Acts 10 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 836 words in 48 verses.

Open Acts 10 in the interlinear reader

1Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,

ἈνὴρA manδέnowτιςcertainἐνinΚαισαρείᾳCaesareaὀνόματιnamedΚορνήλιος,Cornelius,ἑκατοντάρχηςwas a centurionἐκofσπείρηςthe Cohortτῆςwhichκαλουμένηςis calledἸταλικῆς,Italian,

2εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός·

εὐσεβὴςdevoutκαὶandφοβούμενοςfearingτὸνtheθεὸνGodσὺνwithπαντὶallτῷtheοἴκῳhouseholdαὐτοῦ,of him,ποιῶνdoingἐλεημοσύναςalmsπολλὰςmanyτῷto theλαῷpeopleκαὶandδεόμενοςprayingτοῦtheθεοῦto Godδιὰthroughπαντός·all times;

3εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.

εἶδενHe sawἐνinὁράματιa visionφανερῶςclearlyὡσεὶas ifπερὶaboutὥρανhourἐνάτηνthe ninth hourτῆςof theἡμέραςdayἄγγελονan angelτοῦtheθεοῦof Godεἰσελθόνταhaving comeπρὸςtoαὐτὸνhimκαὶandεἰπόνταhaving saidαὐτῷ·to him;Κορνήλιε.Cornelius!

4ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.

theδὲAndἀτενίσαςhaving looked intentlyαὐτῷon himκαὶandἔμφοβοςafraidγενόμενοςhaving becomeεἶπεν·he said;τίWhatἐστιν,is it,κύριε;Lord?εἶπενHe saidδὲthenαὐτῷ·to him;αἱTheπροσευχαίprayersσουof Youκαὶandαἱtheἐλεημοσύναιalmsσουof youἀνέβησανhave ascendedεἰςasμνημόσυνονa memorialἔμπροσθενbeforeτοῦtheθεοῦ.God.

5καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος·

καὶAndνῦνnowπέμψονdo sendἄνδραςmenεἰςtoἸόππηνJoppaκαὶandμετάπεμψαιdo yourself summonΣίμωνάSimonτιναsomeoneὃςwhoἐπικαλεῖταιis calledΠέτρος·Peter;

6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν

οὗτοςHeξενίζεταιlodgesπαράwithτινιa certainΣίμωνιSimonβυρσεῖ,a tanner,whoseἐστινisοἰκίαthe houseπαρὰbyθάλασσανthe sea

7Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,

ὩςWhenδὲthenἀπῆλθενhad departedtheἄγγελοςangelwhoλαλῶνis speakingαὐτῷ,to him,φωνήσαςhaving calledδύοtwoτῶνof theοἰκετῶνservantsκαὶandστρατιώτηνa soldierεὐσεβῆdevoutτῶνof thoseπροσκαρτερούντωνattendingαὐτῷ,to him,

8καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.

καὶandἐξηγησάμενοςhaving relatedἅπανταall thingsαὐτοῖς,to themἀπέστειλενhe sentαὐτοὺςthemεἰςtoτὴνtheἸόππην.Joppa.

9Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.

ΤῇOn theδὲnowἐπαύριονnext dayὁδοιπορούντωνwhen are journeyingἐκείνωνtheseκαὶandτῇto theπόλειcityἐγγιζόντων,are approaching,ἀνέβηwent upΠέτροςPeterἐπὶonτὸtheδῶμαhousetopπροσεύξασθαιto prayπερὶaboutὥρανhourἕκτην.the sixth.

10ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεν γεύσασθαι. παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις,

ἐγένετοHe becameδὲthenπρόσπεινος,hungryκαὶandἤθελενwas desiringγεύσασθαι.to eat.παρασκευαζόντωνwhen were preparingδὲhoweverαὐτῶνsome of themἐγένετοhappenedἐπ᾽uponαὐτὸνhimἔκστασις,a trance,

11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς·

καὶandθεωρεῖhe beholdsτὸνtheοὐρανὸνheavenἀνεῳγμένονopenedκαὶandκαταβαῖνονdescendingσκεῦόςa vesselτιcertainὡςasὀθόνηνa sheetμεγάληνgreatτέσσαρσινby fourἀρχαῖςcornersκαθιέμενονbeing let downἐπὶuponτῆςtheγῆς·earth;

12ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ.

ἐνinwhichὑπῆρχενwereπάνταallτὰtheτετράποδαquadrupedsκαὶandἑρπετὰcreeping thingsτῆςof theγῆςearthκαὶandπετεινὰbirdsτοῦtheοὐρανοῦ.of heaven.

13καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστὰς Πέτρε, θῦσον καὶ φάγε.

καὶAndἐγένετοcameφωνὴa voiceπρὸςtoαὐτόν·him:ἀναστὰςHaving risen upΠέτρε,Peter,θῦσονdo killκαὶandφάγε.do eat.

14ὁ δὲ Πέτρος εἶπεν· μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.

theδὲAndΠέτροςPeterεἶπεν·said;μηδαμῶς,In no way,κύριε·Lord;ὅτιforοὐδέποτεneverἔφαγονI ateπᾶνanythingκοινὸνcommonκαὶorἀκάθαρτον.unclean.

15καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.

καὶAndφωνὴa voiceπάλινcame againἐκforδευτέρουthe second timeπρὸςtoαὐτόν·him:WhattheθεὸςGodἐκαθάρισεν,has cleansed,σὺyou yourselfμὴnotκοίνου.do call common.

16τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

τοῦτοThisδὲnowἐγένετοtook placeἐπὶforτρίς,three timesκαὶandεὐθὺςimmediatelyἀνελήμφθηwas taken upτὸtheσκεῦοςvesselεἰςintoτὸνtheοὐρανόν.heaven.

17ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα·

ὡςWhileδὲthenἐνinἑαυτῷhimselfδιηπόρειwas perplexedtheΠέτροςPeterτίwhatἂνmaybeεἴηwould beτὸtheὅραμαvisionthatεἶδεν,he had seen,ἰδοὺbeholdοἱtheἄνδρεςmenοἱwhoἀπεσταλμένοιsentὑπὸfromτοῦtheΚορνηλίουCorneliusδιερωτήσαντεςhaving inquired forτὴνtheοἰκίανhouseτοῦtheΣίμωνος,of Simon,ἐπέστησανstoodἐπὶatτὸνtheπυλῶνα·gate;

18καὶ φωνήσαντες ἐπύθοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.

καὶAndφωνήσαντεςhaving called outἐπύθοντοthey were askingεἰifΣίμωνSimonwhoἐπικαλούμενοςis being calledΠέτροςPeterἐνθάδεhereξενίζεται.is lodged.

19Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν τὸ πνεῦμα· ἰδοὺ ἄνδρες δύο ζητοῦντές σε·

ΤοῦtheδὲAndΠέτρουPeterδιενθυμουμένουthinkingπερὶoverτοῦtheὁράματοςvisionεἶπενsaidτὸtheπνεῦμα·Spirit:ἰδοὺBeholdἄνδρεςmenδύοtwoζητοῦντέςare seekingσε·you;

20ἀλλ᾽ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.

ἀλλ᾽Butἀναστὰςhaving risenκατάβηθιdo go downκαὶandπορεύουdo proceedσὺνwithαὐτοῖςthemμηδὲνnothingδιακρινόμενος,doubting,ὅτιsinceἐγὼI myselfἀπέσταλκαhave sentαὐτούς.them.

21καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;

καταβὰςHaving gone downδὲthenΠέτροςPeterπρὸςtoτοὺςtheἄνδραςmenεἶπεν·he said;ἰδοὺBeholdἐγώI myselfεἰμιamὃνwhomζητεῖτε·you seek;τίςwhat istheαἰτίαcauseδι᾽forἣνwhichπάρεστε;you are here?

22οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.

οἱtheδὲAndεἶπαν·they said;ΚορνήλιοςCorneliusἑκατοντάρχης,a centurion,ἀνὴρa manδίκαιοςrighteousκαὶandφοβούμενοςfearingτὸνtheθεὸνGodμαρτυρούμενόςbeing well testified toτεthenὑπὸbyὅλουallτοῦtheἔθνουςnationτῶνof theἸουδαίων,Jews,ἐχρηματίσθηwas divinely instructedὑπὸbyἀγγέλουan angelἁγίουholyμεταπέμψασθαίto send forσεyouεἰςtoτὸνtheοἶκονhouseαὐτοῦof himκαὶandἀκοῦσαιto hearῥήματαdeclarationπαρὰfromσοῦ.you.

23εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.

εἰσκαλεσάμενοςHaving called inοὖνthereforeαὐτοὺςthemἐξένισεν.he lodged them.τῇOn theδὲnowἐπαύριονnext dayἀναστὰςhaving risen upἐξῆλθενhe went forthσὺνwithαὐτοῖς,them,καίandτινεςsomeτῶνof theἀδελφῶνbrothersτῶνthoseἀπὸfromἸόππηςJoppaσυνῆλθονwent withαὐτῷ.him.

24τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.

τῇOn theδὲnowἐπαύριονnext dayεἰσῆλθενhe enteredεἰςintoτὴνtheΚαισάρειαν·Caesarea;theδὲandΚορνήλιοςCorneliusἦνwasπροσδοκῶνexpectingαὐτοὺςthemσυγκαλεσάμενοςhaving called togetherτοὺςtheσυγγενεῖςrelativesαὐτοῦof himκαὶandτοὺςtheἀναγκαίουςcloseφίλους.friends.

25ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.

ὡςasδὲthenἐγένετοwasτοῦtheεἰσελθεῖνenteringτὸνtheΠέτρον,Peter,συναντήσαςhaving metαὐτῷwith himtheΚορνήλιοςCorneliusπεσὼνhaving fallenἐπὶatτοὺςtheπόδαςfeetπροσεκύνησεν.worshiped him.

26ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων· ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.

theδὲButΠέτροςPeterἤγειρενlifted upαὐτὸνhimλέγων·saying;ἀνάστηθι·do rise up;καὶalsoἐγὼI myselfαὐτὸςmyselfἄνθρωπόςa manεἰμι.am.

27καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς,

καὶAndσυνομιλῶνtalkingαὐτῷwith himεἰσῆλθενhe enteredκαὶandεὑρίσκειhe findsσυνεληλυθόταςhaving gathered togetherπολλούς,many,

28ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον,

ἔφηHe was sayingτεthenπρὸςtoαὐτούς·them;ὑμεῖςYou yourselvesἐπίστασθεknowὡςhowἀθέμιτόνunlawfulἐστινit isἀνδρὶfor a manἸουδαίῳJewishκολλᾶσθαιto unite himselforπροσέρχεσθαιto come nearἀλλοφύλῳ·to someone foreign;κἀμοὶAnd to metheθεὸςGodἔδειξενhas shownμηδέναnothingκοινὸνcommonorἀκάθαρτονuncleanλέγεινto callἄνθρωπον,man,

29διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με;

διὸThereforeκαὶalsoἀναντιρρήτωςwithout objectionἦλθονI cameμεταπεμφθείς.having been summoned.πυνθάνομαιI inquireοὖν,therefore,τίνιfor whatλόγῳreasonμετεπέμψασθέdid you summonμε;me?

30Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ

ΚαὶAndtheΚορνήλιοςCorneliusἔφη·was saying;ἀπὸAgoτετάρτηςfourἡμέραςdaysμέχριuntilταύτηςthisτῆςtheὥραςhourἤμηνI wasτὴνat theἐνάτηνninthπροσευχόμενοςprayingἐνinτῷtheοἴκῳhouseμου,of mine,καὶandἰδοὺbeholdἀνὴρa manἔστηstoodἐνώπιόνbeforeμουmeἐνinἐσθῆτιapparelλαμπρᾷbright

31καὶ φησίν· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ.

καὶandφησίν·said;Κορνήλιε,Cornelius,εἰσηκούσθηhas been heardσουyourtheπροσευχὴprayerκαὶandαἱtheἐλεημοσύναιalmsσουof youἐμνήσθησανwas rememberedἐνώπιονbeforeτοῦtheθεοῦ.God.

32πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν

πέμψονdo sendοὖνthereforeεἰςtoἸόππηνJoppaκαὶandμετακάλεσαιdo yourself call forΣίμωναSimonὃςwhoἐπικαλεῖταιis calledΠέτρος·Peter;οὗτοςHeξενίζεταιlodgesἐνinοἰκίᾳthe houseΣίμωνοςof Simonβυρσέωςa tannerπαρὰbyθάλασσανthe sea

33ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου.

ἐξαυτῆςAt onceοὖνthereforeἔπεμψαI sentπρὸςtoσέ,you,σύyou yourselfτεthenκαλῶςwellἐποίησαςdidπαραγενόμενος.having come.νῦνNowοὖνthereforeπάντεςallἡμεῖςwe ourselvesἐνώπιονbeforeτοῦtheθεοῦGodπάρεσμενare presentἀκοῦσαιto hearπάνταallτὰthe thingsπροστεταγμέναcommandedσοιyouὑπὸbyτοῦtheκυρίου.Lord.

34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,

ἈνοίξαςHaving openedδὲthenΠέτροςPeterτὸtheστόμαmouthεἶπεν·he said;ἐπ᾽Ofἀληθείαςa truthκαταλαμβάνομαιI graspedὅτιthatοὐκnotἔστινisπροσωπολήμπτηςOne who shows partialitytheθεός,God,

35ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.

ἀλλ᾽butἐνinπαντὶeveryἔθνειnationwhichφοβούμενοςis fearingαὐτὸνHimκαὶandἐργαζόμενοςworkingδικαιοσύνηνrighteousnessδεκτὸςacceptableαὐτῷto Himἐστιν.is.

36τὸν λόγον ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστιν πάντων κύριος,

τὸνtheλόγονwordἀπέστειλενHe sentτοῖςto theυἱοῖςsonsἸσραὴλof Israelεὐαγγελιζόμενοςevangelising aboutεἰρήνηνpeaceδιὰthroughἸησοῦJesusΧριστοῦ,Christ —οὗτόςHeἐστινisπάντωνof allκύριος,Lord,

37ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,

ὑμεῖςYou yourselvesοἴδατεknowτὸtheγενόμενονhaving comeῥῆμαdeclarationκαθ᾽throughὅληςallτῆςtheἸουδαίας,Judea,ἀρξάμενοςhaving begunἀπὸfromτῆςtheΓαλιλαίαςGalileeμετὰafterτὸtheβάπτισμαbaptismthatἐκήρυξενproclaimedἸωάννης,John:

38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ·

ἸησοῦνJesusτὸνtheἀπὸfromΝαζαρέθ,Nazareth,ὡςhowἔχρισενanointedαὐτὸνHimtheθεὸςGodπνεύματιSpiritἁγίῳwith Holyκαὶandδυνάμει,with power,ὃςwhoδιῆλθενwent aboutεὐεργετῶνdoing goodκαὶandἰώμενοςhealingπάνταςallτοὺςthoseκαταδυναστευομένουςbeing oppressedὑπὸbyτοῦtheδιαβόλου,devil,ὅτιbecausetheθεὸςGodἦνwasμετ᾽withαὐτοῦ·Him;

39καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.

καὶAndἡμεῖςwe ourselvesμάρτυρεςwitnessesπάντωνof all thingsὧνthatἐποίησενHe didἔνinτεbothτῇtheχώρᾳregionτῶνof theἸουδαίωνJewsκαὶandἸερουσαλήμ·Jerusalem;ὃνwhomκαὶalsoἀνεῖλανthey executedκρεμάσαντεςhaving hanged Himἐπὶonξύλου.a tree.

40τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι

τοῦτονThis OnetheθεὸςGodἤγειρενraised upτῇtheτρίτῃthirdἡμέρᾳdayκαὶandἔδωκενgaveαὐτὸνHimἐμφανῆrevealedγενέσθαιto become

41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·

οὐnot revealedπαντὶto allτῷtheλαῷ,people,ἀλλὰbutμάρτυσινto the witnessesτοῖςwhoπροκεχειροτονημένοιςchosen beforehandὑπὸbyτοῦtheθεοῦGodἡμῖν,to usοἵτινεςwhoσυνεφάγομενwe ate withκαὶandσυνεπίομενwe drank withαὐτῷHimμετὰafterτὸtheἀναστῆναιrisingαὐτὸνof Himἐκout fromνεκρῶν·the dead;

42καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.

καὶAndπαρήγγειλενHe instructedἡμῖνusκηρύξαιto proclaimτῷto theλαῷpeopleκαὶandδιαμαρτύρασθαιto testify fullyὅτιthatοὗτόςHeἐστινisthe OneὡρισμένοςappointedὑπὸbyτοῦtheθεοῦGodκριτὴςas judgeζώντωνof livingκαὶandνεκρῶν.dead.

43τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

τούτῳTo Himπάντεςallοἱtheπροφῆταιprophetsμαρτυροῦσινbear witnessἄφεσινthat forgivenessἁμαρτιῶνof sinsλαβεῖνreceivingδιὰthroughτοῦtheὀνόματοςnameαὐτοῦof Himπάνταeveryoneτὸνwhoπιστεύονταis believingεἰςinαὐτόν.Him.

44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

ἜτιStillλαλοῦντοςwhen is speakingτοῦtheΠέτρουPeterτὰtheῥήματαdeclarationsταῦταtheseἐπέπεσενfellτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyἐπὶuponπάνταςallτοὺςthoseἀκούονταςhearingτὸνtheλόγον.word.

45καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ οἳ συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου τοῦ πνεύματος ἐκκέχυται·

καὶAndἐξέστησανwere amazedοἱtheἐκfromπεριτομῆςthe circumcisionπιστοὶbelieversοἳthose whoσυνῆλθανhad come withτῷtheΠέτρῳ,Peter,ὅτιthatκαὶevenἐπὶuponτὰtheἔθνηGentilestheδωρεὰgiftτοῦof theἁγίουHolyτοῦtheπνεύματοςSpiritἐκκέχυται·has been poured out;

46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη Πέτρος·

ἤκουονThey were hearingγὰρforαὐτῶνwhen theyλαλούντωνare speakingγλώσσαιςin tonguesκαὶandμεγαλυνόντωνmagnifyingτὸνtheθεόν.God.τότεThenἀπεκρίθηansweredΠέτρος·Peter;

47μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;

μήτιsurely not everτὸtheὕδωρwaterδύναταιis ableκωλῦσαίto withholdτιςanyoneτοῦtheμὴnotβαπτισθῆναιto baptizeτούτους,theseοἵτινεςwhoτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyἔλαβονhave receivedὡςasκαὶalso haveἡμεῖς;we ourselves?

48προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

προσέταξενHe commandedδὲnowαὐτοὺςthemἐνinτῷtheὀνόματιnameἸησοῦof JesusΧριστοῦChristβαπτισθῆναιto be baptizedτότεThenἠρώτησανthey askedαὐτὸνhimἐπιμεῖναιto remainἡμέραςdaysτινάς.some.

‹ Acts 9Acts 11 ›