersεἶπεν·he said —ἦνwasτεthenὄχλοςthe numberὀνομάτωνof namesἐπὶtogetherτὸtheαὐτὸsameὡςaboutἑκατὸνa hundredεἴκοσι·twenty —

16ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν·

ἄνδρεςMenἀδελφοί,brothers,ἔδειit was necessary forπληρωθῆναιto have been fulfilledτὴνtheγραφὴνScriptureἣνwhichπροεῖπεpredictedτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyδιὰthroughστόματοςthe mouthΔαυὶδof DavidπερὶconcerningἸούδαJudasτοῦthe oneγενομένουhaving becomeὁδηγοῦguideτοῖςto thoseσυλλαβοῦσινhaving arrestedἸησοῦν·Jesus;

17ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.

ὅτιforκατηριθμημένοςnumberedἦνhe wasἐνamongἡμῖνusκαὶandἔλαχενwas allottedτὸνtheκλῆρονshareτῆςof theδιακονίαςministryταύτης.this.

18οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ,

οὗτοςThis manμὲνindeedοὖνthenἐκτήσατοacquiredχωρίονa fieldἐκout ofμισθοῦrewardτῆςtheἀδικίας,of unrighteousness,καὶandπρηνὴςheadlongγενόμενοςhaving fallenἐλάκησενhe burst openμέσοςin the middleκαὶandἐξεχύθηgushed outπάνταallτὰtheσπλάγχναintestinesαὐτοῦ,of him,

19καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ τοῦτ᾽ ἔστιν χωρίον αἵματος.

καὶAndγνωστὸνknownἐγένετοit becameπᾶσινto allτοῖςthoseκατοικοῦσινdwellingἸερουσαλήμ,in Jerusalem,ὥστεso thatκληθῆναιto callτὸtheχωρίονfieldἐκεῖνοthat oneτῇtheδιαλέκτῳlanguageαὐτῶνof themἉκελδαμάχAkeldamaτοῦτ᾽ThatἔστινisχωρίονFieldαἵματος.of Blood.

20γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.

γέγραπταιIt has been writtenγὰρforἐνin theβίβλῳbookψαλμῶν·of Psalms:γενηθήτωshould becometheἔπαυλιςhomesteadαὐτοῦof himἔρημοςdesolateκαὶandμὴnotἔστωshould there beone whoκατοικῶνis dwellingἐνinαὐτῇ,it,’καὶandτὴνTheἐπισκοπὴνpositionαὐτοῦof himλαβέτωtakeἕτερος.another.’

21δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος Ἰησοῦς,

δεῖIt behoovesοὖνthereforeτῶνof those whoσυνελθόντωνwere accompanyingἡμῖνusἀνδρῶνmenἐνduringπαντὶallχρόνῳthe timethatεἰσῆλθενhe came inκαὶandἐξῆλθενhe went outἐφ᾽amongἡμᾶςustheκύριοςLordἸησοῦς,Jesus,

22ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.

ἀρξάμενοςhaving begunἀπὸfromτοῦtheβαπτίσματοςbaptismἸωάννουof Johnἕωςuntilτῆςtheἡμέραςdayἧςin whichἀνελήμφθηHe was taken upἀφ᾽fromἡμῶν,us,μάρτυραa witnessτῆςof theἀναστάσεωςresurrectionαὐτοῦof Himσὺνwithἡμῖνusγενέσθαιto becomeἕναoneτούτων.of these.

23καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν ὃς ἐπεκλήθη Ἰοῦστος καὶ Μαθθίαν.

καὶAndἔστησανthey put forwardδύο,two,ἸωσὴφJosephτὸνwhoκαλούμενονis being calledΒαρσαββᾶνBarsabbasὃςwhoἐπεκλήθηwas calledἸοῦστοςJustusκαὶandΜαθθίαν.Matthias.

24καὶ προσευξάμενοι εἶπαν· σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα

καὶAndπροσευξάμενοιhaving prayedεἶπαν·they said;σὺYou yourselfκύριεLordκαρδιογνῶσταknower of the heartsπάντων,of all,ἀνάδειξονdo showὃνwhomἐξελέξωYou have chosenἐκofτούτωνtheseτῶνtheδύοtwoἕναone

25λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς ἀφ᾽ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.

λαβεῖνto takeτὸνtheτόπονplaceτῆςof theδιακονίαςministryταύτηςthisκαὶandἀποστολῆςapostleshipἀφ᾽fromἧςwhichπαρέβηturned asideἸούδαςJudasπορευθῆναιto goεἰςtoτὸνtheτόπονplaceτὸνtheἴδιον.his own.

26καὶ ἔδωκαν κλήρους αὐτοῖς καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

καὶAndἔδωκανthey gaveκλήρουςlotsαὐτοῖςto themκαὶandἔπεσενfelltheκλῆροςlotἐπὶonΜαθθίανMatthiasκαὶandσυγκατεψηφίσθηhe was numberedμετὰwithτῶνtheἕνδεκαelevenἀποστόλων.apostles.

Acts 2 ›