The Westcott and Hort text with a word by word English gloss under every Greek word. 528 words in 30 verses.
Open Acts 11 in the interlinear reader1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
ἬκουσανHeardδὲnowοἱtheἀπόστολοιapostlesκαὶandοἱtheἀδελφοὶbrothersοἱthoseὄντεςbeingκατὰinτὴνtheἸουδαίανJudeaὅτιthatκαὶalsoτὰtheἔθνηGentilesἐδέξαντοreceivedτὸνtheλόγονwordτοῦtheθεοῦ.of God.
2Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
ὍτεWhenδὲalsoἀνέβηwent upΠέτροςPeterεἰςtoἸερουσαλήμ,Jerusalem,διεκρίνοντοwere contendingπρὸςwithαὐτὸνhimοἱthoseἐκofπεριτομῆςthe circumcision
3λέγοντες ὅτι εἰσῆλθεν πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγεν αὐτοῖς.
λέγοντεςsayingὅτιthatεἰσῆλθενhe enteredπρὸςtoἄνδραςmenἀκροβυστίανuncircumcisionἔχονταςhavingκαὶandσυνέφαγενhe ate withαὐτοῖς.them.
4ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
ἀρξάμενοςhaving begunδὲnowΠέτροςPeterἐξετίθετοhe was explaining itαὐτοῖςto themκαθεξῆςin orderλέγων·saying;
5ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
ἐγὼI myselfἤμηνwasἐνinπόλειthe cityἸόππῃof JoppaπροσευχόμενοςprayingκαὶandεἶδονI sawἐνinἐκστάσειa tranceὅραμαa visionκαταβαῖνονdescendingσκεῦόςa vesselτιcertainὡςlikeὀθόνηνa sheetμεγάληνgreatτέσσαρσινby fourἀρχαῖςcornersκαθιεμένηνbeing let downἐκout ofτοῦtheοὐρανοῦ,heaven,καὶandἦλθενit came downἄχριas far asἐμοῦ·me;
6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
εἰςOnἣνitἀτενίσαςhaving looked intentlyκατενόουνI was observing itκαὶandεἶδονI sawτὰtheτετράποδαquadrupedsτῆςof theγῆςearthκαὶandτὰtheθηρίαwild beastsκαὶandτὰtheἑρπετὰcreeping thingsκαὶandτὰtheπετεινὰbirdsτοῦof theοὐρανοῦ.air.
7ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι· ἀναστὰς Πέτρε, θῦσον καὶ φάγε.
ἤκουσαI heardδὲthenκαὶalsoφωνῆςa voiceλεγούσηςsayingμοι·to me;ἀναστὰςHaving risen upΠέτρε,Peter,θῦσονdo killκαὶandφάγε.do eat.
8εἶπον δέ· μηδαμῶς, κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
εἶπονI saidδέ·however;μηδαμῶς,In no way,κύριε·Lord;ὅτιforκοινὸνcommonἢorἀκάθαρτονuncleanοὐδέποτεnothing everεἰσῆλθενhas enteredεἰςintoτὸtheστόμαmouthμου.of mine.
9ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
ἀπεκρίθηAnsweredδὲhoweverφωνὴthe voiceἐκforδευτέρουa second timeἐκout ofτοῦtheοὐρανοῦ·heaven;ἃWhatὁtheθεὸςGodἐκαθάρισεν,has cleansed,σὺyou yourselfμὴnotκοίνου.do call unholy.
10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
τοῦτοThisδὲnowἐγένετοhappenedἐπὶonτρίς,three times,καὶandἀνεσπάσθηwas drawn upπάλινagainἅπανταallεἰςintoτὸνtheοὐρανόν.heaven.
11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
καὶandἰδοὺbeholdἐξαυτῆςimmediatelyτρεῖςthreeἄνδρεςmenἐπέστησανstoodἐπὶatτὴνtheοἰκίανhouseἐνinᾗwhichἦμενI wasἀπεσταλμένοιsentἀπὸfromΚαισαρείαςCaesareaπρόςtoμε.me.
12εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
εἶπενToldδὲnowτὸtheπνεῦμάSpiritμοιto meσυνελθεῖνto go withαὐτοῖςthemμηδὲνnotδιακρίναντα.having discriminated.ἦλθονWentδὲnowσὺνwithἐμοὶme myselfκαὶalsoοἱtheἓξsixἀδελφοὶbrothersοὗτοι,these,καὶandεἰσήλθομενwe enteredεἰςintoτὸνtheοἶκονhouseτοῦof theἀνδρός.man.
13ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
ἀπήγγειλενHe relatedδὲthenἡμῖνto usπῶςhowεἶδενhe had seenτὸνtheἄγγελονangelἐνinτῷtheοἴκῳhouseαὐτοῦof himσταθένταhaving stoodκαὶandεἰπόνταhaving saidἀπόστειλονdo send forthεἰςtoἸόππηνJoppaκαὶandμετάπεμψαιdo yourself send forΣίμωναSimonτὸνwhoἐπικαλούμενονis calledΠέτρον,Peter,
14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
ὃςwhoλαλήσειwill speakῥήματαdeclarationsπρὸςtoσὲyouἐνinοἷςwhichσωθήσῃwill be savedσὺyou yourselfκαὶandπᾶςallὁtheοἶκόςhouseholdσου.of you.
15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ.
ἐνInδὲthenτῷtheἄρξασθαίbeginningμεmeλαλεῖνto speakἐπέπεσενfellτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyἐπ᾽uponαὐτούς,them,ὥσπερeven asκαὶalsoἐφ᾽uponἡμᾶςusἐνin theἀρχῇ.beginning.
16ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου, ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
ἐμνήσθηνI rememberedδὲthenτοῦtheῥήματοςdeclarationτοῦof theκυρίου,Lord,ὡςhowἔλεγεν·He was saying:ἸωάννηςJohnμὲνindeedἐβάπτισενbaptizedὕδατι,with water,ὑμεῖςyou yourselvesδὲhoweverβαπτισθήσεσθεwill be baptizedἐνwith theπνεύματιSpiritἁγίῳ.Holy.
17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
εἰIfοὖνthenτὴνtheἴσηνsameδωρεὰνgiftἔδωκενhas givenαὐτοῖςto themὁtheθεὸςGodὡςasκαὶalsoἡμῖν,to usπιστεύσασινhaving believedἐπὶonτὸνtheκύριονLordἸησοῦνJesusΧριστόν,Christ,ἐγὼI myselfτίςhowἤμηνwasδυνατὸςableκωλῦσαιto forbidτὸνtheθεόν;God?
18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες· ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
ἈκούσαντεςHaving heardδὲthenταῦταthese thingsἡσύχασανthey were silentκαὶandἐδόξασανglorifiedτὸνtheθεὸνGodλέγοντες·saying;ἄραThen indeedκαὶalsoτοῖςto theἔθνεσινGentilesὁtheθεὸςGodτὴνtheμετάνοιανrepentanceεἰςuntoζωὴνlifeἔδωκεν.has given.
19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
ΟἱThoseμὲνindeedοὖνthereforeδιασπαρέντεςhaving been scatteredἀπὸbyτῆςtheθλίψεωςtribulationτῆςtheγενομένηςhaving taken placeἐπὶoverΣτεφάνῳStephenδιῆλθονpassed throughἕωςuntilΦοινίκηςPhoeniciaκαὶandΚύπρουCyprusκαὶandἈντιοχείαςAntiochμηδενὶto no oneλαλοῦντεςspeakingτὸνtheλόγονwordεἰonlyμὴexceptμόνονsolelyἸουδαίοις.to Jews.
20Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστὰς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
ἮσανWereδέhoweverτινεςsomeἐξofαὐτῶνthemἄνδρεςmenΚύπριοιof CyprusκαὶandΚυρηναῖοι,of Cyrene,οἵτινεςwhoἐλθόντεςhaving comeεἰςintoἈντιόχειανAntiochἐλάλουνwere speakingκαὶalsoπρὸςtoτοὺςtheἙλληνιστὰςHellenistsεὐαγγελιζόμενοιevangelising aboutτὸνtheκύριονLordἸησοῦν.Jesus.
21καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον·
καὶAndἦνwasχεὶρthe handκυρίουof the Lordμετ᾽withαὐτῶν,them,πολύςa greatτεthenἀριθμὸςnumberὁwhichπιστεύσαςhaving believedἐπέστρεψενturnedἐπὶtoτὸνtheκύριον·Lord;
22ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας·
ἠκούσθηWas heardδὲnowὁtheλόγοςreportεἰςinτὰtheὦταearsτῆςof theἐκκλησίαςchurchτῆςwhichοὔσηςis beingἐνinἸερουσαλὴμJerusalemπερὶconcerningαὐτῶνthemκαὶandἐξαπέστειλανthey sent forthΒαρναβᾶνBarnabasἕωςas far asἈντιοχείας·Antioch;
23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν ἐν τῷ κυρίῳ·
ὃςwhoπαραγενόμενοςhaving comeκαὶandἰδὼνhaving seenτὴνtheχάρινgraceτὴνwhich isτοῦtheθεοῦof Godἐχάρηhe rejoicedκαὶandπαρεκάλειhe was exhortingπάνταςallτῇtheπροθέσειwith resolute purposeτῆςtheκαρδίαςof heartπροσμένεινto abideἐνinτῷtheκυρίῳ·Lord;
24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
ὅτιForἦνhe wasἀνὴρa manἀγαθὸςgoodκαὶandπλήρηςfullπνεύματοςof the SpiritἁγίουHolyκαὶandπίστεως.of faith.καὶAndπροσετέθηwas addedὄχλοςa crowdἱκανὸςlargeτῷto theκυρίῳ.Lord.
25ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
ἐξῆλθενHe went forthδὲthenεἰςtoΤαρσὸνTarsusἀναζητῆσαιto seekΣαῦλον,Saul,
26καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
καὶandεὑρὼνhaving foundἤγαγενhe broughtεἰςtoἈντιόχειαν.Antioch.ἐγένετοIt came to pass thatδὲnowαὐτοῖςtheyκαὶalsoἐνιαυτὸνa yearὅλονwholeσυναχθῆναιgathering togetherἐνinτῇtheἐκκλησίᾳchurchκαὶandδιδάξαιteachingὄχλονa crowdἱκανόν,large,χρηματίσαιWere callingτεthenπρώτωςfirstἐνinἈντιοχείᾳAntiochτοὺςtheμαθητὰςdisciplesΧριστιανούς.Christians.
27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
ἘνInταύταιςtheseδὲnowταῖςtheἡμέραιςdaysκατῆλθονcame downἀπὸfromἹεροσολύμωνJerusalemπροφῆταιprophetsεἰςtoἈντιόχειαν·Antioch;
28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην, ἥτις ἐγένετο ἐπὶ Κλαυδίου
ἀναστὰςHaving risen upδὲnowεἷςoneἐξofαὐτῶνthemὀνόματιnamedἍγαβοςAgabusἐσήμανενhe signifiedδιὰthroughτοῦtheπνεύματοςSpirit thatλιμὸνa famineμεγάληνgreatμέλλεινto ensueἔσεσθαιbeingἐφ᾽overὅληνallτὴνtheοἰκουμένην,world —ἥτιςwhichἐγένετοwasἐπὶin the time ofΚλαυδίουClaudius
29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
τῶνtheδὲAndμαθητῶνthe disciplesκαθὼςeven asεὐπορεῖτόwas prosperedτις,anyone,ὥρισανdeterminedἕκαστοςeachαὐτῶνof themεἰςforδιακονίανministryπέμψαιto sendτοῖςto theκατοικοῦσινdwellingἐνinτῇtheἸουδαίᾳJudeaἀδελφοῖς·brothers;
30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
ὃwhichκαὶalsoἐποίησανthey didἀποστείλαντεςhaving sent itπρὸςtoτοὺςtheπρεσβυτέρουςeldersδιὰthroughχειρὸςthe handΒαρναβᾶof BarnabasκαὶandΣαύλου.Saul.