The Westcott and Hort text with a word by word English gloss under every Greek word. 784 words in 43 verses.
Open Acts 9 in the interlinear reader1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,
ὉtheδὲButΣαῦλοςSaulἔτιstillἐμπνέωνbreathing outἀπειλῆςthreatsκαὶandφόνουmurderεἰςtowardτοὺςtheμαθητὰςdisciplesτοῦof theκυρίου,Lord,προσελθὼνhaving goneτῷto theἀρχιερεῖ,high priest,
2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
ᾐτήσατοrequestedπαρ᾽fromαὐτοῦhimἐπιστολὰςlettersεἰςinΔαμασκὸνDamascusπρὸςtoτὰςtheσυναγωγάς,synagogues,ὅπωςso thatἐάνifτιναςanyεὕρῃhe shall findτῆςof theὁδοῦwayὄνταςbeingἄνδραςmenτεbothκαὶandγυναῖκας,women,δεδεμένουςboundἀγάγῃhe may bring themεἰςtoἸερουσαλήμ.Jerusalem.
3ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ·
ἐνInδὲnowτῷtheπορεύεσθαιproceedingἐγένετοit came to passαὐτὸνas heἐγγίζεινis drawing nearτῇtheΔαμασκῷ,to Damascus,ἐξαίφνηςsuddenlyτεalsoαὐτὸνhimπεριήστραψενflashed aroundφῶςa lightἐκfromτοῦtheοὐρανοῦ·heaven;
4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις;
καὶAndπεσὼνhaving fallenἐπὶonτὴνtheγῆνgroundἤκουσενhe heardφωνὴνa voiceλέγουσανsayingαὐτῷ·to him;ΣαοὺλSaulΣαούλ,Saul,τίwhyμεMeδιώκεις;do you persecute?
5εἶπεν δέ· τίς εἶ, κύριε; ὁ δέ ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
εἶπενHe saidδέ·then;τίςWhoεἶ,are You,κύριε;Lord?ὁtheδέAnd He saidἐγώI myselfεἰμιamἸησοῦςJesusὃνwhomσὺyou yourselfδιώκειςare persecuting
6ἀλλ᾽ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
ἀλλ᾽Butἀνάστηθιdo rise upκαὶandεἴσελθεdo enterεἰςintoτὴνtheπόλιν,city,καὶandλαληθήσεταίit will be toldσοιyouὅthatτίwhatσεyouδεῖit behoovesποιεῖν.to do.
7οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
οἱtheδὲAndἄνδρεςthe menοἱthoseσυνοδεύοντεςtraveling withαὐτῷhimεἱστήκεισανhad stoodἐνεοί,speechless,ἀκούοντεςhearingμὲνindeedτῆςtheφωνῆς,voice,μηδέναno oneδὲhoweverθεωροῦντες.seeing.
8ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
ἠγέρθηRose upδὲthenΣαῦλοςSaulἀπὸfromτῆςtheγῆς,ground,ἀνεῳγμένωνopenedδὲhoweverτῶνtheὀφθαλμῶνeyesαὐτοῦof himοὐδὲνno thingἔβλεπεν·he was seeing;χειραγωγοῦντεςLeading by the handδὲthenαὐτὸνhimεἰσήγαγονthey brought himεἰςtoΔαμασκόν.Damascus.
9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
καὶAndἦνhe wasἡμέραςdaysτρεῖςthreeμὴwithoutβλέπωνseeingκαὶandοὐκneitherἔφαγενdid he eatοὐδὲnorἔπιεν.drink.
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἁνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, κύριε.
ἮνThere wasδέnowτιςa certainμαθητὴςdiscipleἐνinΔαμασκῷDamascusὀνόματιnamedἉνανίας,Ananias,καὶAndεἶπενsaidπρὸςtoαὐτὸνhimἐνinὁράματιa visionὁtheκύριος·Lord;Ἁνανία.Ananias.ὁtheδὲAndεἶπεν·he said;ἰδοὺBeholdἐγώ,me myself,κύριε.Lord.
11ὁ δὲ κύριος πρὸς αὐτόν· Ἀνάστα πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται
ὁtheδὲAndκύριοςthe Lordπρὸςtoαὐτόν·him said;Ἀνάσταdo rise upπορεύθητιdo goἐπὶintoτὴνtheῥύμηνstreetτὴνwhichκαλουμένηνis being calledεὐθεῖανStraightκαὶandζήτησονdo seekἐνinοἰκίᾳthe houseἸούδαof JudasΣαῦλονSaulὀνόματιnamedΤαρσέα·of Tarsus;ἰδοὺBeholdγὰρforπροσεύχεταιhe is praying
12καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ τὰς χεῖρας, ὅπως ἀναβλέψῃ.
καὶandεἶδενhe sawἄνδραa manἐνinὁράματιa visionἉνανίανAnaniasὀνόματιnamedεἰσελθόνταhaving comeκαὶandἐπιθένταhaving putαὐτῷon himτὰςtheχεῖρας,hands,ὅπωςso thatἀναβλέψῃ.he may see again.
13Ἀπεκρίθη δὲ Ἁνανίας· κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
ἈπεκρίθηAnsweredδὲbutἉνανίας·Ananias;κύριε,Lord,ἤκουσαI have heardἀπὸfromπολλῶνmanyπερὶconcerningτοῦtheἀνδρὸςmanτούτου,this,ὅσαhow manyκακὰevilsτοῖςto theἁγίοιςsaintsσουof Youἐποίησενhe didἐνinἸερουσαλήμ·Jerusalem;
14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
καὶandὧδεhereἔχειhe hasἐξουσίανauthorityπαρὰfromτῶνtheἀρχιερέωνchief priestsδῆσαιto bindπάνταςallτοὺςthoseἐπικαλουμένουςcalling onτὸtheὄνομάnameσου.of You.
15Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ.
ΕἶπενSaidδὲhoweverπρὸςtoαὐτὸνhimὁtheκύριος·Lord;πορεύου,do go,ὅτιforσκεῦοςa vesselἐκλογῆςof choiceἐστίνisμοιto Meοὗτοςthis manτοῦtheβαστάσαιto carryτὸtheὄνομάnameμουof MeἐνώπιονbeforeτῶνtheἐθνῶνGentilesτεandκαὶalsoβασιλέωνkingsυἱῶνthe sonsτεthenἸσραήλ.of Israel.
16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
ἐγὼI myselfγὰρforὑποδείξωwill showαὐτῷto himὅσαhow muchδεῖit behoovesαὐτὸνhimὑπὲρforτοῦtheὀνόματόςnameμουof Meπαθεῖν.to suffer.
17Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
ἈπῆλθενWent awayδὲthenἉνανίαςAnaniasκαὶandεἰσῆλθενenteredεἰςintoτὴνtheοἰκίαν,house,καὶandἐπιθεὶςhaving laidἐπ᾽uponαὐτὸνhimτὰςtheχεῖραςhandsεἶπεν·he said;ΣαοὺλSaulἀδελφέ,Brother,ὁtheκύριοςLordἀπέσταλκένhas sentμε,me,ἸησοῦςJesusὁthe Oneὀφθείςhaving appearedσοιto youἐνonτῇtheὁδῷroadᾗby whichἤρχου,you were coming,ὅπωςthatἀναβλέψῃςyou may see againκαὶandπλησθῇςyou may be filledπνεύματοςof the Spiritἁγίου.Holy.
18καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
καὶAndεὐθέωςimmediatelyἀπέπεσανfellαὐτοῦof himἀπὸfromτῶνtheὀφθαλμῶνeyesὡςasλεπίδες,scales,ἀνέβλεψένhe regained his sightτεalsoκαὶAndἀναστὰςhaving risen upἐβαπτίσθη,he was baptized,
19καὶ λαβὼν τροφὴν ἐνισχύθη. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς·
καὶandλαβὼνhaving takenτροφὴνfoodἐνισχύθη.he was strengthenedἘγένετοHe wasδὲnowμετὰwithτῶνthoseἐνinΔαμασκῷDamascusμαθητῶνthe disciple,sἡμέραςdaysτινάς·for some;
20καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
καὶAndεὐθέωςimmediatelyἐνinταῖςtheσυναγωγαῖςsynagoguesἐκήρυσσενhe was proclaimingτὸνtheἸησοῦν,Jesus,ὅτιthatοὗτόςHeἐστινisὁtheυἱὸςSonτοῦtheθεοῦ.of God.
21ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς.
ἐξίσταντοWere amazedδὲthenπάντεςallοἱthoseἀκούοντεςhearingκαὶandἔλεγον·were saying;οὐχSurelyοὗτόςthisἐστινisὁthe oneπορθήσαςhaving caused havocἐνinἸερουσαλὴμJerusalemτοὺςthoseἐπικαλουμένουςcalling onτὸtheὄνομαnameτοῦτο;this?καὶAndὧδεhereεἰςforτοῦτοthisἐληλύθειhe had comeἵναthatδεδεμένουςboundαὐτοὺςthemἀγάγῃhe may bringἐπὶtoτοὺςtheἀρχιερεῖς.chief priests.
22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
ΣαῦλοςSaulδὲhoweverμᾶλλονall the moreἐνεδυναμοῦτοwas empoweredκαὶandσυνέχυννενwas confoundingἸουδαίουςJewsτοὺςthoseκατοικοῦνταςdwellingἐνinΔαμασκῷ,Damascus,συμβιβάζωνprovingὅτιthatοὗτόςthisἐστινisὁtheχριστός.Christ.
23ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
ὡςWhenδὲnowἐπληροῦντοwere passedἡμέραιdaysἱκαναί,many,συνεβουλεύσαντοplotted togetherοἱtheἸουδαῖοιJewsἀνελεῖνto executeαὐτόν·him;
24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν·
ἐγνώσθηbecame knownδὲhoweverτῷtheΣαύλῳto Saulἡtheἐπιβουλὴplotαὐτῶν.of them.παρετηροῦντοThey were themselves watchingδὲnowκαὶalsoτὰςtheπύλαςgatesἡμέραςby dayτεandκαὶalsoνυκτός,night,ὅπωςso thatαὐτὸνhimἀνέλωσιν·they may execute;
25λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
λαβόντεςhaving takenδὲhoweverοἱtheμαθηταὶdisciplesαὐτοῦof himνυκτὸςby nightδιὰthroughτοῦtheτείχουςwallκαθῆκανthey let downαὐτὸνhimχαλάσαντεςhaving lowered himἐνinσπυρίδι.a basket.
26Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
ΠαραγενόμενοςHaving arrivedδὲthenεἰςinἸερουσαλὴμJerusalemἐπείραζενhe was tryingκολλᾶσθαιto joinτοῖςto theμαθηταῖς·disciples;καὶAndπάντεςallἐφοβοῦντοwere afraid ofαὐτὸνhimμὴnotπιστεύοντεςbelievingὅτιthatἐστὶνhe isμαθητής.a disciple.
27Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.
ΒαρναβᾶςBarnabasδὲhoweverἐπιλαβόμενοςhaving takenαὐτὸνhimἤγαγενhe brought himπρὸςtoτοὺςtheἀποστόλουςapostlesκαὶandδιηγήσατοhe relatedαὐτοῖςto themπῶςhowἐνonτῇtheὁδῷroadεἶδενhe had seenτὸνtheκύριονLordκαὶandὅτιthatἐλάλησενHe had spokenαὐτῷto himκαὶandπῶςhowἐνinΔαμασκῷDamascusἐπαρρησιάσατοhe had spoken boldlyἐνinτῷtheὀνόματιnameἸησοῦ.of Jesus.
28καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου
καὶAndἦνhe wasμετ᾽withαὐτῶνthemεἰσπορευόμενοςcoming inκαὶandἐκπορευόμενοςgoing outεἰςinἸερουσαλήμ,Jerusalem,παρρησιαζόμενοςspeaking boldlyἐνinτῷtheὀνόματιnameτοῦof theκυρίουLord
29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
ἐλάλειHe was speakingτεalsoκαὶandσυνεζήτειhe was debatingπρὸςwithτοὺςtheἙλληνιστάς·Hellenists;οἱtheδὲbutἐπεχείρουνthey were seekingἀνελεῖνto executeαὐτόν.him.
30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
ἐπιγνόντεςHaving known itδὲhoweverοἱtheἀδελφοὶbrothersκατήγαγονbrought downαὐτὸνhimεἰςtoΚαισάρειανCaesareaκαὶandἐξαπέστειλανsent awayαὐτὸνhimεἰςtoΤαρσόν.Tarsus.
31Ἡ μὲν οὖν ἐκκλησία καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
Ἡtheμὲνindeedοὖνthenἐκκλησίαchurchκαθ᾽throughoutὅληςallτῆςtheἸουδαίαςof JudeaκαὶandΓαλιλαίαςGalileeκαὶandΣαμαρείαςSamariaεἶχενhadεἰρήνην,peace,οἰκοδομουμένηbeing edifiedκαὶandπορευομένηgoing onτῷin theφόβῳfearτοῦof theκυρίου,Lord,καὶandτῇin theπαρακλήσειcomfortτοῦof theἁγίουHolyπνεύματοςSpiritἐπληθύνετο.it were multiplied.
32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
ἘγένετοIt came to pass thatδὲnowΠέτρονPeterδιερχόμενονpassingδιὰthroughπάντωνall quartersκατελθεῖνdescendingκαὶalsoπρὸςtoτοὺςtheἁγίουςsaintsτοὺςthoseκατοικοῦνταςinhabitingΛύδδα.Lydda.
33εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου ὃς ἦν παραλελυμένος.
εὗρενHe foundδὲthenἐκεῖthereἄνθρωπόνa manτιναcertainὀνόματιnamedΑἰνέανAeneasἐξforἐτῶνyearsὀκτὼeightκατακείμενονlyingἐπὶonκραβάττουa bedὃςwhoἦνwasπαραλελυμένος.paralyzed.
34καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη·
καὶAndεἶπενsaidαὐτῷto himὁtheΠέτρος·Peter;Αἰνέα,Aeneas,ἰᾶταίhealsσεyouἸησοῦςJesusΧριστός·Christ;ἀνάστηθιdo rise upκαὶandστρῶσονdo make the bedσεαυτῷ.for yourself.καὶAndεὐθέωςimmediatelyἀνέστη·he rose up;
35καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
καὶAndεἶδανsawαὐτὸνhimπάντεςallοἱthoseκατοικοῦντεςinhabitingΛύδδαLyddaκαὶandτὸνtheΣαρῶνα,Sharon,οἵτινεςwhoἐπέστρεψανturnedἐπὶtoτὸνtheκύριον.Lord.
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει·
ἘνInἸόππῃJoppaδέnowτιςcertainἦνthere wasμαθήτριαa discipleὀνόματιnamedΤαβιθά,Tabitha,ἣwhichδιερμηνευομένηbeing translatedλέγεταιis calledΔορκάς·Dorcas;αὕτηSheἦνwasπλήρηςfullἔργωνof worksἀγαθῶνgoodκαὶandἐλεημοσυνῶνof almsὧνthatἐποίει·she was doing;
37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν ὑπερῴῳ.
ἐγένετοIt came to passδὲhoweverἐνinταῖςtheἡμέραιςdaysἐκείναιςthoseἀσθενήσασανthat having become sickαὐτὴνsheἀποθανεῖν·to die;λούσαντεςHaving washed herδὲthenἔθηκανput herἐνinὑπερῴῳ.an upper room.
38ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.
ἐγγὺςNearδὲnowοὔσηςbeingΛύδδαςLyddaτῇtheἸόππῃto Joppaοἱtheμαθηταὶdisciplesἀκούσαντεςhaving heardὅτιthatΠέτροςPeterἐστὶνisἐνinαὐτῇ,it,ἀπέστειλανsentδύοtwoἄνδραςmenπρὸςtoαὐτὸνhimπαρακαλοῦντες·imploring ;μὴNotὀκνήσῃςyou may delayδιελθεῖνcomingἕωςtoἡμῶν.us.
39ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.
ἀναστὰςHaving risen upδὲthenΠέτροςPeterσυνῆλθενwent withαὐτοῖς·them;ὃνwhoπαραγενόμενονhaving arrivedἀνήγαγονthey brought himεἰςintoτὸtheὑπερῷον,upper room,καὶAndπαρέστησανstood byαὐτῷhimπᾶσαιallαἱtheχῆραιwidowsκλαίουσαιweepingκαὶandἐπιδεικνύμεναιshowingχιτῶναςthe tunicsκαὶandἱμάτιαgarmentsὅσαhow muchἐποίειwas makingμετ᾽withαὐτῶνthemοὖσαbeingἡtheΔορκάς.Dorcas.
40ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
ἐκβαλὼνHaving putδὲthenἔξωoutsideπάνταςallὁtheΠέτροςPeterκαὶandθεὶςhaving bowedτὰtheγόναταkneesπροσηύξατο·he prayed;καὶAndἐπιστρέψαςhaving turnedπρὸςtoτὸtheσῶμαbodyεἶπεν·he said;Ταβιθά,Tabitha,ἀνάστηθι.do arise.ἡtheδὲAndἤνοιξενshe openedτοὺςtheὀφθαλμοὺςeyesαὐτῆςof herκαὶandἰδοῦσαhaving seenτὸνtheΠέτρονPeterἀνεκάθισεν.she sat up.
41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
δοὺςHaving givenδὲthenαὐτῇto herχεῖραhis handἀνέστησενhe raised upαὐτήν·her;φωνήσαςHaving calledδὲthenτοὺςtheἁγίουςsaintsκαὶandτὰςtheχήραςwidowsπαρέστησενhe presentedαὐτὴνherζῶσαν.living.
42γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
γνωστὸνKnownδὲthenἐγένετοit becameκαθ᾽throughoutὅληςallἸόππης,of Joppa,καὶandἐπίστευσανbelievedπολλοὶmanyἐπὶonτὸνtheκύριον.Lord.
43ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
ἐγένετοIt came to passδὲthenἡμέραςdaysἱκανὰςmanyμεῖναιstayingἐνinἸόππῃJoppaπαράwithτινιa certainΣίμωνιSimonβυρσεῖ.a tanner.