Acts 16 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 715 words in 40 verses.

Open Acts 16 in the interlinear reader

1Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·

ΚατήντησενHe cameδὲthenκαὶbothεἰςtoΔέρβηνDerbeκαὶandεἰςtoΛύστραν.Lystra.καὶAndἰδοὺbeholdμαθητήςa discipleτιςcertainἦνwasἐκεῖ,there,ὀνόματιnamedΤιμόθεος,Timothy,υἱὸςthe sonγυναικὸςof a womanἸουδαίαςJewishπιστῆς,believing,πατρὸςfatherδὲhoweverἝλληνος·a Greek;

2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.

ὃςwhoἐμαρτυρεῖτοwas well spoken ofὑπὸbyτῶνtheἐνinΛύστροιςLystraκαὶandἸκονίῳIconiumἀδελφῶν.brothers.

3τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.

τοῦτονThis oneἠθέλησενwantedtheΠαῦλοςPaulσὺνwithαὐτῷhimἐξελθεῖν,to go forth,καὶandλαβὼνhaving takenπεριέτεμενhe circumcisedαὐτὸνhimδιὰon account ofτοὺςtheἸουδαίουςJewsτοὺςthoseὄνταςbeingἐνinτοῖςtheτόποιςpartsἐκείνοις·those;ᾔδεισανthey knewγὰρforἅπαντεςallὅτιthatἝλληνa Greektheπατὴρfatherαὐτοῦof himὑπῆρχεν.was.

4ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.

ὡςWhileδὲthenδιεπορεύοντοthey were passing throughτὰςtheπόλεις,cities,παρεδίδοσανthey were deliveringαὐτοῖςto themφυλάσσεινto keepτὰtheδόγματαdecreesτὰwhich wereκεκριμέναdecided onὑπὸbyτῶνtheἀποστόλωνapostlesκαὶandπρεσβυτέρωνeldersτῶνwho wereἐνinἹεροσολύμοις.Jerusalem.

5Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.

ΑἱTheμὲνindeedοὖνthereforeἐκκλησίαιchurchesἐστερεοῦντοwere strengthenedτῇin theπίστειfaithκαὶandἐπερίσσευονwere increasingτῷtheἀριθμῷin numberκαθ᾽everyἡμέραν.day.

6διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,

διῆλθονthey passed throughδὲthenτὴνtheΦρυγίανPhrygiaκαὶandΓαλατικὴνGalatianχώρανregionκωλυθέντεςhaving been forbiddenὑπὸbyτοῦtheἁγίουHolyπνεύματοςSpiritλαλῆσαιto speakτὸνtheλόγονwordἐνinτῇtheἈσίᾳ,Asia,

7ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ.

ἐλθόντεςhaving comeδὲthenκατὰdown toτὴνtheΜυσίανMysiaἐπείραζονthey were attemptingεἰςintoτὴνtheΒιθυνίανBithyniaπορευθῆναι,to go,καὶandοὐκnotεἴασενdid allowαὐτοὺςthemτὸtheπνεῦμαSpiritἸησοῦ.of Jesus.

8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.

παρελθόντεςhaving passed byδὲthenτὴνtheΜυσίανMysiaκατέβησανthey came downεἰςtoΤρῳάδα.Troas.

9καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη· ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.

καὶAndὅραμαa visionδιὰduringνυκτὸςnightτῷtheΠαύλῳto Paulὤφθη·appeared:ἀνὴρA manΜακεδώνof Macedoniaτιςcertainἦνwasἑστὼςalready standingκαὶandπαρακαλῶνbeseechingαὐτὸνhimκαὶandλέγων·saying;διαβὰςHaving passed overεἰςintoΜακεδονίανMacedoniaβοήθησονdo helpἡμῖν.us.

10ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς.

ὡςWhenδὲnowτὸtheὅραμαvisionεἶδεν,he had seen,εὐθέωςimmediatelyἐζητήσαμενwe soughtἐξελθεῖνto go forthεἰςtoΜακεδονίανMacedoniaσυμβιβάζοντεςconcludingὅτιthatπροσκέκληταιhe has calledἡμᾶςustheθεὸςGodεὐαγγελίσασθαιto evangeliseαὐτούς.to them.

11Ἀναχθέντες οὖν ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν πόλιν,

ἈναχθέντεςHaving sailedοὖνthereforeἀπὸfromΤρῳάδοςTroasεὐθυδρομήσαμενwe made a straight courseεἰςtoΣαμοθρᾴκην,Samothrace,τῇtheδὲandἐπιούσῃthe following dayεἰςtoΝέανNeaπόλιν,Polis,

12κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.

κἀκεῖθενand from thereεἰςtoΦιλίππους,Philippi,ἥτιςwhichἐστὶνisπρώτηthe first cityτῆςof theμερίδοςdistrictΜακεδονίαςof Macedoniaπόλις,the city,κολωνία.and Roman colony.ἦμενWe wereδὲnowἐνinταύτῃthisτῇtheπόλειcityδιατρίβοντεςstayingἡμέραςdaysτινάς.some.

13τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.

τῇOn theτεthenἡμέρᾳdayτῶνof theσαββάτωνSabbathsἐξήλθομενwe went forthἔξωoutsideτῆςtheπύληςgateπαρὰbyποταμὸνa riverοὗwhereἐνομίζομενwe were accustomedπροσευχὴνprayerεἶναι,to have,καὶAndκαθίσαντεςhaving sat downἐλαλοῦμενwe were speakingταῖςto thoseσυνελθούσαιςhaving gatheredγυναιξίν.women.

14Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ Παύλου.

ΚαίAndτιςa certainγυνὴwomanὀνόματιnamedΛυδία,Lydia,πορφυρόπωλιςa seller of purpleπόλεωςof the cityΘυατείρωνof Thyatiraσεβομένηworshipingτὸνtheθεόν,God,ἤκουενwas listeningἧςof whomtheκύριοςLordδιήνοιξενopenedτὴνtheκαρδίανheartπροσέχεινto attendτοῖςto the thingsλαλουμένοιςbeing spokenὑπὸbyΠαύλου.Paul.

15ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς.

ὡςWhenδὲthenἐβαπτίσθηshe was baptizedκαὶandtheοἶκοςhouseαὐτῆς,of her,παρεκάλεσενshe beggedλέγουσα·saying;εἰIfκεκρίκατέyou have judgedμεmeπιστὴνfaithfulτῷto theκυρίῳLordεἶναι,to be,εἰσελθόντεςhaving enteredεἰςintoτὸνtheοἶκόνhouseμουof mineμένετε·do remain;καὶAndπαρεβιάσατοshe persuadedἡμᾶς.us.

16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.

ἘγένετοIt happenedδὲnowπορευομένωνgoingἡμῶνof usεἰςtoτὴνtheπροσευχήν,place of prayer,παιδίσκηνa girlτινὰcertainἔχουσανhavingπνεῦμαa spiritπύθωναPythonὑπαντῆσαιmeeting byἡμῖν,us,ἥτιςwhoἐργασίανgainπολλὴνmuchπαρεῖχενwas bringingτοῖςtheκυρίοιςmastersαὐτῆςof herμαντευομένη.by fortune-telling.

17αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.

αὕτηSheκατακολουθοῦσαhaving followedτῷtheΠαύλῳafter Paulκαὶandἡμῖνusἔκραζενwas crying outλέγουσα·saying;οὗτοιTheseοἱtheἄνθρωποιmenδοῦλοιservantsτοῦof theθεοῦGodτοῦtheὑψίστουMost Highεἰσίν,are,οἵτινεςwhoκαταγγέλλουσινproclaimὑμῖνto youὁδὸνthe wayσωτηρίας.of salvation.

18τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

τοῦτοThisδὲthenἐποίειshe was continuingἐπὶforπολλὰςmanyἡμέρας.days.διαπονηθεὶςHaving been distressedδὲthenΠαῦλοςPaulκαὶandἐπιστρέψαςhaving turnedτῷto theπνεύματιspiritεἶπεν·he said;παραγγέλλωI commandσοιyouἐνinὀνόματιnameἸησοῦof JesusΧριστοῦChristἐξελθεῖνto come outἀπ᾽fromαὐτῆς.her.καὶAndἐξῆλθενit came outαὐτῇon the sameτῇtheὥρᾳ.hour.

19ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,

ἰδόντεςHaving seenδὲnowοἱtheκύριοιmastersαὐτῆςof herὅτιthatἐξῆλθενwas gonetheἐλπὶςhopeτῆςof theἐργασίαςprofitαὐτῶν,of them,ἐπιλαβόμενοιhaving taken hold ofτὸνtheΠαῦλονPaulκαὶandτὸνtheΣιλᾶνSilasεἵλκυσανthey dragged themεἰςintoτὴνtheἀγορὰνmarketplaceἐπὶbeforeτοὺςtheἄρχοντας,rulers,

20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες·

καὶandπροσαγαγόντεςhaving brought upαὐτοὺςthemτοῖςto theστρατηγοῖςmagistratesεἶπαν·they said;οὗτοιTheseοἱtheἄνθρωποιmenἐκταράσσουσινexceedingly troubleἡμῶνof usτὴνtheπόλινcityἸουδαῖοιJewsὑπάρχοντες·being;

21καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.

καὶandκαταγγέλλουσινpreachἔθηcustomsthatοὐκnotἔξεστινit is lawfulἡμῖνfor usπαραδέχεσθαιto acceptοὐδὲnorποιεῖνto practiceῬωμαίοιςRomansοὖσιν.being.

22καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν·

καὶAndσυνεπέστηrose up togethertheὄχλοςcrowdκατ᾽againstαὐτῶν,them,καὶandοἱtheστρατηγοὶmagistratesπεριρήξαντεςhaving torn offαὐτῶνof themτὰtheἱμάτιαgarmentsἐκέλευονwere commandingῥαβδίζειν·to beat with rods;

23πολλάς δὲ ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακὴν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·

πολλάςManyδὲnowἐπιθέντεςhaving laidαὐτοῖςon themπληγὰςblowsἔβαλονthey cast themεἰςintoφυλακὴνprisonπαραγγείλαντεςhaving chargedτῷtheδεσμοφύλακιto jailerἀσφαλῶςstrictlyτηρεῖνto keepαὐτούς·them;

24ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.

ὃςwhoπαραγγελίανan orderτοιαύτηνsuchλαβὼνhaving receivedἔβαλενthrewαὐτοὺςthemεἰςintoτὴνtheἐσωτέρανinnerφυλακὴνprisonκαὶandτοὺςtheπόδαςfeetἠσφαλίσατοfastenedαὐτῶνof themεἰςinτὸtheξύλον.stocks.

25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.

ΚατὰTowardδὲnowτὸtheμεσονύκτιονmidnightΠαῦλοςPaulκαὶandΣιλᾶςSilasπροσευχόμενοιprayingὕμνουνthey were singing praises toτὸνtheθεόν·God;ἐπηκροῶντοWere listeningδὲnowαὐτῶνto themοἱtheδέσμιοι.prisoners.

26ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.

ἄφνωSuddenlyδὲthenσεισμὸςearthquakeἐγένετοthere wasμέγαςa greatὥστεso thatσαλευθῆναιshakingτὰtheθεμέλιαfoundationsτοῦof theδεσμωτηρίου·prison house;ἠνεῴχθησανwere openedδὲthenπαραχρῆμαimmediatelyαἱtheθύραιdoorsπᾶσαι,all,καὶandπάντωνof allτὰtheδεσμὰchainsἀνέθη.were loosed.

27ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.

ἔξυπνοςAwokenδὲthenγενόμενοςhaving beentheδεσμοφύλαξjailerκαὶandἰδὼνwas seeingἀνεῳγμέναςhaving openedτὰςtheθύραςdoorsτῆςof theφυλακῆς,prison,σπασάμενοςhaving drawnτὴνtheμάχαιρανhis swordἤμελλενhe was aboutἑαυτὸνhimselfἀναιρεῖνto executeνομίζωνsupposingἐκπεφευγέναιto have escapedτοὺςtheδεσμίους.prisoners.

28Ἐφώνησεν δὲ μεγάλῃ φωνῇ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.

ἘφώνησενCalled outδὲhoweverμεγάλῃin a loudφωνῇvoiceΠαῦλοςPaulλέγων·saying;μηδὲνNotπράξῃςmay doσεαυτῷto yourselfκακόν·harm;ἅπαντεςallγάρforἐσμενwe areἐνθάδε.here.

29αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ,

αἰτήσαςHaving called forδὲnowφῶταlightsεἰσεπήδησενhe rushed inκαὶandἔντρομοςterrifiedγενόμενοςhaving becomeπροσέπεσενhe fell down beforeτῷtheΠαύλῳPaulκαὶandΣιλᾷ,Silas,

30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;

καὶAndπροαγαγὼνhaving broughtαὐτοὺςthemἔξωoutἔφη·he was saying;κύριοι,Sirs,τίwhatμεof meδεῖis necessaryποιεῖνto doἵναthatσωθῶ;I may be saved?

31οἱ δὲ εἶπαν· πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.

οἱtheδὲAndεἶπαν·they said;πίστευσονdo believeἐπὶonτὸνtheκύριονLordἸησοῦνJesusκαὶandσωθήσῃwill be savedσὺyou yourselfκαὶandtheοἶκόςhouseholdσου.of you.

32καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ θεοῦ σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.

καὶAndἐλάλησανthey spokeαὐτῷto himτὸνtheλόγονwordτοῦof theθεοῦof Godσὺνalong withπᾶσινallτοῖςthoseἐνinτῇtheοἰκίᾳhouseαὐτοῦ.of him.

33καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ἅπαντες παραχρῆμα.

καὶAndπαραλαβὼνhaving takenαὐτοὺςthemἐνinἐκείνῃthat veryτῇtheὥρᾳhourτῆςof theνυκτὸςnightἔλουσενhe washed themἀπὸfromτῶνtheπληγῶν,wounds,καὶandἐβαπτίσθηhe was baptizedαὐτὸςhe himselfκαὶandοἱthe householdαὐτοῦof himἅπαντεςallπαραχρῆμα.immediately.

34ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.

ἀναγαγώνHaving broughtτεthenαὐτοὺςthemεἰςintoτὸνtheοἶκονhouseπαρέθηκενhe laidτράπεζανa table for themκαὶandἠγαλλιάσατοrejoicedπανοικεὶwith all his householdπεπιστευκὼςhaving believedτῷtheθεῷ.in God.

35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.

ἩμέραςWhen dayδὲthenγενομένηςhaving comeἀπέστειλανsentοἱtheστρατηγοὶmagistratesτοὺςtheῥαβδούχουςofficersλέγοντες·saying;ἀπόλυσονdo releaseτοὺςtheἀνθρώπουςmenἐκείνους.those.

36ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.

ἀπήγγειλενReportedδὲthentheδεσμοφύλαξjailerτοὺςtheλόγουςwordsπρὸςtoτὸνtheΠαῦλονPaulὅτιthatἀπέσταλκανHave sentοἱtheστρατηγοὶcaptainsἵναthatἀπολυθῆτε·you may be let go;νῦνNowοὖνthereforeἐξελθόντεςhaving gone outπορεύεσθεdo departἐνinεἰρήνῃ.peace.

37Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλ᾽ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.

theδὲButΠαῦλοςPaulἔφηwas sayingπρὸςtoαὐτούς·them;δείραντεςHaving beatenἡμᾶςusδημοσίᾳpubliclyἀκατακρίτους,uncondemnedἀνθρώπουςmenῬωμαίουςRomansὑπάρχοντας,being,ἔβαλανthey cast usεἰςintoφυλακήν,prison,καὶandνῦνnowλάθρᾳsecretlyἡμᾶςusἐκβάλλουσιν;do they throw out?οὐNoγάρ,indeed!ἀλλ᾽Insteadἐλθόντεςhaving comeαὐτοὶthemselvesἡμᾶςusἐξαγαγέτωσαν.they should bring out.

38ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,

ἀπήγγειλανReportedδὲthenτοῖςto theστρατηγοῖςmagistratesοἱtheῥαβδοῦχοιofficersτὰtheῥήματαdeclarationsταῦτα·these;ἐφοβήθησανThey were afraidδὲthenἀκούσαντεςhaving heardὅτιthatῬωμαῖοίRomansεἰσιν,they are,

39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.

καὶAndἐλθόντεςhaving comeπαρεκάλεσανthey appealed toαὐτούς,themκαὶandἐξαγαγόντεςhaving brought them outἠρώτωνthey were asking themἀπελθεῖνto go outἀπὸofτῆςtheπόλεως.city.

40Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.

ἘξελθόντεςHaving gone forthδὲthenἀπὸout ofτῆςtheφυλακῆςprisonεἰσῆλθονthey cameπρὸςtoτὴνtheΛυδίαν·Lydia;καὶandἰδόντεςhaving seen themπαρεκάλεσανthey exhortedτοὺςtheἀδελφοὺςbrothersκαὶandἐξῆλθαν.departed.

‹ Acts 15Acts 17 ›