The Westcott and Hort text with a word by word English gloss under every Greek word. 676 words in 38 verses.
Open Acts 20 in the interlinear reader1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
ΜετὰAfterδὲnowτὸtheπαύσασθαιceasingτὸνtheθόρυβονuproarμεταπεμψάμενοςhaving summoned himὁtheΠαῦλοςPaulτοὺςtheμαθητὰςdisciplesκαὶandπαρακαλέσαςhaving encouragedἀσπασάμενοςhaving said farewellἐξῆλθενhe departedπορεύεσθαιto goεἰςtoΜακεδονίαν.Macedonia.
2Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα·
ΔιελθὼνHaving passed throughδὲthenτὰtheμέρηdistrictsἐκεῖναthoseκαὶandπαρακαλέσαςhaving exhortedαὐτοὺςthemλόγῳwith talkπολλῷmuchἦλθενhe cameεἰςtoτὴνtheἙλλάδα·Greece;
3ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
ποιήσαςHaving continuedτεthenμῆναςmonthsτρεῖς,three,γενομένηςhaving been madeἐπιβουλῆςa plotαὐτῷagainst himὑπὸbyτῶνtheἸουδαίωνJewsμέλλοντιhe being aboutἀνάγεσθαιto sailεἰςintoτὴνtheΣυρίαν,Syria,ἐγένετοaroseγνώμηςa purposeτοῦtheὑποστρέφεινto returnδιὰthroughΜακεδονίας.Macedonia.
4συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος· Ἀσιανοὶ δὲ Τύχικος καὶ Τρόφιμος,
συνείπετοWas accompanied byδὲthenαὐτῷhimΣώπατροςSopaterΠύρρουson of PyrrhusΒεροιαῖος,a Berean,Θεσσαλονικέωνof the ThessaloniansδὲnowἈρίσταρχοςAristarchusκαὶandΣεκοῦνδοςSecundusκαὶandΓάϊοςGaiusΔερβαῖοςof DerbeκαὶandΤιμόθεος·Timothy;Ἀσιανοὶthe AsiansδὲnowΤύχικοςTychicusκαὶandΤρόφιμος,Trophimus,
5οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
οὗτοιTheseδὲalsoπροσελθόντεςhaving come toἔμενονwere awaitingἡμᾶςusἐνinΤρῳάδι·Troas;
6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
ἡμεῖςWe ourselvesδὲthenἐξεπλεύσαμενsailed awayμετὰafterτὰςtheἡμέραςdaysτῶνof theἀζύμωνUnleavened BreadἀπὸfromΦιλίππωνPhilippiκαὶandἤλθομενwe cameπρὸςtoαὐτοὺςthemεἰςatτὴνtheΤρῳάδαTroasἄχριwithinἡμερῶνdaysπέντεfiveοὗwhitherδιετρίψαμενwe stayedἡμέραςdaysἑπτά.seven.
7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου·
ἘνInδὲthenτῇtheμιᾷfirst dayτῶνof theσαββάτωνweekσυνηγμένωνcome togetherἡμῶνweκλάσαιbreakingἄρτονof breadὁtheΠαῦλοςPaulδιελέγετοwas talkingαὐτοῖςto themμέλλωνaboutἐξιέναιto departτῇon theἐπαύριονnext dayπαρέτεινένhe was continuingτεthenτὸνtheλόγονtalkμέχριuntilμεσονυκτίου·midnight;
8ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι.
ἦσανThere wereδὲnowλαμπάδεςlampsἱκαναὶmanyἐνinτῷtheὑπερῴῳupper roomοὗwhereἦμενwe wereσυνηγμένοι.assembled.
9καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
καθεζόμενοςsittingδέthenτιςa certainνεανίαςyoung manὀνόματιnamedΕὔτυχοςEutychusἐπὶbyτῆςtheθυρίδος,window,καταφερόμενοςoverpoweredὕπνῳby sleepβαθεῖ,deepδιαλεγομένουas is talkingτοῦtheΠαύλουPaulἐπὶonπλεῖον,longer,κατενεχθεὶςhaving been overpoweredἀπὸbyτοῦtheὕπνουsleepἔπεσενhe fellἀπὸfromτοῦtheτριστέγουthird storyκάτωdownκαὶandἤρθηwas picked upνεκρός.dead.
10καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
καταβὰςHaving descendedδὲhoweverὁtheΠαῦλοςPaulἐπέπεσενfell uponαὐτῷhimκαὶandσυμπεριλαβὼνhaving embraced himεἶπεν·said;μὴNotθορυβεῖσθε·do be alarmed;ἡtheγὰρforψυχὴlifeαὐτοῦof himἐνinαὐτῷhimἐστιν.is.
11ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
ἀναβὰςHaving gone upδὲthenκαὶandκλάσαςhaving brokenτὸνtheἄρτονbreadκαὶandγευσάμενος,having eaten,ἐφ᾽forἱκανόνlongτεandὁμιλήσαςhaving talkedἄχριuntilαὐγῆς,daybreak,οὕτωςsoἐξῆλθεν.he departed.
12ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως.
ἤγαγονThey broughtδὲthenτὸνtheπαῖδαboyζῶνταaliveκαὶandπαρεκλήθησανwere comfortedοὐnotμετρίως.a little.
13ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ διατεταγμένος ἦν, μέλλων αὐτὸς πεζεύειν.
ἡμεῖςWe ourselvesδὲhoweverπροελθόντεςhaving gone aheadἐπὶtoτὸtheπλοῖονshipἀνήχθημενsailedἐπὶtoτὴνtheἎσσον,Assos,ἐκεῖθενthereμέλλοντεςbeing aboutἀναλαμβάνεινto take inτὸνtheΠαῦλον·Paul;οὕτωςThusγὰρforδιατεταγμένοςhaving arranged himselfἦν,he wasμέλλωνreadyingαὐτὸςhimselfπεζεύειν.to go on foot.
14ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην·
ὡςWhenδὲnowσυνέβαλλενhe was meeting withἡμῖνusεἰςatτὴνtheἎσσον,Assos,ἀναλαβόντεςhaving taken inαὐτὸνhimἤλθομενwe cameεἰςtoΜιτυλήνην·Mitylene;
15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
κἀκεῖθενAnd from thereἀποπλεύσαντεςhaving sailed awayτῇon theἐπιούσῃfollowing dayκατηντήσαμενwe arrivedἄντικρυςoppositeΧίου,Chios,τῇon theδὲthenἑτέρᾳnext dayπαρεβάλομενwe arrivedεἰςatΣάμονSamosτῇon theδὲandἐχομένῃfollowing dayἤλθομενwe cameεἰςtoΜίλητον.Miletus.
16κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
κεκρίκειHad decidedγὰρforὁtheΠαῦλοςPaulπαραπλεῦσαιto sail byτὴνtheἜφεσον,Ephesus,ὅπωςso thatμὴnotγένηταιit may happenαὐτῷto himχρονοτριβῆσαιto spend timeἐνinτῇtheἈσίᾳ·Asia;ἔσπευδενhe was hastenedγὰρforεἰifδυνατὸνpossibleεἴηit would beαὐτῷfor himτὴνon theἡμέρανdayτῆςtheπεντηκοστῆςof Pentecostγενέσθαιto beεἰςinἹεροσόλυμα.Jerusalem.
17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
ἈπὸFromδὲthenτῆςtheΜιλήτουMiletusπέμψαςhaving sentεἰςtoἜφεσονEphesusμετεκαλέσατοhe called forτοὺςtheπρεσβυτέρουςeldersτῆςof theἐκκλησίας.church.
18ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην
ὡςWhenδὲthenπαρεγένοντοthey had comeπρὸςtoαὐτὸνhimεἶπενhe saidαὐτοῖς·to them;ὑμεῖςYou yourselvesἐπίστασθεknowἀπὸfromπρώτηςthe firstἡμέραςdayἀφ᾽onἧςwhichἐπέβηνI arrivedεἰςinτὴνtheἈσίανAsiaπῶςhowμεθ᾽withὑμῶνyouτὸνtheπάνταwholeχρόνονtimeἐγενόμηνI was
19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
δουλεύωνservingτῷtheκυρίῳLordμετὰwithπάσηςallταπεινοφροσύνηςhumilityκαὶandδακρύωνtearsκαὶandπειρασμῶνtrialsτῶνthatσυμβάντωνwere happeningμοιto meἐνinταῖςtheἐπιβουλαῖςplotsτῶνof theἸουδαίων·Jews;
20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους,
ὡςhowοὐδὲνno thingὑπεστειλάμηνI did shrink backτῶνof thatσυμφερόντωνbeing profitableτοῦtheμὴnotἀναγγεῖλαιto declareὑμῖνto youκαὶandδιδάξαιto teachὑμᾶςyouδημοσίᾳpubliclyκαὶandκατ᾽fromοἴκους,house to house,
21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν
διαμαρτυρόμενοςearnestly testifyingἸουδαίοιςto JewsτεbothκαὶandἝλλησινto GreeksτὴνtheεἰςinθεὸνGodμετάνοιανrepentanceκαὶandπίστινfaithεἰςinτὸνtheκύριονLordἡμῶνof usἸησοῦνJesus
22Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλὴμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
ΚαὶAndνῦνnowἰδοὺbeholdδεδεμένοςboundἐγὼI myselfτῷin theπνεύματιSpiritπορεύομαιgoεἰςtoἸερουσαλὴμJerusalemτὰwhatἐνinαὐτῇitσυναντήσοντάwill happenμοιto meμὴnotεἰδώς,knowing,
23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
πλὴνexceptὅτιthatτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyκατὰin everyπόλινcityδιαμαρτύρεταίfully testifiesμοιto meλέγονsayingὅτιthatδεσμὰchainsκαὶandθλίψειςtribulationsμεmeμένουσιν.await.
24ἀλλ᾽ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειώσω τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
ἀλλ᾽Butοὐδενὸςnot of anyλόγουaccountποιοῦμαιI makeτὴνtheψυχὴνlifeτιμίανdearἐμαυτῷ,to myself,ὡςso asτελειώσωmay finishτὸνtheδρόμονcourseμουof mineκαὶandτὴνtheδιακονίανministryἣνthatἔλαβονI receivedπαρὰfromτοῦtheκυρίουLordἸησοῦ,Jesus,διαμαρτύρασθαιto testify fullyτὸtheεὐαγγέλιονgospelτῆςof theχάριτοςgraceτοῦtheθεοῦ.of God.
25καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν
καὶAndνῦνnowἰδοὺbeholdἐγὼI myselfοἶδαknowὅτιthatοὐκέτιno longerὄψεσθεyou will beholdτὸtheπρόσωπόνfaceμουof meὑμεῖςyou yourselvesπάντες,allἐνamongοἷςwhomδιῆλθονI have gone aboutκηρύσσωνproclaimingτὴνtheβασιλείανkingdom
26διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων·
διότιthereforeμαρτύρομαιI testifyὑμῖνto youἐνinτῇtheσήμερονthisἡμέρᾳdayὅτιthatκαθαρόςinnocentεἰμιI amἀπὸofτοῦtheαἵματοςbloodπάντων·of all;
27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
οὐnotγὰρforὑπεστειλάμηνI shrunk backτοῦtheμὴnotἀναγγεῖλαιfrom declaringπᾶσανallτὴνtheβουλὴνcounselτοῦtheθεοῦof Godὑμῖν.to you.
28προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
προσέχετεdo take heedἑαυτοῖςto yourselvesκαὶandπαντὶto allτῷtheποιμνίῳ,flockἐνamongᾧwhichὑμᾶςyouτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyἔθετοhas setἐπισκόπους,overseers,ποιμαίνεινto shepherdτὴνtheἐκκλησίανchurchτοῦof theθεοῦ,God,ἣνwhichπεριεποιήσατοHe purchasedδιὰwithτοῦtheαἵματοςbloodτοῦtheἰδίου.own.
29Ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
ἘγὼI myselfοἶδαknowὅτιthatεἰσελεύσονταιwill come inμετὰafterτὴνtheἄφιξίνdepartureμουof mineλύκοιwolvesβαρεῖςgrievousεἰςamongὑμᾶςyouμὴnotφειδόμενοιsparingτοῦtheποιμνίου,flock,
30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν.
καὶandἐξout fromὑμῶνyour ownαὐτῶνselvesἀναστήσονταιwill rise upἄνδρεςmenλαλοῦντεςspeakingδιεστραμμέναperverted thingsτοῦsuch thatἀποσπᾶνto draw awayτοὺςtheμαθητὰςdisciplesὀπίσωafterἑαυτῶν.themselves
31διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
διὸThereforeγρηγορεῖτεdo watchμνημονεύοντεςrememberingὅτιthatτριετίανthree yearsνύκταnightκαὶandἡμέρανdayοὐκnotἐπαυσάμηνI ceasedμετὰwithδακρύωνtearsνουθετῶνadmonishingἕναoneἕκαστον.each.
32καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ κυρίῳ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
καὶAndτὰtheνῦνnowπαρατίθεμαιI commitὑμᾶςyouτῷtheκυρίῳLordκαὶandτῷto theλόγῳwordτῆςof theχάριτοςgraceαὐτοῦ,of Him,τῷwhoδυναμένῳis being ableοἰκοδομῆσαιto build itκαὶandδοῦναιto giveτὴνtheκληρονομίανinheritanceἐνamongτοῖςthoseἡγιασμένοιςsanctifiedπᾶσιν.all.
33ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
ἀργυρίουSilverἢorχρυσίουgoldἢorἱματισμοῦclothingοὐδενὸςof no oneἐπεθύμησα·I coveted;
34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
αὐτοὶYou yourselvesγινώσκετεknowὅτιthatταῖςto theχρείαιςneedsμουof meκαὶandτοῖςto that of thoseοὖσινbeingμετ᾽withἐμοῦmeὑπηρέτησανministered toαἱtheχεῖρεςhandsαὗται.these.
35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν· μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
πάνταIn everythingὑπέδειξαI showedὑμῖνyouὅτιthatοὕτωςby thusκοπιῶνταςstrainingδεῖit behooves usἀντιλαμβάνεσθαιto aidτῶνthoseἀσθενούντων,being weak,μνημονεύεινto rememberτεand alsoτῶνtheλόγωνwordsτοῦof theκυρίουLordἸησοῦ,Jesus,ὅτιhowαὐτὸςHe Himselfεἶπεν·said;μακάριόνBlessedἐστινit isμᾶλλονmoreδιδόναιto giveἢthanλαμβάνειν.to receive.
36καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
καὶAndταῦταthese thingsεἰπὼνhaving saidθεὶςhaving bowedτὰtheγόναταkneeαὐτοῦof himσὺνwithπᾶσινallαὐτοῖςthemπροσηύξατο.he prayed.
37ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
ἱκανὸςMuchδὲthenκλαυθμὸςweepingἐγένετοthere wasπάντων,among all,καὶandἐπιπεσόντεςhaving fallenἐπὶuponτὸνtheτράχηλονneckτοῦtheΠαύλουof Paulκατεφίλουνthey were kissingαὐτόν,him,
38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
ὀδυνώμενοιsorrowingμάλισταespeciallyἐπὶoverτῷtheλόγῳwordᾧthatεἰρήκειhe had spokenὅτιthatοὐκέτιno longerμέλλουσινthey are aboutτὸtheπρόσωπονfaceαὐτοῦof himθεωρεῖν.to see.προέπεμπονThey were accompanyingδὲthenαὐτὸνhimεἰςtoτὸtheπλοῖον.ship.