The Westcott and Hort text with a word by word English gloss under every Greek word. 692 words in 41 verses.
Open Acts 15 in the interlinear reader1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
ΚαίAndτινεςcertain onesκατελθόντεςhaving come downἀπὸfromτῆςtheἸουδαίαςJudeaἐδίδασκονwere teachingτοὺςtheἀδελφοὺςbrothersὅτιthatἐὰνOnlyμὴunlessπεριτμηθῆτεyou shall become circumcisedτῷaccording to theἔθειcustomτῷtheΜωϋσέως,of Moses,οὐthen notδύνασθεyou are ableσωθῆναι.to be saved.
2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
γενομένηςWhen was hapeningδὲthenστάσεωςcommotionκαὶandζητήσεωςcontroversyοὐκnoὀλίγηςsmallτῷtheΠαύλῳby PaulκαὶandτῷtheΒαρναβᾷBarnabasπρὸςwithαὐτοὺςthemἔταξανthey appointedἀναβαίνεινto go upΠαῦλονPaulκαὶandΒαρναβᾶνBarnabasκαίandτιναςcertainἄλλουςothersἐξout fromαὐτῶνthemπρὸςtoτοὺςtheἀποστόλουςapostlesκαὶandπρεσβυτέρουςeldersεἰςtoἸερουσαλὴμJerusalemπερὶaboutτοῦtheζητήματοςquestionτούτου.this.
3Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
ΟἱTheyμὲνindeedοὖνthereforeπροπεμφθέντεςhaving been sent forwardὑπὸbyτῆςtheἐκκλησίαςchurchδιήρχοντοwere passing throughτήνtheτεbothΦοινίκηνPhoeniciaκαὶandΣαμάρειανSamariaἐκδιηγούμενοιrelating in detailτὴνtheἐπιστροφὴνconversionτῶνof theἐθνῶνGentilesκαὶandἐποίουνthey were bringingχαρὰνjoyμεγάληνgreatπᾶσινto allτοῖςtheἀδελφοῖς.brothers.
4παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν.
παραγενόμενοιHaving comeδὲthenεἰςtoἸερουσαλὴμJerusalemπαρεδέχθησανthey were receivedἀπὸbyτῆςtheἐκκλησίαςchurchκαὶandτῶνtheἀποστόλωνapostlesκαὶandτῶνtheπρεσβυτέρων,elders,ἀνήγγειλάνThey declaredτεthenὅσαhow muchὁtheθεὸςGodἐποίησενdidμετ᾽withαὐτῶν.them.
5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
ἘξανέστησανRose upδέnowτινεςcertainτῶνof thoseἀπὸofτῆςtheαἱρέσεωςsectτῶνof theΦαρισαίωνPhariseesπεπιστευκότες,having believedλέγοντεςsayingὅτιthatδεῖIt is necessaryπεριτέμνεινto circumciseαὐτοὺςthemπαραγγέλλεινto command themτεthenτηρεῖνto keepτὸνtheνόμονlawΜωϋσέως.of Moses.
6Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
ΣυνήχθησάνWere gathered togetherτεthenοἱtheἀπόστολοιapostlesκαὶandοἱtheπρεσβύτεροιeldersἰδεῖνto understandπερὶaboutτοῦtheλόγουmatterτούτου.this.
7πολλῆς δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
πολλῆςOf muchδὲnowζητήσεωςcontroversyγενομένης,having taken place,ἀναστὰςhaving risen upΠέτροςPeterεἶπενsaidπρὸςtoαὐτούς·them;ἄνδρεςMenἀδελφοί,brothers,ὑμεῖςyou yourselvesἐπίστασθεknowὅτιthatἀφ᾽fromἡμερῶνdaysἀρχαίωνearlyἐνamongὑμῖνyouἐξελέξατοchoseὁtheθεὸςGodδιὰthroughτοῦtheστόματόςmouthμουof mineἀκοῦσαιto hearτὰtheἔθνηGentilesτὸνtheλόγονwordτοῦof theεὐαγγελίουgospelκαὶandπιστεῦσαι.to believe.
8καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν·
καὶAndὁtheκαρδιογνώστηςheart-knowingθεὸςGodἐμαρτύρησενbore witnessαὐτοῖςto themδοὺςhaving givenτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyκαθὼςeven asκαὶalsoἡμῖν·to us;
9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
καὶandοὐθὲνno thingδιέκρινενHe made distinctionμεταξὺbetweenἡμῶνusτεalsoκαὶandαὐτῶνthemτῇby theπίστειfaithκαθαρίσαςhaving purifiedτὰςtheκαρδίαςheartsαὐτῶν.of them.
10νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
νῦνNowοὖνthereforeτίwhyπειράζετεare you testingτὸνtheθεὸνGodἐπιθεῖναιto putζυγὸνa yokeἐπὶuponτὸνtheτράχηλονneckτῶνof theμαθητῶν,disciplesὃνthatοὔτεneitherοἱtheπατέρεςfathersἡμῶνof usοὔτεnorἡμεῖςwe ourselvesἰσχύσαμενwere ableβαστάσαι;to bear?
11ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
ἀλλὰButδιὰthroughτῆςtheχάριτοςgraceτοῦof theκυρίουLordἸησοῦJesusπιστεύομενwe believeσωθῆναιto be savedκαθ᾽inὃνthe sameτρόπονmanner asκἀκεῖνοι.they also.
12ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν.
ἐσίγησενKept silentδὲnowπᾶνallτὸtheπλῆθοςmultitudeκαὶandἤκουονwere listening toΒαρναβᾶBarnabasκαὶandΠαύλουPaulἐξηγουμένωνrelatingὅσαhow muchἐποίησενdidὁtheθεὸςGodσημεῖαsignsκαὶandτέραταwondersἐνamongτοῖςtheἔθνεσινGentilesδι᾽throughαὐτῶν.them.
13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
ΜετὰAfterδὲnowτὸtheσιγῆσαιbeing silentαὐτοὺςtheyἀπεκρίθηansweredἸάκωβοςJamesλέγων·saying;ἄνδρεςMenἀδελφοί,brothers,ἀκούσατέdo hearμου.me.
14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ·
ΣυμεὼνSimeonἐξηγήσατοhas relatedκαθὼςeven asπρῶτονfirstὁtheθεὸςGodἐπεσκέψατοvisitedλαβεῖνto takeἐξout ofἐθνῶνthe Gentilesλαὸνa peopleτῷfor theὀνόματιnameαὐτοῦ·of Him;
15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται·
καὶAndτούτῳwith thisσυμφωνοῦσινagreeοἱtheλόγοιwordsτῶνof theπροφητῶνprophetsκαθὼςeven asγέγραπται·it has been written:
16μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν·
μετὰAfterταῦταthese thingsἀναστρέψωI will returnκαὶandἀνοικοδομήσωwill rebuildτὴνtheσκηνὴνtabernacleΔαυὶδof Davidτὴνwhichπεπτωκυῖανhaving fallenκαὶandτὰtheκατεστραμμέναbroken-downαὐτῆςof itἀνοικοδομήσωI will rebuildκαὶandἀνορθώσωI will set uprightαὐτήν·it;
17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ποιῶν ταῦτα
ὅπωςso thatἂνwhenἐκζητήσωσινmay seek outοἱtheκατάλοιποιremnantτῶνtheἀνθρώπωνof menτὸνtheκύριονLordκαὶandπάνταallτὰtheἔθνη,Gentiles,ἐφ᾽uponοὓςwhomἐπικέκληταιhas been calledτὸtheὄνομάnameμουof Meἐπ᾽uponαὐτούς,them,λέγειsaysκύριοςthe Lordποιῶνis doingταῦταthese things
18γνωστὰ ἀπ᾽ αἰῶνος
γνωστὰknownἀπ᾽fromαἰῶνοςeternity’
19διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
διὸThereforeἐγὼI myselfκρίνωjudgeμὴnotπαρενοχλεῖνto troubleτοῖςthose whoἀπὸfromτῶνtheἐθνῶνGentilesἐπιστρέφουσινare turningἐπὶtoτὸνtheθεόν,God,
20ἀλλ᾽ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ πνικτοῦ καὶ τοῦ αἵματος.
ἀλλ᾽butἐπιστεῖλαιto writeαὐτοῖςto themτοῦtheἀπέχεσθαιto abstain fromτῶνtheἀλισγημάτωνpollutionsτῶνof theεἰδώλωνidolsκαὶandτῆςtheπορνείαςsexual immoralityκαὶandπνικτοῦwhich is strangledκαὶandτοῦtheαἵματος.from blood.
21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
ΜωϋσῆςMosesγὰρforἐκfromγενεῶνgenerationsἀρχαίωνof oldκατὰin everyπόλινcityτοὺςthoseκηρύσσονταςproclaimingαὐτὸνhimἔχειhe isἐνinταῖςtheσυναγωγαῖςsynagoguesκατὰonπᾶνeveryσάββατονSabbathἀναγινωσκόμενος.being read.
22Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
ΤότεThenἔδοξενit seemed goodτοῖςto theἀποστόλοιςapostlesκαὶandτοῖςto theπρεσβυτέροιςeldersσὺνwithὅλῃallτῇtheἐκκλησίᾳchurchἐκλεξαμένουςhaving chosenἄνδραςmenἐξout fromαὐτῶνthemπέμψαιto sendεἰςtoἈντιόχειανAntiochσὺνwithτῷtheΠαύλῳPaulκαὶandΒαρναβᾷ,Barnabas,ἸούδανJudasτὸνwhoκαλούμενονis being calledΒαρσαββᾶνBarsabbasκαὶandΣιλᾶν,Silas,ἄνδραςmenἡγουμένουςleadingἐνamongτοῖςtheἀδελφοῖς,brothers,
23γράψαντες διὰ χειρὸς αὐτῶν Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
γράψαντεςhaving writtenδιὰthroughχειρὸςthe handαὐτῶνof themΟἱTheἀπόστολοιapostlesκαὶandοἱtheπρεσβύτεροιeldersἀδελφοὶbrothersτοῖςTo thoseκατὰinτὴνtheἈντιόχειανAntiochκαὶandΣυρίανSyriaκαὶandΚιλικίανCiliciaἀδελφοῖςto brothersτοῖςtheἐξamongἐθνῶνthe Gentilesχαίρειν.Greeting.
24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν οἷς οὐ διεστειλάμεθα,
ἘπειδὴInasmuch asἠκούσαμενwe have heardὅτιthatτινὲςsomeἐξfromἡμῶνusἐτάραξανtroubledὑμᾶςyouλόγοιςby wordsἀνασκευάζοντεςupsettingτὰςtheψυχὰςmindsὑμῶνof youοἷςto whomοὐnotδιεστειλάμεθα,we had given instructions,
25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
ἔδοξενit seemed goodἡμῖνto usγενομένοιςhaving comeὁμοθυμαδὸνwith one accordἐκλεξαμένοιςhaving chosenἄνδραςmenπέμψαιto sendπρὸςtoὑμᾶςyouσὺνwithτοῖςtheἀγαπητοῖςbelovedἡμῶνof usΒαρναβᾷBarnabasκαὶandΠαύλῳ,Paul,
26ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ἀνθρώποιςmenπαραδεδωκόσινhaving handed overτὰςtheψυχὰςlivesαὐτῶνof themὑπὲρforτοῦtheὀνόματοςnameτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦ.Christ.
27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
ἀπεστάλκαμενWe have sentοὖνthereforeἸούδανJudasκαὶandΣιλᾶν,Silas,καὶandαὐτοὺςtheyδιὰthroughλόγουword of mouthἀπαγγέλλονταςare telling youτὰtheαὐτά.same things.
28ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες
ἔδοξενIt seemed goodγὰρforτῷto theπνεύματιSpiritτῷtheἁγίῳHolyκαὶandἡμῖνto usμηδὲνnoπλέονfurtherἐπιτίθεσθαιto layὑμῖνupon youβάροςburdenπλὴνexceptτούτωνtheseτῶνtheἐπάναγκεςnecessary things
29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
ἀπέχεσθαιto abstainεἰδωλοθύτωνfrom idol-sacrificesκαὶandαἵματοςfrom bloodκαὶandπνικτῶνfrom a strangled oneκαὶandπορνείας·from sexual immorality;ἐξFromὧνtheseδιατηροῦντεςkeepingἑαυτοὺςyourselvesεὖwellπράξετε.you will do.ἔρρωσθε.Farewell!
30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν.
ΟἱTheyμὲνindeedοὖνthereforeἀπολυθέντεςhaving been sent offκατῆλθονwentεἰςtoἈντιόχειαν,Antioch,καὶandσυναγαγόντεςhaving gatheredτὸtheπλῆθοςmultitudeἐπέδωκανthey deliveredτὴνtheἐπιστολήν.letter.
31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
ἀναγνόντεςHaving read itδὲnowἐχάρησανthey rejoicedἐπὶatτῇtheπαρακλήσει.encouragement.
32Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.
ἸούδαςJudasτεbothκαὶandΣιλᾶς,Silas,καὶalsoαὐτοὶthemselvesπροφῆταιprophetsὄντες,being,διὰthroughλόγουtalkπολλοῦmuchπαρεκάλεσανexhortedτοὺςtheἀδελφοὺςbrothersκαὶandἐπεστήριξαν.strengthened them.
33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
ποιήσαντεςHaving continuedδὲthenχρόνονa timeἀπελύθησανthey were sent awayμετ᾽inεἰρήνηςpeaceἀπὸfromτῶνtheἀδελφῶνbrothersπρὸςtoτοὺςthoseἀποστείλανταςhaving sentαὐτούς.them.
35Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
ΠαῦλοςPaulδὲhoweverκαὶandΒαρναβᾶςBarnabasδιέτριβονwere stayingἐνinἈντιοχείᾳAntiochδιδάσκοντεςteachingκαὶandεὐαγγελιζόμενοιevangelisingμετὰwithκαὶalsoἑτέρωνothersπολλῶνmanyτὸνtheλόγονwordτοῦof theκυρίου.Lord.
36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
ΜετὰAfterδέnowτιναςsomeἡμέραςdaysεἶπενsaidπρὸςtoΒαρναβᾶνBarnabasΠαῦλος·Paul;ἐπιστρέψαντεςHaving turned backδὴindeedἐπισκεψώμεθαlet us look afterτοὺςtheἀδελφοὺςbrothersκατὰinπόλινcityπᾶσανeveryἐνinαἷςwhichκατηγγείλαμενwe have announcedτὸνtheλόγονwordτοῦof theκυρίου,Lord,πῶςhowἔχουσιν.they are.
37Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
ΒαρναβᾶςBarnabasδὲnowἐβούλετοwas planningσυμπαραλαβεῖνto take alongκαὶalsoτὸνtheἸωάννηνJohnτὸνwhoκαλούμενονis being calledΜᾶρκον·Mark;
38Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συνπαραλαμβάνειν τοῦτον.
ΠαῦλοςPaulδὲhoweverἠξίουwas consideringτὸνthe oneἀποστάνταhaving withdrawnἀπ᾽fromαὐτῶνthemἀπὸfromΠαμφυλίαςPamphyliaκαὶandμὴnotσυνελθόνταhaving gone withαὐτοῖςthemεἰςtoτὸtheἔργονworkμὴnotσυνπαραλαμβάνεινto take alongτοῦτον.him.
39Ἐγένετο δὲ παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον.
ἘγένετοAroseδὲthereforeπαροξυσμός,a sharp disagreement,ὥστεso thatἀποχωρισθῆναιseparatingαὐτοὺςtheyἀπ᾽fromἀλλήλων,one another,τόνtheτεandΒαρναβᾶνBarnabasπαραλαβόνταhaving takenτὸνtheΜᾶρκονMarkἐκπλεῦσαιsailingεἰςtoΚύπρον.Cyprus.
40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν.
ΠαῦλοςPaulδὲhoweverἐπιλεξάμενοςhaving chosenΣιλᾶνSilasἐξῆλθενwent forthπαραδοθεὶςhaving been committedτῇto theχάριτιgraceτοῦof theκυρίουLordὑπὸbyτῶνtheἀδελφῶν.brothers.
41διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
διήρχετοHe was passing throughδὲthenτὴνtheΣυρίανSyriaκαὶandτὴνtheΚιλικίανCiliciaἐπιστηρίζωνstrengtheningτὰςtheἐκκλησίας.churches.