The Westcott and Hort text with a word by word English gloss under every Greek word. 510 words in 28 verses.
Open Acts 18 in the interlinear reader1Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον,
ΜετὰAnd afterταῦταthese thingsχωρισθεὶςhaving departedἐκfromτῶνtheἈθηνῶνAthensἦλθενhe cameεἰςtoΚόρινθον,Corinth,
2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς·
καὶAndεὑρώνhaving foundτιναa certainἸουδαῖονJewὀνόματιnamedἈκύλαν,Aquila,Ποντικὸνof Pontusτῷtheγένει,a native,προσφάτωςrecentlyἐληλυθόταhaving comeἀπὸfromτῆςtheἸταλίας,Italy,καὶandΠρίσκιλλανPriscillaγυναῖκαwifeαὐτοῦ,of him,διὰbecause ofτὸtheδιατεταχέναιto have commandedΚλαύδιονClaudiusχωρίζεσθαιto departπάνταςallτοὺςtheἸουδαίουςJewsἀπὸout ofτῆςtheῬώμης,Rome,προσῆλθενhe cameαὐτοῖς·to them;
3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζοντο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ·
καὶandδιὰdue toτὸof theὁμότεχνονsame tradeεἶναιbeingἔμενενhe was stayingπαρ᾽withαὐτοῖςthemκαὶandἠργάζοντο·they were workingἦσανthey wereγὰρforσκηνοποιοὶtentmakersτῇtheτέχνῃ·by trade;
4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
διελέγετοhe was reasoningδὲnowἐνinτῇtheσυναγωγῇsynagogueκατὰonπᾶνeveryσάββατον,Sabbath,ἔπειθένwas persuadingτεbothἸουδαίουςJewsκαὶandἝλληνας.Greeks.
5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν.
ὩςWhenδὲnowκατῆλθονcame downἀπὸfromτῆςtheΜακεδονίαςMacedoniaὅtheτεbothΣιλᾶςSilasκαὶandὁtheΤιμόθεος,Timothy,συνείχετοwas occupiedτῷwith theλόγῳwordὁtheΠαῦλοςPaulδιαμαρτυρόμενοςearnestly testifyingτοῖςto theἸουδαίοιςJewsεἶναιto beτὸνtheχριστὸνChristἸησοῦν.Jesus.
6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν, καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
ἈντιτασσομένωνWhen are opposingδὲhoweverαὐτῶνtheyκαὶandβλασφημούντων,denigrating him,ἐκτιναξάμενοςhaving shaken outτὰtheἱμάτιαgarmentsεἶπενhe saidπρὸςtoαὐτούς·them;τὸTheαἷμαbloodὑμῶνof Youἐπὶbe uponτὴνtheκεφαλὴνheadὑμῶν,of you,καθαρὸςcleanἐγώ·I myself am;ἀπὸFromτοῦtheνῦνnow onεἰςtoτὰtheἔθνηGentilesπορεύσομαι.I will go.
7Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
ΚαὶAndμεταβὰςhaving departedἐκεῖθενfrom thereἦλθενhe cameεἰςto theοἰκίανhouseτινὸςof a certain oneὀνόματιnamedΤιτίουTitiusἸούστουJustusσεβομένουworshipingτὸνtheθεόν,God,οὗof whomἡtheοἰκίαhouseἦνwasσυνομοροῦσαadjoiningτῇto theσυναγωγῇ.synagogue.
8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
ΚρίσποςCrispusδὲnowὁtheἀρχισυνάγωγοςruler of the synagogueἐπίστευσενbelievedτῷin theκυρίῳLordσὺνwithὅλῳallτῷtheοἴκῳhouseholdαὐτοῦ,of him,καὶAndπολλοὶmanyτῶνof theΚορινθίωνCorinthiansἀκούοντεςhearingἐπίστευονwere believingκαὶandἐβαπτίζοντο.were baptized.
9Εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῷ Παύλῳ· μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
ΕἶπενSaidδὲnowὁtheκύριοςLordἐνin theνυκτὶnightδι᾽throughὁράματοςa visionτῷtheΠαύλῳ·to Paul;μὴNotφοβοῦdo fearἀλλὰbutλάλειdo continue speakingκαὶandμὴnotσιωπήσῃς,may be silent,
10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ·
διότιbecauseἐγώI myselfεἰμιamμετὰwithσοῦ,you,καὶandοὐδεὶςno oneἐπιθήσεταίwill lay a hand onσοιyouτοῦtheκακῶσαίto harmσε·you;διότιbecauseλαόςpeopleἐστίνthere isμοιto meπολὺςmanyἐνinτῇtheπόλειcityταύτῃ·this;
11ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
ἐκάθισενHe remainedδὲnowἐνιαυτὸνa yearκαὶandμῆναςmonthsἓξsixδιδάσκωνteachingἐνamongαὐτοῖςthemτὸνtheλόγονwordτοῦtheθεοῦ.of God.
12Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
ΓαλλίωνοςWhen GallioδὲhoweverἀνθυπάτουproconsulὄντοςbeingτῆςtheἈχαΐαςof Achaiaκατεπέστησανrose upὁμοθυμαδὸνwith one accordοἱtheἸουδαῖοιJewsτῷtheΠαύλῳagainst Paulκαὶandἤγαγονledαὐτὸνhimἐπὶtoτὸtheβῆμα,judgment seat,
13λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
λέγοντεςsayingὅτιthatπαρὰContrary toτὸνtheνόμονlawἀναπείθειpersuadesοὗτοςthis manτοὺςtheἀνθρώπουςmenσέβεσθαιto worshipτὸνtheθεόν.God.
14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
ΜέλλοντοςWhen is being about toδὲnowτοῦtheΠαύλουPaulἀνοίγεινto openτὸtheστόμαhis mouthεἶπενsaidὁtheΓαλλίωνGallioπρὸςtoτοὺςtheἸουδαίους·Jews;εἰIfμὲνindeedἦνit wasἀδίκημάunrighteousnessτιsomeἢorῥᾳδιούργημαcrimeπονηρόν,wicked,ὦOἸουδαῖοι,Jews,κατὰaccording toλόγονreasonἂνwouldἀνεσχόμηνI have endured withὑμῶν·you;
15εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
εἰifδὲhoweverζητήματάquestionsἐστινit isπερὶaboutλόγουa wordκαὶandὀνομάτωνnamesκαὶandνόμουlawτοῦtheκαθ᾽ofὑμᾶς,yours,ὄψεσθεyou will beholdαὐτοί·to it yourselves;κριτὴςa judgeἐγὼI myselfτούτωνof these thingsοὐnotβούλομαιresolveεἶναι.to be.
16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
καὶAndἀπήλασενhe droveαὐτοὺςthemἀπὸfromτοῦtheβήματος.judgment seat.
17Ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
ἘπιλαβόμενοιHaving seizedδὲthenπάντεςall of themΣωσθένηνSosthenesτὸνtheἀρχισυνάγωγονruler of the synagogueἔτυπτονthey were beating himἔμπροσθενbeforeτοῦtheβήματος·judgment seat;καὶAndοὐδὲνno thingτούτωνabout these thingsτῷtheΓαλλίωνιto Gallioἔμελεν.was concerning.
18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν.
ὉtheδὲNowΠαῦλοςPaulἔτιmoreπροσμείναςhaving remainedἡμέραςdaysἱκανάς,many,τοῖςof theἀδελφοῖςbrothersἀποταξάμενοςhaving taken leaveἐξέπλειhe was sailing awayεἰςtoτὴνtheΣυρίαν,Syria —καὶandσὺνwithαὐτῷhimΠρίσκιλλαPriscillaκαὶandἈκύλας,Aquila —κειράμενοςhaving shavedἐνinΚεγχρεαῖςCenchreaτὴνtheκεφαλήν·head;εἶχενhe hadγὰρforεὐχήν.a vow.
19κατήντησαν δὲ εἰς Ἔφεσον· κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις.
κατήντησανThey cameδὲnowεἰςtoἜφεσον·Ephesus;κἀκείνουςand themκατέλιπενleftαὐτοῦ,there,αὐτὸςHe himselfδὲthenεἰσελθὼνhaving enteredεἰςintoτὴνtheσυναγωγὴνsynagogueδιελέξατοhe reasonedτοῖςwith theἸουδαίοις.Jews.
20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν·
ἐρωτώντωνWhen are askingδὲnowαὐτῶνtheyἐπὶfor himπλείοναa longerχρόνονtimeμεῖναιto remainοὐκnotἐπένευσεν·he did consent;
21ἀλλ᾽ ἀποταξάμενος καὶ εἰπών πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου.
ἀλλ᾽butἀποταξάμενοςhaving taken leaveκαὶandεἰπώνhaving saidπάλινAgainἀνακάμψωI will returnπρὸςtoὑμᾶςyouτοῦtheθεοῦGodθέλοντος,willing,ἀνήχθηhe sailedἀπὸfromτῆςtheἘφέσου.Ephesus.
22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν·
καὶandκατελθὼνhaving landedεἰςatΚαισάρειαν,Caesarea,ἀναβὰςhaving gone upκαὶandἀσπασάμενοςhaving greetedτὴνtheἐκκλησίανchurchκατέβηhe went downεἰςtoἈντιόχειαν·Antioch;
23καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
καὶAndποιήσαςhaving stayedχρόνονtimeτινὰsomeἐξῆλθενhe went forthδιερχόμενοςpassing throughκαθεξῆςsuccessivelyτὴνtheΓαλατικὴνGalatianχώρανregionκαὶandΦρυγίαν,Phrygia,στηρίζωνestablishingπάνταςallτοὺςtheμαθητάς.disciples.
24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
ἸουδαῖοςA JewδέnowτιςcertainἈπολλῶςApollosὀνόματι,named,Ἀλεξανδρεὺςof Alexandriaτῷtheγένει,a native,ἀνὴρa manλόγιος,eloquent,κατήντησενcameεἰςtoἜφεσονEphesusδυνατὸςmightyὢνbeingἐνinταῖςtheγραφαῖς.Scriptures.
25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·
οὗτοςHeἦνwasκατηχημένοςinstructedτὴνin theὁδὸνwayτοῦof theκυρίου,Lord,καὶAndζέωνbeing ferventτῷtheπνεύματιin spiritἐλάλειhe was speakingκαὶandἐδίδασκενhe was teachingἀκριβῶςearnestlyτὰthe thingsπερὶconcerningτοῦtheἸησοῦJesusἐπιστάμενοςknowingμόνονonlyτὸtheβάπτισμαbaptismἸωάννου·of John;
26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ.
οὗτόςHeτεthenἤρξατοbeganπαρρησιάζεσθαιto speak boldlyἐνinτῇtheσυναγωγῇ.synagogue.ἀκούσαντεςHaving heardδὲhoweverαὐτοῦhimΠρίσκιλλαPriscillaκαὶandἈκύλαςAquilaπροσελάβοντοthey took to themαὐτὸνhimκαὶandἀκριβέστερονmore accuratelyαὐτῷto himἐξέθεντοthey expoundedτὴνtheὁδὸνwayτοῦtheθεοῦ.of God.
27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
βουλομένουWhen is resolvingδὲthenαὐτοῦheδιελθεῖνto pass throughεἰςintoτὴνtheἈχαΐαν,Achaia,προτρεψάμενοιhaving encouraged himοἱtheἀδελφοὶbrothersἔγραψανwroteτοῖςto theμαθηταῖςdisciplesἀποδέξασθαιto welcomeαὐτόν·him;ὃςwhoπαραγενόμενοςhaving arrivedσυνεβάλετοhe helpedπολὺgreatlyτοῖςthoseπεπιστευκόσινhaving believedδιὰthroughτῆςtheχάριτος·grace;
28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
εὐτόνωςPowerfullyγὰρforτοῖςtheἸουδαίοιςJewsδιακατηλέγχετοhe was refutingδημοσίᾳpubliclyἐπιδεικνὺςshowingδιὰthroughτῶνtheγραφῶνScripturesεἶναιto beτὸνtheχριστὸνChristἸησοῦν.Jesus.