Acts 13 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 930 words in 52 verses.

Open Acts 13 in the interlinear reader

1Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.

ἮσανThere wereδὲnowἐνinἈντιοχείᾳAntiochκατὰinτὴνwhatοὖσανisἐκκλησίανthe churchπροφῆταιprophetsκαὶandδιδάσκαλοι,teachers,theτεbothΒαρναβᾶςBarnabasκαὶandΣυμεὼνSimeonwhoκαλούμενοςis being calledΝίγερNigerκαὶandΛούκιοςLuciustheΚυρηναῖος,Cyrenian,ΜαναήνManaenτεalso —Ἡρῴδουwith Herodτοῦtheτετραάρχουtetrarchσύντροφοςbrought up —καὶandΣαῦλος.Saul.

2λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.

λειτουργούντωνAs were ministeringδὲnowαὐτῶνtheyτῷto theκυρίῳLordκαὶandνηστευόντωνfastingεἶπενsaidτὸtheπνεῦμαSpiritτὸtheἅγιον·Holy;ἀφορίσατεdo set apartδήthenμοιto MeτὸνtheΒαρναβᾶνBarnabasκαὶandΣαῦλονSaulεἰςforτὸtheἔργονworkto whichπροσκέκλημαιI have calledαὐτούς.them.

3τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.

τότεThenνηστεύσαντεςhaving fastedκαὶandπροσευξάμενοιhaving prayedκαὶandἐπιθέντεςhaving laidτὰςtheχεῖραςhandsαὐτοῖςon themἀπέλυσαν.they sent them off.

4Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον.

ΑὐτοὶThey themselvesμὲνindeedοὖνthereforeἐκπεμφθέντεςhaving been sent forthὑπὸbyτοῦof theἁγίουHolyπνεύματοςSpiritκατῆλθονwent downεἰςtoΣελεύκειαν,Seleucia,ἐκεῖθένFrom thereτεthenἀπέπλευσανthey sailedεἰςtoΚύπρον.Cyprus.

5καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.

καὶAndγενόμενοιhaving comeἐνintoΣαλαμῖνιSalamisκατήγγελλονthey were proclaimingτὸνtheλόγονwordτοῦtheθεοῦof Godἐνinταῖςtheσυναγωγαῖςsynagoguesτῶνof theἸουδαίων·Jews;εἶχονThey hadδὲnowκαὶalsoἸωάννηνJohn asὑπηρέτην.a helper.

6Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,

ΔιελθόντεςHaving passed throughδὲnowὅληνallτὴνtheνῆσονislandἄχριas far asΠάφουPaphosεὗρονthey foundἄνδραa man —τινὰa certainμάγονmagicianψευδοπροφήτηνa false prophetἸουδαῖονJewish —whoseὄνομαnameΒαριησοῦς,was Bar-Jesus

7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.

ὃςwhoἦνwasσὺνwithτῷtheἀνθυπάτῳproconsulΣεργίῳSergiusΠαύλῳ,Paulus,ἀνδρὶmanσυνετῷ.an intelligent.οὗτοςHeπροσκαλεσάμενοςhaving called to himΒαρναβᾶνBarnabasκαὶandΣαῦλονSaulἐπεζήτησενdesiredἀκοῦσαιto hearτὸνtheλόγονwordτοῦtheθεοῦ.of God.

8ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

ἀνθίστατοWas opposingδὲhoweverαὐτοῖςto themἘλύμαςElymastheμάγος,magician —οὕτωςthusγὰρforμεθερμηνεύεταιmeansτὸtheὄνομαnameαὐτοῦ,of him —ζητῶνseekingδιαστρέψαιto turn awayτὸνtheἀνθύπατονproconsulἀπὸfromτῆςtheπίστεως.faith.

9Σαῦλος δὲ ὁ καὶ Παῦλος πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν

ΣαῦλοςSaulδὲthentheκαὶalso calledΠαῦλοςPaulπλησθεὶςhaving been filledπνεύματοςthe SpiritἁγίουHolyἀτενίσαςhaving looked intentlyεἰςuponαὐτὸνhim

10εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ κυρίου τὰς εὐθείας;

εἶπεν·said;Oπλήρηςfullπαντὸςof allδόλουdeceitκαὶandπάσηςallῥᾳδιουργίας,craft,υἱὲsonδιαβόλου,of the devil,ἐχθρὲenemyπάσηςof allδικαιοσύνης,righteousness,οὐnotπαύσῃwill you ceaseδιαστρέφωνpervertingτὰςtheὁδοὺςwaysτοῦof theκυρίουLordτὰςtheεὐθείας;upright?

11καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά δὲ ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.

καὶAndνῦνnowἰδοὺbeholdχεὶρthe handκυρίουof the Lordἐπὶis uponσέ,you,καὶandἔσῃyou will beτυφλὸςblindμὴnotβλέπωνseeingτὸνtheἥλιονsunἄχριduringκαιροῦ.a season.παραχρῆμάImmediatelyδὲnowἔπεσενdescendedἐπ᾽uponαὐτὸνhimἀχλὺςmistκαὶandσκότος,darkness,καὶandπεριάγωνgoing aboutἐζήτειhe was seekingχειραγωγούς.one to lead by hand.

12τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.

τότεThenἰδὼνhaving seentheἀνθύπατοςproconsulτὸthatγεγονὸςhaving happenedἐπίστευσενhe believedἐκπλησσόμενοςbeing astonishedἐπὶatτῇtheδιδαχῇteachingτοῦof theκυρίου.Lord.

13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.

ἈναχθέντεςHaving sailedδὲthenἀπὸfromτῆςtheΠάφουPaphosοἱwith thoseπερὶaround himΠαῦλονPaulἦλθονcameεἰςtoΠέργηνPergaτῆςtheΠαμφυλίας.of Pamphylia.ἸωάννηςJohnδὲhoweverἀποχωρήσαςhaving departedἀπ᾽fromαὐτῶνthemὑπέστρεψενhe returnedεἰςtoἹεροσόλυμα.Jerusalem.

14αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.

αὐτοὶThey themselvesδὲnowδιελθόντεςhaving passed throughἀπὸfromτῆςtheΠέργηςPergaπαρεγένοντοcameεἰςtoἈντιόχειανAntiochτὴνtheΠισιδίαν,Pisidia,καὶandἐλθόντεςhaving comeεἰςintoτὴνtheσυναγωγὴνsynagogueτῇon theἡμέρᾳdayτῶνof theσαββάτωνSabbathsἐκάθισαν.they sat down.

15μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

μετὰAfterδὲthenτὴνtheἀνάγνωσινreadingτοῦof theνόμουlawκαὶandτῶνof theπροφητῶνProphetsἀπέστειλανsentοἱtheἀρχισυνάγωγοιrulers of the synagogueπρὸςtoαὐτοὺςthemλέγοντες·saying;ἄνδρεςMenἀδελφοί,brothers,εἴifτίςanyἐστινthere isἐνamongὑμῖνyouλόγοςa wordπαρακλήσεωςof exhortationπρὸςtowardτὸνtheλαόν,people,λέγετε.do speak.

16Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.

ἈναστὰςHaving risen upδὲthenΠαῦλοςPaulκαὶandκατασείσαςhaving made a signτῇwith theχειρὶhandεἶπεν·he said;ἄνδρεςMenἸσραηλῖταιIsraelitesκαὶandοἱyou who areφοβούμενοιfearingτὸνtheθεόν,God,ἀκούσατε.do listen.

17ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς·

TheθεὸςGodτοῦof theλαοῦpeopleτούτουthisἸσραὴλof Israelἐξελέξατοchoseτοὺςtheπατέραςfathersἡμῶνof usκαὶandτὸνtheλαὸνpeopleὕψωσενexaltedἐνinτῇtheπαροικίᾳsojournἐνinγῇthe landΑἰγύπτουof Egyptκαὶandμετὰwithβραχίονοςarmὑψηλοῦupliftedἐξήγαγενbroughtαὐτοὺςthemἐξout ofαὐτῆς·it;

18καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,

καὶandὡςof aboutτεσσερακονταετῆforty yearsχρόνονfor a periodἐτροποφόρησενHe endured the waysαὐτοὺςof themἐνinτῇtheἐρήμῳ,wilderness,

19καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν

καθελὼνhaving destroyedἔθνηnationsἑπτὰsevenἐνinγῇthe landΧανάανof CanaanκατεκληρονόμησενHe gave as an inheritanceτὴνtheγῆνlandαὐτῶνof them —

20ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα· καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ προφήτου·

ὡςduringἔτεσινyearsτετρακοσίοιςfour hundredκαὶandπεντήκοντα·fifty;καὶAndμετὰafterταῦταthese thingsἔδωκενHe gave themκριτὰςjudgesἕωςuntilΣαμουὴλSamuelπροφήτου·prophet;

21κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα·

κἀκεῖθενThenᾐτήσαντοthey asked forβασιλέα,a king,καὶandἔδωκενgaveαὐτοῖςto themtheθεὸςGodτὸνtheΣαοὺλSaulυἱὸνsonΚίς,of Kish,ἄνδραa manἐκof theφυλῆςtribeΒενιαμίν,of Benjamin,ἔτηyearsτεσσεράκοντα·forty;

22καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.

καὶAndμεταστήσαςhaving removedαὐτὸνhimἤγειρενHe raised upτὸνtheΔαυὶδDavidαὐτοῖςto themεἰςasβασιλέα,king,to whomκαὶalsoεἶπενHe saidμαρτυρήσας·having carried witness:εὗρονI have foundΔαυὶδDavidτὸνtheτοῦson ofἸεσσαί,Jesseἄνδραa manκατὰaccording toτὴνtheκαρδίανheartμου,of Mine,ὃςwhoποιήσειwill doπάνταallτὰtheθελήματάwillμου.of Mine.

23τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν,

τούτουOf this mantheθεὸςGodἀπὸofτοῦtheσπέρματοςseedκατ᾽according toἐπαγγελίανpromiseἤγαγενhas broughtτῷtheἸσραὴλto Israelσωτῆραthe SaviorἸησοῦν,Jesus —

24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

προκηρύξαντοςWhen was proclaimingἸωάννουJohnπρὸbefore theπροσώπουfaceτῆςof theεἰσόδουcomingαὐτοῦof Himβάπτισμαa baptismμετανοίαςof repentanceπαντὶto allτῷtheλαῷpeopleἸσραήλ.of Israel.

25ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον ἔλεγεν· τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

ὡςWhileδὲthenἐπλήρουwas fulfillingἸωάννηςJohnτὸνtheδρόμονcourseἔλεγεν·he was saying;τίwhomἐμὲme myselfὑπονοεῖτεdo you supposeεἶναι;to be?οὐκNotεἰμὶam heἐγώ·I myself;ἀλλ᾽butἰδοὺbeholdἔρχεταιHe comesμετ᾽afterἐμὲme myselfοὗof whomοὐκnotεἰμὶI amἄξιοςworthyτὸtheὑπόδημαsandalτῶνof theποδῶνfeetλῦσαι.to untie.

26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.

ἌνδρεςMenἀδελφοί,brothers,υἱοὶsonsγένουςof the familyἈβραὰμof Abrahamκαὶandοἱyou who areἐνamongὑμῖνyouφοβούμενοιfearingτὸνtheθεόν,God,ἡμῖνto ustheλόγοςmessageτῆςof theσωτηρίαςsalvationταύτηςthisἐξαπεστάλη.was sent out.

27οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν·

οἱThoseγὰρforκατοικοῦντεςdwellingἐνinἸερουσαλὴμJerusalemκαὶandοἱtheἄρχοντεςrulersαὐτῶνof themτοῦτονHimἀγνοήσαντεςnot having knownκαὶandτὰςtheφωνὰςvoicesτῶνof theπροφητῶνprophetsτὰςthatκατὰonπᾶνeveryσάββατονSabbathἀναγινωσκομένας,are being read,κρίναντεςhaving condemned Himἐπλήρωσαν·they fulfilled them;

28καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.

καὶAndμηδεμίανnoαἰτίανcauseθανάτουof deathεὑρόντεςhaving foundᾐτήσαντοthey beggedΠιλᾶτονPilateἀναιρεθῆναιto executeαὐτόν.him.

29ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.

ὡςWhenδὲthenἐτέλεσανthey had finishedπάνταallτὰthe thingsπερὶaboutαὐτοῦHimγεγραμμένα,written,καθελόντεςhaving taken Him downἀπὸfromτοῦtheξύλουtreeἔθηκανthey put Himεἰςinμνημεῖον.a tomb.

30ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν,

theδὲButθεὸςGodἤγειρενraisedαὐτὸνHimἐκout fromνεκρῶν,the dead,

31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

ὃςwhoὤφθηappearedἐπὶforἡμέραςdaysπλείουςmanyτοῖςto thoseσυναναβᾶσινhaving come up withαὐτῷHimἀπὸfromτῆςtheΓαλιλαίαςGalileeεἰςtoἸερουσαλήμ,Jerusalem,οἵτινεςwhoνῦνnowεἰσινareμάρτυρεςwitnessesαὐτοῦof Himπρὸςtoτὸνtheλαόν.people.

32καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,

καὶAndἡμεῖςwe ourselvesὑμᾶςto youεὐαγγελιζόμεθαevangeliseτὴνtheπρὸςtoτοὺςtheπατέραςfathersἐπαγγελίανpromiseγενομένην,having been made,

33ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

ὅτιthatταύτηνthistheθεὸςGodἐκπεπλήρωκενhas fulfilledτοῖςto theτέκνοιςchildrenἡμῶνof usἀναστήσαςhaving raised upἸησοῦν,Jesus,ὡςasκαὶalsoἐνinτῷtheψαλμῷpsalmγέγραπταιit has been writtenτῷin theδευτέρῳ·secondυἱόςSonμουof Mineεἶareσύ,You yourself,ἐγὼI myselfσήμερονtodayγεγέννηκάhave begottenσε.you.’

34ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.

ὅτιforδὲthenἀνέστησενHe raisedαὐτὸνHimἐκout fromνεκρῶνthe deadμηκέτιno moreμέλλονταbeing aboutὑποστρέφεινto returnεἰςtoδιαφθοράν,decay,οὕτωςthusεἴρηκενHe has spokenὅτιthatδώσωI will giveὑμῖνto youτὰtheὅσιαholy blessingsΔαυὶδof Davidτὰtheπιστά.sure blessings.’

35διότι καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

διότιthereforeκαὶalsoἐνinἑτέρῳanotherλέγει·He says:οὐNotδώσειςYou will allowτὸνtheὅσιόνHoly Oneσουof youἰδεῖνto seeδιαφθοράν.decay.’

36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·

ΔαυὶδDavidμὲνindeedγὰρforἰδίᾳin his ownγενεᾷgenerationὑπηρετήσαςhaving servedτῇtheτοῦtheθεοῦof Godβουλῇpurposeἐκοιμήθηhe fell asleepκαὶandπροσετέθηhe was addedπρὸςtoτοὺςtheπατέραςfathersαὐτοῦof himκαὶandεἶδενsawδιαφθοράν·decay;

37ὃν δὲ ὁ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.

ὃνThe OneδὲhowevertheθεὸςGodἤγειρεν,raised upοὐκnotεἶδενdid seeδιαφθοράν.decay.

38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·

ΓνωστὸνKnownοὖνthereforeἔστωit should beὑμῖν,to you,ἄνδρεςmenἀδελφοί,brothers,ὅτιthatδιὰthroughτούτουthis Oneὑμῖνto youἄφεσιςforgivenessἁμαρτιῶνof sinsκαταγγέλλεται·is proclaimed;

39καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

καὶAndἀπὸfromπάντωνall thingsὧνfrom whichοὐκnotἠδυνήθητεyou were ableἐνinνόμῳlawΜωϋσέωςof Mosesδικαιωθῆναι,to be justified,ἐνinτούτῳHimπᾶςeveryonewhoπιστεύωνis believingδικαιοῦται.is justified.

40βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·

βλέπετεdo take heedοὖνthereforeμὴlestἐπέλθῃmay come aboutτὸthatεἰρημένονsaidἐνinτοῖςtheπροφήταις·prophets:

41ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.

ἴδετε,Behold!οἱyouκαταφρονηταί,scoffers,καὶandθαυμάσατεdo wonderκαὶandἀφανίσθητε,do perishὅτιforἔργονa workἐργάζομαιam workingἐγὼI myselfἐνinταῖςtheἡμέραιςdaysὑμῶν,of you,ἔργονa workthatοὐcertainlyμὴnotπιστεύσητεyou may believeἐάνeven ifτιςoneἐκδιηγῆταιshall declare itὑμῖν.to you.’

42Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.

ἘξιόντωνWhen are departingδὲthenαὐτῶνtheyπαρεκάλουνwere beggingεἰςonτὸtheμεταξὺnextσάββατονSabbathλαληθῆναιto be spokenαὐτοῖςto themτὰtheῥήματαdeclarationsταῦτα.these.

43λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.

λυθείσηςWhen was releasingδὲthenτῆςtheσυναγωγῆςsynagogueἠκολούθησανfollowedπολλοὶmanyτῶνof theἸουδαίωνJewsκαὶandτῶνof theσεβομένωνworshippingπροσηλύτωνconvertsτῷtheΠαύλῳafter PaulκαὶandτῷtheΒαρναβᾷ,after Barnabas,οἵτινεςwhoπροσλαλοῦντεςspeakingαὐτοῖςto themἔπειθονwere persuadingαὐτοὺςthemπροσμένεινto continueτῇin theχάριτιgraceτοῦtheθεοῦ.of God.

44τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.

τῷOn theδὲnowἐρχομένῳcomingσαββάτῳSabbathσχεδὸνalmostπᾶσαalltheπόλιςcityσυνήχθηwas gathered togetherἀκοῦσαιto hearτὸνtheλόγονwordτοῦtheθεοῦ.of God

45ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.

ἰδόντεςHaving seenδὲhoweverοἱtheἸουδαῖοιJewsτοὺςtheὄχλουςcrowdsἐπλήσθησανthey were filledζήλουwith jealousyκαὶandἀντέλεγονwere contradictingτοῖςthe thingsὑπὸbyΠαύλουPaulλαλουμένοιςspokenβλασφημοῦντες.denigrating him.

46παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.

παρρησιασάμενοίHaving spoken boldlyτεalsotheΠαῦλοςPaulκαὶandtheΒαρναβᾶςBarnabasεἶπαν·said;ὑμῖνTo youἦνit wasἀναγκαῖονnecessaryπρῶτονfirstλαληθῆναιto be spokenτὸνtheλόγονwordτοῦtheθεοῦ·of God;ἐπειδὴbut sinceἀπωθεῖσθεyou thrust awayαὐτὸνitκαὶandοὐκnotἀξίουςworthyκρίνετεyou judgeἑαυτοὺςyourselvesτῆςtheαἰωνίουof eternalζωῆς,life,ἰδοὺbeholdστρεφόμεθαwe are turningεἰςtoτὰtheἔθνη.Gentiles.

47οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

οὕτωςThusγὰρforἐντέταλταιhas commandedἡμῖνustheκύριος·Lord:τέθεικάI have setσεyouεἰςforφῶςa lightἐθνῶνof the Gentilesτοῦtheεἶναίto beσεyouεἰςforσωτηρίανsalvationἕωςuntilἐσχάτουthe uttermost partτῆςof theγῆς.earth.’

48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ θεοῦ καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.

ἈκούονταHearing itδὲthenτὰtheἔθνηGentilesἔχαιρονwere rejoicingκαὶandἐδόξαζονthey were glorifyingτὸνtheλόγονwordτοῦof theθεοῦof Godκαὶandἐπίστευσανthey believedὅσοιas many asἦσανwereτεταγμένοιappointedεἰςtoζωὴνlifeαἰώνιον.eternal.

49διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας.

διεφέρετοWas carriedδὲthentheλόγοςwordτοῦof theκυρίουLordδι᾽throughὅληςallτῆςtheχώρας.region.

50οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.

οἱTheδὲbutἸουδαῖοιJewsπαρώτρυνανincitedτὰςtheσεβομέναςworshippingγυναῖκαςwomenτὰςthethoseεὐσχήμοναςprominentκαὶandτοὺςtheπρώτουςprincipalsτῆςof theπόλεωςcityκαὶandἐπήγειρανthey stirred upδιωγμὸνa persecutionἐπὶagainstτὸνtheΠαῦλονPaulκαὶandΒαρναβᾶνBarnabasκαὶandἐξέβαλονexpelledαὐτοὺςthemἀπὸfromτῶνtheὁρίωνdistrictαὐτῶν.of them.

51οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.

οἱtheδὲButἐκτιναξάμενοιhaving shaken offτὸνtheκονιορτὸνdustτῶνof theποδῶνfeetἐπ᾽againstαὐτοὺςthemἦλθονthey wentεἰςtoἸκόνιον.Iconium.

52οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

οἵtheτεandμαθηταὶthe disciplesἐπληροῦντοwere filledχαρᾶςwith joyκαὶand theπνεύματοςSpiritἁγίου.Holy.

‹ Acts 12Acts 14 ›