Acts 19 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 754 words in 41 verses.

Open Acts 19 in the interlinear reader

1Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,

ἘγένετοIt came to passδὲnowἐνwhileτῷtheτὸνtheἈπολλῶApollosεἶναιbeingἐνinΚορίνθῳ,Corinth,ΠαῦλονPaulδιελθόνταhaving passed throughτὰtheἀνωτερικὰupperμέρηpartsἐλθεῖνto comeεἰςtoἜφεσονEphesusκαὶandεὑρεῖνfindingτιναςcertainμαθητάς,disciples

2εἶπέν τε πρὸς αὐτούς· εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν· ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.

εἶπένhe saidτεalsoπρὸςtoαὐτούς·them;εἰIfπνεῦμαthe SpiritἅγιονHolyἐλάβετεdid you receiveπιστεύσαντες;having believed?οἱtheδὲAndπρὸςtoαὐτόν·him;ἀλλ᾽Butοὐδ᾽not evenεἰthat aπνεῦμαSpiritἅγιονHolyἔστινthere isἠκούσαμεν.did we hear.

3εἶπέν τε εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· εἰς τὸ Ἰωάννου βάπτισμα.

εἶπένHe saidτεthenεἰςIntoτίwhatοὖνthenἐβαπτίσθητε;were you baptized?οἱtheδὲAndεἶπαν·they said;εἰςIntoτὸtheἸωάννουJohn'sβάπτισμα.baptism.

4Εἶπεν δὲ Παῦλος· Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν εἰς τὸν Ἰησοῦν.

ΕἶπενSaidδὲthenΠαῦλος·Paul;ἸωάννηςJohnἐβάπτισενbaptizedβάπτισμαa baptismμετανοίαςof repentanceτῷto theλαῷpeopleλέγωνtellingεἰςaboutτὸνthe Oneἐρχόμενονcomingμετ᾽afterαὐτὸνhimἵναthatπιστεύσωσιν,they may believe,τοῦτ᾽ThatἔστινisεἰςinτὸνtheἸησοῦν.Jesus.

5ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·

ἀκούσαντεςHaving heardδὲthenἐβαπτίσθησανthey were baptizedεἰςinτὸtheὄνομαnameτοῦof theκυρίουLordἸησοῦ·Jesus;

6καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.

καὶAndἐπιθέντοςwhen was layingαὐτοῖςon themτοῦtheΠαύλουPaulχεῖραςhandsἦλθενcameτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyἐπ᾽uponαὐτούς,them,ἐλάλουνthey were speakingτεthenγλώσσαιςin tonguesκαὶandἐπροφήτευον.were prophesying.

7ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.

ἦσανThere wereδὲthenοἱtheπάντεςin allἄνδρεςmenὡσεὶaboutδώδεκα.twelve.

8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.

ΕἰσελθὼνHaving enteredδὲthenεἰςintoτὴνtheσυναγωγὴνsynagogueἐπαρρησιάζετοhe was speaking boldlyἐπὶforμῆναςmonthsτρεῖςthreeδιαλεγόμενοςreasoningκαὶandπείθωνpersuadingπερὶconcerningτῆςtheβασιλείαςkingdomτοῦtheθεοῦ.of God.

9ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητὰς καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου

ὡςWhenδέhoweverτινεςsomeἐσκληρύνοντοwere hardenedκαὶandἠπείθουνthey were disbelievingκακολογοῦντεςspeaking evil ofτὴνtheὁδὸνWayἐνώπιονbeforeτοῦtheπλήθους,multitude,ἀποστὰςhaving departedἀπ᾽fromαὐτῶνthemἀφώρισενhe took separatelyτοὺςtheμαθητὰςdisciplesκαθ᾽everyἡμέρανdayδιαλεγόμενοςreasoningἐνinτῇtheσχολῇlecture hallΤυράννουof Tyrannus

10τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου Ἰουδαίους τε καὶ Ἕλληνας.

τοῦτοThisδὲthenἐγένετοcontinuedἐπὶforἔτηyearsδύο,two,ὥστεso thatπάνταςallτοὺςthoseκατοικοῦνταςinhabitingτὴνtheἈσίανAsiaἀκοῦσαιhearingτὸνtheλόγονwordτοῦof theκυρίουLordἸουδαίουςJewsτεbothκαὶandἝλληνας.Greeks.

11δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,

δυνάμειςMiraclesτεthenοὐnotτὰςtheτυχούσαςbeing ordinarytheθεὸςGodἐποίειwas doingδιὰthroughτῶνtheχειρῶνhandsΠαύλου,of Paul,

12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι

ὥστεso thatκαὶevenἐπὶtoτοὺςtheἀσθενοῦνταςailingἀποφέρεσθαιcarryingἀπὸfromτοῦtheχρωτὸςskinαὐτοῦof himσουδάριαhandkerchiefsorσιμικίνθιαapronsκαὶandἀπαλλάσσεσθαιdepartingἀπ᾽fromαὐτῶνthemτὰςtheνόσουςdiseasesτάtheτεalsoπνεύματαspiritsτὰtheπονηρὰevilἐκπορεύεσθαιcoming out

13Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει.

ἘπεχείρησανAttemptedδέnowτινεςsome ofκαὶalsoτῶνof theπεριερχομένωνitinerantἸουδαίωνJewishἐξορκιστῶνexorcistsὀνομάζεινto invokeἐπὶoverτοὺςthoseἔχονταςhavingτὰtheπνεύματαspiritsτὰtheπονηρὰevilτὸtheὄνομαnameτοῦof theκυρίουLordἸησοῦJesusλέγοντες·saying;ὁρκίζωI adjureὑμᾶςyouτὸνtheἸησοῦνby JesusὃνwhomΠαῦλοςPaulκηρύσσει.proclaims.

14ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.

ἦσανThey wereδέnowτινοςof a certainΣκευᾶof ScevaἸουδαίουa Jewishἀρχιερέωςa high priestἑπτὰsevenυἱοὶsonsτοῦτοthisποιοῦντες.were doing.

15ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς· τὸν μὲν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;

ἀποκριθὲνAnsweringδὲhoweverτὸtheπνεῦμαspiritτὸtheπονηρὸνevilεἶπενsaidαὐτοῖς·to them:τὸνtheμὲνindeedἸησοῦνJesusγινώσκωI knowκαὶandτὸνtheΠαῦλονPaulἐπίσταμαι·I am acquainted with;ὑμεῖςyou yourselvesδὲhoweverτίνεςwhoἐστέ;are you?

16καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ᾽ αὐτούς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.

καὶAndἐφαλόμενοςhaving leapttheἄνθρωποςmanἐπ᾽uponαὐτούς,themἐνinwhomἦνwasτὸtheπνεῦμαspiritτὸtheπονηρόν,evil,κατακυριεύσαςhaving overpoweredἀμφοτέρωνthem allἴσχυσενhe prevailedκατ᾽againstαὐτῶν,themὥστεso thatγυμνοὺςnakedκαὶandτετραυματισμένουςwoundedἐκφυγεῖνfleeingἐκout ofτοῦtheοἴκουhouseἐκείνου.that.

17τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ,

τοῦτοThisδὲnowἐγένετοbecameγνωστὸνknownπᾶσινto allἸουδαίοιςJewsτεbothκαὶalsoἝλλησινto GreeksτοῖςwhoκατοικοῦσινinhabitingτὴνtheἜφεσονEphesusκαὶandἐπέπεσενfellφόβοςfearἐπὶuponπάνταςallαὐτούς,themκαὶandἐμεγαλύνετοwas being magnifiedτὸtheὄνομαnameτοῦof theκυρίουLordἸησοῦ,Jesus,

18πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.

πολλοίManyτεthenτῶνof thoseπεπιστευκότωνhaving believedἤρχοντοwere comingἐξομολογούμενοιconfessingκαὶandἀναγγέλλοντεςdeclaringτὰςtheπράξειςdeedsαὐτῶν.of them.

19ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.

ἱκανοὶManyδὲnowτῶνof thoseτὰtheπερίεργαmagic artsπραξάντωνhaving practicedσυνενέγκαντεςhaving brought togetherτὰςtheβίβλουςbooksκατέκαιονwere burning themἐνώπιονbeforeπάντων·all;καὶAndσυνεψήφισανthey counted upτὰςtheτιμὰςpricesαὐτῶνof themκαὶandεὗρονfound itἀργυρίουof silverlingsμυριάδαςmyriadsπέντε.five.

20οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.

οὕτωςthusκατὰwithκράτοςmightτοῦof theκυρίουLordtheλόγοςwordηὔξανενwas continuing to increaseκαὶandἴσχυεν.was prevailing.

21Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.

ὩςAfterδὲnowἐπληρώθηwere fulfilledταῦτα,these things,ἔθετοpurposedtheΠαῦλοςPaulἐνinτῷtheπνεύματιSpiritδιελθὼνhaving passed throughτὴνtheΜακεδονίανMacedoniaκαὶandἈχαΐανAchaiaπορεύεσθαιto goεἰςtoἹεροσόλυμαJerusalemεἰπὼνhaving saidὅτιthatμετὰAfterτὸtheγενέσθαιbeingμεmeἐκεῖ,there,δεῖit behoovesμεmeκαὶalsoῬώμηνRomeἰδεῖν.to see.

22ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.

ἀποστείλαςHaving sentδὲthenεἰςintoτὴνtheΜακεδονίανMacedoniaδύοtwoτῶνof thoseδιακονούντωνministeringαὐτῷ,to him,ΤιμόθεονTimothyκαὶandἜραστον,Erastus,αὐτὸςhe himselfἐπέσχενremainedχρόνονfor a timeεἰςinτὴνtheἈσίαν.Asia.

23Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.

ἘγένετοAroseδὲnowκατὰatτὸνtheκαιρὸνtimeἐκεῖνονsameτάραχοςa disturbanceοὐκnotὀλίγοςsmallπερὶconcerningτῆςtheὁδοῦ.Way.

24Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,

ΔημήτριοςDemetriusγάρforτιςa certain manὀνόματι,named,ἀργυροκόποςa silversmithποιῶνmakingναοὺςshrinesἀργυροῦςsilverἈρτέμιδος,of Artemis,παρείχετοwas bringingτοῖςto theτεχνίταιςcraftsmenοὐκnoὀλίγηνlittleἐργασίαν,business

25οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν,

οὓςwhomσυναθροίσαςhaving brought togetherκαὶalsoτοὺςtheπερὶinτὰsuchτοιαῦταthingsἐργάταςWorkmenεἶπεν·he said;ἄνδρες,Men,ἐπίστασθεyou knowὅτιthatἐκfromταύτηςthisτῆςtheἐργασίαςbusinesstheεὐπορίαwealthἡμῖνof usἐστιν,is,

26καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.

καὶAndθεωρεῖτεyou seeκαὶandἀκούετεhearὅτιthatοὐnotμόνονonlyἘφέσουin Ephesusἀλλὰbutσχεδὸνalmostπάσηςin allτῆςtheἈσίαςof AsiatheΠαῦλοςPaulοὗτοςthisπείσαςhaving persuaded themμετέστησενhe has turned awayἱκανὸνa great manyὄχλονpeopleλέγωνsayingὅτιthatοὐκnotεἰσὶνthey areθεοὶgodsοἱtheδιὰthroughχειρῶνhandsγινόμενοι.being made.

27οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.

οὐNotμόνονonlyδὲbutτοῦτοthisκινδυνεύειis endangeredἡμῖνto usτὸtheμέροςbusinessεἰςintoἀπελεγμὸνdisreputeἐλθεῖνto comeἀλλὰbutκαὶalsoτὸtheτῆςof theμεγάληςgreatθεᾶςgoddessἈρτέμιδοςArtemisἱερὸνtempleεἰςasοὐθὲνno thingλογισθῆναι,to be reckoned,μέλλεινto beτεandκαὶalsoκαθαιρεῖσθαιdeposingτῆςtheμεγαλειότητοςmajestyαὐτῆςof herἣνwhomὅληalltheἈσίαAsiaκαὶandtheοἰκουμένηworldσέβεται.worship.

28Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.

ἈκούσαντεςHaving heardδὲthenκαὶandγενόμενοιhaving becomeπλήρειςfullθυμοῦof rageἔκραζονthey were crying outλέγοντες·saying;μεγάληGreat istheἌρτεμιςArtemisἘφεσίων.of the Ephesians.

29καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.

καὶAndἐπλήσθηwas filledtheπόλιςcityτῆςtheσυγχύσεως·with confusion;ὥρμησάνthey rushedτεandὁμοθυμαδὸνwith one accordεἰςtoτὸtheθέατρονtheatreσυναρπάσαντεςhaving dragged offΓάϊονGaiusκαὶandἈρίσταρχονAristarchusΜακεδόνας,Macedonians,συνεκδήμουςfellow travelersΠαύλου.of Paul.

30Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·

ΠαύλουPaulδὲhoweverβουλομένουintendingεἰσελθεῖνto go inεἰςtoτὸνtheδῆμονpeopleοὐκnotεἴωνwere allowingαὐτὸνhimοἱtheμαθηταί·disciples;

31τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.

τινὲςSomeδὲthenκαὶalsoτῶνof theἈσιαρχῶνAsiarchsὄντεςbeingαὐτῷto himφίλοι,friends,πέμψαντεςhaving sentπρὸςtoαὐτὸνhimπαρεκάλουνthey were urging himμὴnotδοῦναιto ventureἑαυτὸνhimselfεἰςintoτὸtheθέατρον.theatre.

32ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.

ἄλλοιOthersμὲνindeedοὖνthereforeἄλλοsomeτιthingἔκραζον·were crying out;ἦνwasγὰρfortheἐκκλησίαassemblyσυγκεχυμένη,confused,καὶandοἱtheπλείουςmostοὐκnotᾔδεισανdid knowτίνοςfor whatἕνεκαcauseσυνεληλύθεισαν.they had assembled.

33ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.

ἐκOut ofδὲnowτοῦtheὄχλουcrowdσυνεβίβασανbrought forwardἈλέξανδρονAlexanderπροβαλόντωνwhen were thrusting forwardαὐτὸνhimτῶνtheἸουδαίων·Jews;theδὲAndἈλέξανδροςAlexanderκατασείσαςhaving motioned withτὴνtheχεῖραhandἤθελενwas wantingἀπολογεῖσθαιto present a defenseτῷto theδήμῳ.people.

34ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡσεὶ ἐπὶ ὥρας δύο κραζόντων· μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.

ἐπιγνόντεςHaving recognizedδὲhoweverὅτιthatἸουδαῖόςa Jewἐστιν,he is,φωνὴa cryἐγένετοthere wasμίαoneἐκfromπάντωνallὡσεὶlikeἐπὶongoingὥραςhoursδύοtwoκραζόντων·crying out;μεγάληGreat istheἌρτεμιςArtemisἘφεσίων.of the Ephesians.

35καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;

καταστείλαςhaving calmedδὲthentheγραμματεὺςtown clerkτὸνtheὄχλονcrowdφησίν·he says;ἄνδρεςMenἘφέσιοι,Ephesians,τίςwhoγάρforἐστινis thereἀνθρώπωνof menὃςwhoοὐnotγινώσκειknowsτὴνtheἘφεσίωνof the Ephesiansπόλινcityνεωκόρονtemple-keeperοὖσανas beingτῆςof theμεγάληςgreatἈρτέμιδοςArtemisκαὶandτοῦof thatδιοπετοῦς;fallen from the sky?

36ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.

ἀναντιρρήτωνUndeniableοὖνthereforeὄντωνare beingτούτωνthese thingsδέονnecessaryἐστὶνit isὑμᾶςfor youκατεσταλμένουςquietenedὑπάρχεινto beκαὶandμηδὲνnothingπροπετὲςrashπράσσειν.to do.

37ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.

ἠγάγετεYou broughtγὰρforτοὺςtheἄνδραςmenτούτουςtheseοὔτεneitherἱεροσύλουςtemple plunderersοὔτεnorβλασφημοῦνταςblasphemingτὴνtheθεὸνgoddessἡμῶν.of us.

38εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις.

εἰIfμὲνindeedοὖνthereforeΔημήτριοςDemetriusκαὶandοἱtheσὺνwithαὐτῷhimτεχνῖταιcraftsmenἔχουσιhaveπρόςagainstτιναanyoneλόγον,a matterἀγοραῖοιcourtsἄγονταιare conductedκαὶandἀνθύπατοίproconsulsεἰσιν·there are;ἐγκαλείτωσανthey should accuseἀλλήλοις.to one another.

39εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.

εἰIfδέhoweverτιanythingπεραιτέρωbeyond thisἐπιζητεῖτε,you inquire,ἐνinτῇtheἐννόμῳlawfulἐκκλησίᾳassemblyἐπιλυθήσεται.it will be solved.

40καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.

καὶAndγὰρforκινδυνεύομενwe are in danger ofἐγκαλεῖσθαιbeing accusedστάσεωςof insurrectionπερὶin regard toτῆςtheσήμερονthis dayμηδενὸςnot oneαἰτίουcauseὑπάρχοντοςthere is existingπερὶconcerningοὗwhichοὐnotδυνησόμεθαwe will be ableἀποδοῦναιto renderλόγονa reasonπερὶforτῆςtheσυστροφῆςcommotionταύτης.this.

41καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

καὶAndταῦταthese thingsεἰπὼνhaving saidἀπέλυσενhe dismissedτὴνtheἐκκλησίαν.assembly.

‹ Acts 18Acts 20 ›