Acts 26 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 590 words in 32 verses.

Open Acts 26 in the interlinear reader

1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο·

ἈγρίππαςAgrippaδὲthenπρὸςtoτὸνtheΠαῦλονPaulἔφη·was saying;ἐπιτρέπεταίIt is permittedσοιyouὑπὲρforσεαυτοῦyourselfλέγειν.to speak.τότεThentheΠαῦλοςPaulἐκτείναςhaving stretched outτὴνtheχεῖραhandἀπελογεῖτο·was presenting a defense:

2περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι·

περὶConcerningπάντωνallὧνof whichἐγκαλοῦμαιI am accusedὑπὸbyἸουδαίων,the Jews,βασιλεῦKingἈγρίππα,Agrippa,ἥγημαιI have esteemedἐμαυτὸνmyselfμακάριονfortunateἐπὶbeforeσοῦyouμέλλωνbeing aboutσήμερονtodayἀπολογεῖσθαι·to present a defense;

3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.

μάλισταEspeciallyγνώστηνacquaintedὄνταbeingσεyouπάντωνwith allτῶνtheκατὰofἸουδαίουςthe Jewsἐθῶνcustomsτεandκαὶalsoζητημάτων.controversies.διὸthereforeδέομαιI imploreμακροθύμωςpatientlyἀκοῦσαίto hearμου.me.

4Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασιν πάντες Ἰουδαῖοι

ΤὴνTheμὲνindeedοὖνthenβίωσίνmanner of lifeμουof mineἐκfromνεότητοςyouthτὴνtheἀπ᾽from itsἀρχῆςbeginningγενομένηνhaving beenἐνamongτῷtheἔθνειnationμουof mineἔνinτεalsoἹεροσολύμοιςJerusalemἴσασινknowπάντεςallἸουδαῖοιJews

5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος·

προγινώσκοντέςknowingμεmeἄνωθεν,from the first,ἐὰνifθέλωσινthey may be willingμαρτυρεῖνto testifyὅτιthatκατὰaccording toτὴνtheἀκριβεστάτηνstrictestαἵρεσινsectτῆςtheἡμετέραςof our ownθρησκείαςreligionἔζησαI lived asΦαρισαῖος·a Pharisee;

6καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,

καὶAndνῦνnowἐπ᾽for theἐλπίδιhopeτῆςof theεἰςtoτοὺςtheπατέραςfathersἡμῶνof usἐπαγγελίαςpromiseγενομένηςhaving been madeὑπὸbyτοῦtheθεοῦGodἕστηκαI have stoodκρινόμενος,being judged,

7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι, περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ,

εἰςtoἣνwhichτὸtheδωδεκάφυλονtwelve tribesἡμῶνof usἐνinἐκτενείᾳearnestnessνύκταnightκαὶandἡμέρανdayλατρεῦονservingἐλπίζειthey hopeκαταντῆσαι,to attain,περὶconcerningἧςwhichἐλπίδοςhopeἐγκαλοῦμαιI am accusedὑπὸbyἸουδαίων,Jews,βασιλεῦ,O king,

8τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;

τίWhyἄπιστονincredibleκρίνεταιis it judgedπαρ᾽byὑμῖνyouεἰiftheθεὸςGodνεκροὺςthe deadἐγείρει;raises?

9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι,

ἘγὼI myselfμὲνindeedοὖνthereforeἔδοξαthoughtἐμαυτῷin myselfπρὸςtoτὸtheὄνομαnameἸησοῦof JesusτοῦtheΝαζωραίουof Nazarethδεῖνneedingπολλὰmany thingsἐναντίαcontraryπρᾶξαι,to do,

10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον·

whichκαὶalsoἐποίησαI didἐνinἹεροσολύμοιςJerusalemκαὶandπολλούςmanyτεalsoτῶνof theἁγίωνsaintsἐγὼI myselfἐνinφυλακαῖςprisonsκατέκλεισαlocked upτὴνtheπαρὰfromτῶνtheἀρχιερέωνchief priestsἐξουσίανauthorityλαβών,having received,ἀναιρουμένωνwhen were being executedτεthenαὐτῶνtheyκατήνεγκαI cast against themψῆφον·a vote;

11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

καὶAndκατὰinπάσαςallτὰςtheσυναγωγὰςsynagoguesπολλάκιςoftenτιμωρῶνpunishingαὐτοὺςthemἠνάγκαζονI was compelling themβλασφημεῖν,to blaspheme,περισσῶςExcessivelyτεthenἐμμαινόμενοςbeing furiousαὐτοῖςagainst themἐδίωκονI was persecuting themἕωςas far asκαὶevenεἰςtoτὰςtheἔξωforeignπόλεις.cities.

12ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων

ἐνduringοἷςwhichπορευόμενοςjourneyingεἰςtoτὴνtheΔαμασκὸνDamascusμετ᾽withἐξουσίαςthe authorityκαὶandἐπιτροπῆςcommissionτῆςwhich isτῶνtheἀρχιερέωνchief priests

13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.

ἡμέραςAt dayμέσηςmidκατὰonτὴνtheὁδὸνroadεἶδον,I saw,βασιλεῦ,O king,οὐρανόθενfrom heavenὑπὲρaboveτὴνtheλαμπρότηταbrightnessτοῦof theἡλίουsunπεριλάμψανhaving shone aroundμεmeφῶςa lightκαὶandτοὺςthoseσὺνwithἐμοὶme myselfπορευομένους.journeying.

14πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.

πάντωνAllτεandκαταπεσόντωνwhen were falling downἡμῶνweεἰςtoτὴνtheγῆνgroundἤκουσαI heardφωνὴνa voiceλέγουσανsayingπρόςtoμεmeτῇin theἙβραΐδιHebrewδιαλέκτῳ·language;ΣαοὺλSaulΣαούλ,Saul,τίwhyμεMeδιώκεις;persecute you?σκληρόνIt is hardσοιfor youπρὸςagainstκέντραthe goadsλακτίζειν.to kick.

15ἐγὼ δὲ εἶπα· τίς εἶ κύριε; ὁ δὲ κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.

ἐγὼI myselfδὲthenεἶπα·said;τίςWhoεἶare Youκύριε;Lord?theδὲAndκύριοςthe Lordεἶπεν·said;ἐγώI myselfεἰμιamἸησοῦςJesusὃνwhomσὺyou yourselfδιώκεις.are persecuting.

16ἀλλ᾽ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,

ἀλλ᾽Butἀνάστηθιdo rise upκαὶandστῆθιdo standἐπὶonτοὺςtheπόδαςfeetσου·of you;εἰςtoτοῦτοthis purposeγὰρforὤφθηνI have appearedσοιto youπροχειρίσασθαίto appointσεyouὑπηρέτηνa servantκαὶandμάρτυραa witnessὧνof that whichτεbothεἶδέςyou have seenμεof Meὧνof the things in whichτεthenὀφθήσομαίI will appearσοι,to you,

17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε

ἐξαιρούμενόςdeliveringσεyouἐκout fromτοῦtheλαοῦpeopleκαὶandἐκfromτῶνtheἐθνῶν,Gentiles,εἰςtoοὓςwhomἐγὼI myselfἀποστέλλωam sendingσεyou

18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.

ἀνοῖξαιto openὀφθαλμοὺςeyesαὐτῶν,of them,τοῦthatἐπιστρέψαιto turnἀπὸfromσκότουςdarknessεἰςtoφῶςlightκαὶandτῆςfrom theἐξουσίαςpowerτοῦtheσατανᾶof Satanἐπὶtoτὸνtheθεόν,God,τοῦthatλαβεῖνto receiveαὐτοὺςtheyἄφεσινforgivenessἁμαρτιῶνof sinsκαὶandκλῆρονan inheritanceἐνamongτοῖςthoseἡγιασμένοιςsanctifiedπίστειby faithτῇwhich isεἰςinἐμέ.Me myself.

19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,

Ὅθεν,So then,βασιλεῦO kingἈγρίππα,Agrippa,οὐκnotἐγενόμηνI wasἀπειθὴςdisobedientτῇto theοὐρανίῳheavenlyὀπτασίᾳ,vision,

20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεὸν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.

ἀλλὰbutτοῖςto thoseἐνinΔαμασκῷDamascusπρῶτόνfirstτεbothκαὶalsoἹεροσολύμοις,in JerusalemπᾶσάνallτεbothτὴνtheχώρανregionτῆςtheἸουδαίας,of Judea,καὶandτοῖςto theἔθνεσινGentilesἀπήγγελλονI was declaringμετανοεῖνto repentκαὶandἐπιστρέφεινto turnἐπὶtoτὸνtheθεὸνGodἄξιαworthyτῆςtheμετανοίαςof repentanceἔργαworksπράσσοντας.doing.

21ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.

ἕνεκαOn account ofτούτωνthese thingsμεmeἸουδαῖοιJewsσυλλαβόμενοιhaving seizedἐνinτῷtheἱερῷtempleἐπειρῶντοthey were attemptingδιαχειρίσασθαι.to kill.

22ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,

ἐπικουρίαςHelpοὖνthereforeτυχὼνhaving obtainedτῆςtheἀπὸfromτοῦtheθεοῦGodἄχριuntoτῆςtheἡμέραςdayταύτηςthisἕστηκαI have stoodμαρτυρόμενοςbearing witnessμικρῷto smallτεbothκαὶandμεγάλῳ,to great,οὐδὲνno thingἐκτὸςotherλέγωνsayingὧνthan whatτεbothοἱtheπροφῆταιprophetsἐλάλησανsaidμελλόντωνwas aboutγίνεσθαιto happenκαὶandΜωϋσῆς,Moses,

23εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.

εἰthatπαθητὸςwould suffertheχριστός,Christ,εἰasπρῶτοςfirstἐξthroughἀναστάσεωςresurrectionνεκρῶνfrom the deadφῶςlightμέλλειHe is aboutκαταγγέλλεινto preachτῷtheτεto bothλαῷour peopleκαὶandτοῖςto theἔθνεσιν.Gentiles.

24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν· μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.

ΤαῦταThese thingsδὲnowαὐτοῦwhen heἀπολογουμένουis presenting a defensetheΦῆστοςFestusμεγάλῃin a loudτῇtheφωνῇvoiceφησιν·said;μαίνῃYou are insaneΠαῦλε·Paul!τὰTheπολλάgreatσεof youγράμματαlearningεἰςtoμανίανinsanityπεριτρέπει.turns you!

25ὁ δὲ Παῦλος· οὐ μαίνομαί φησιν κράτιστε Φῆστε, ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.

theδὲButΠαῦλος·Paul;οὐNotμαίνομαίI am insaneφησινsaysκράτιστεmost excellentΦῆστε,Festus,ἀλλ᾽butἀληθείαςof truthκαὶandσωφροσύνηςsobrietyῥήματαdeclarationsἀποφθέγγομαι.I utter.

26ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.

ἐπίσταταιUnderstandsγὰρforπερὶconcerningτούτωνthese thingstheβασιλεύς,kingπρὸςtoὃνwhomπαρρησιαζόμενοςusing boldnessλαλῶ·I speak;λανθάνεινHidingγὰρforαὐτόνhimτούτωνof these thingsοὐnotπείθομαιI am persuadedοὐθέν·no thing;οὐnotγάρforἐστινisἐνinγωνίᾳa cornerπεπραγμένονdoneτοῦτο.of these things.

27πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.

πιστεύεις,Believe you,βασιλεῦKingἈγρίππα,Agrippa,τοῖςin theπροφήταις;prophets?οἶδαI knowὅτιthatπιστεύεις.you believe.

28Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.

theδὲThenἈγρίππαςAgrippaπρὸςtoτὸνtheΠαῦλονPaulἐνWithinὀλίγῳso little timeμεmeπείθειςyou seek to persuadeΧριστιανὸνa Christianποιῆσαι.to become!

29ὁ δὲ Παῦλος εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.

theδὲAndΠαῦλοςPaulεὐξαίμηνI would wishἂνmayτῷtheθεῷGodκαὶbothἐνinὀλίγῳa littleκαὶandἐνinμεγάλῳmuchοὐnotμόνονonlyσὲyouἀλλὰbutκαὶalsoπάνταςallτοὺςthoseἀκούοντάςhearingμουmeσήμερονthis dayγενέσθαιto becomeτοιούτουςsuchὁποῖοςasκαὶalsoἐγώI myselfεἰμιamπαρεκτὸςexceptτῶνtheδεσμῶνchainsτούτων.these.

30ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς·

ἀνέστηrose upτεthentheβασιλεὺςkingκαὶandtheἡγεμὼνgovernortheτεandΒερνίκηBerniceκαὶandοἱthoseσυγκαθήμενοιsitting withαὐτοῖς·them;

31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιόν πράσσει ὁ ἄνθρωπος οὗτος.

καὶandἀναχωρήσαντεςhaving withdrawnἐλάλουνthey were speakingπρὸςtoἀλλήλουςone anotherλέγοντεςsayingὅτιthatοὐδὲνNo thingθανάτουof deathorδεσμῶνof chainsἄξιόνworthyπράσσειis doingtheἄνθρωποςmanοὗτος.this.

32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

ἈγρίππαςAgrippaδὲthenτῷtheΦήστῳto Festusἔφη·was saying;ἀπολελύσθαιto have been releasedἐδύνατοwas abletheἄνθρωποςmanοὗτος,this,εἰonlyμὴunlessἐπεκέκλητοhe had appealedΚαίσαρα.to Caesar.

‹ Acts 25Acts 27 ›