The Westcott and Hort text with a word by word English gloss under every Greek word. 357 words in 26 verses.
Open 2 Timothy 2 in the interlinear reader1Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
ΣὺYou yourselfοὖν,therefore,τέκνονchildμου,of mine,ἐνδυναμοῦdo be strongἐνinτῇtheχάριτιgraceτῇthat isἐνinΧριστῷChristἸησοῦ,Jesus,
2καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
καὶAndἃthe things whichἤκουσαςyou have heardπαρ᾽fromἐμοῦmeδιὰamongπολλῶνmanyμαρτύρων,witnesses,ταῦταtheseπαράθουdo yourself entrustπιστοῖςto faithfulἀνθρώποις,men,οἵτινεςsuch asἱκανοὶsufficientἔσονταιwill beκαὶalsoἑτέρουςothersδιδάξαι.to teach.
3συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
συγκακοπάθησονdo share in sufferingὡςasκαλὸςa goodστρατιώτηςsoldierΧριστοῦof ChristἸησοῦ.Jesus.
4οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
οὐδεὶςNo oneστρατευόμενοςserving as a soldierἐμπλέκεταιentangles himselfταῖςin theτοῦof thisβίουlifeπραγματείαις,affairs,ἵναso thatτῷthe oneστρατολογήσαντιhaving enlisted himἀρέσῃ.he may please.
5ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.
ἐὰνIfδὲnowκαὶalsoἀθλῇshall competeτις,anyone,οὐnotστεφανοῦταιhe is crownedἐὰνonlyμὴunlessνομίμωςlawfullyἀθλήσῃ.he shall compete.
6τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν·
τὸνFor theκοπιῶνταhardworkingγεωργὸνfarmerδεῖit is necessaryπρῶτονfirstτῶνof theκαρπῶνfruitsμεταλαμβάνειν·to partake;
7νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
νόειdo considerὃthe thingλέγω·I am saying;δώσειwill grantγάρforσοιyouὁtheκύριοςLordσύνεσινunderstandingἐνinπᾶσιν.all things.
8Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ τὸ εὐαγγέλιόν μου·
Μνημόνευεdo rememberἸησοῦνJesusΧριστὸνChristἐγηγερμένονraisedἐκout fromνεκρῶνthe deadἐκfrom theσπέρματοςseedΔαυὶδof Davidκατὰaccording toτὸtheεὐαγγέλιόνgospelμου·of mine;
9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται.
ἐνinᾧwhichκακοπαθῶI suffer hardshipμέχριeven toδεσμῶνchainsὡςasκακοῦργος,an evildoer,ἀλλ᾽Butὁtheλόγοςwordτοῦtheθεοῦof Godοὐnotδέδεται.has been bound!
10διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
διὰBecause ofτοῦτοthisπάνταall thingsὑπομένωI endureδιὰfor the sake ofτοὺςtheἐκλεκτούς,elect,ἵναso thatκαὶalsoαὐτοὶthey themselvesσωτηρίαςthe salvationτύχωσινmay obtainτῆςthat isἐνinΧριστῷChristἸησοῦJesusμετὰwithδόξηςgloryαἰωνίου.eternal.
11Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
ΠιστὸςTrustworthy isὁtheλόγος·saying:εἰIfγὰρforσυναπεθάνομεν,we have died with Him,καὶalsoσυζήσομεν·we will live with Him;
12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
εἰifὑπομένομεν,we endure,καὶalsoσυμβασιλεύσομεν·we will reign with Him;εἰifἀρνησόμεθα,we will deny Him,κἀκεῖνοςHe alsoἀρνήσεταιwill denyἡμᾶς·us;
13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
εἰifἀπιστοῦμεν,we are faithless,ἐκεῖνοςHeπιστὸςfaithfulμένει·remains;ἀρνήσασθαιto denyγὰρforἑαυτὸνHimselfοὐnotδύναται.He is able.
14Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν ἐπ᾽ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
ΤαῦταThese thingsὑπομίμνῃσκεdo remind themδιαμαρτυρόμενοςsolemnly charging themἐνώπιονbeforeτοῦtheθεοῦGodμὴnotλογομαχεῖνto quarrel about wordsἐπ᾽uponοὐδὲνno thingχρήσιμονprofitableἐπὶbut toκαταστροφῇthe subversionτῶνof thoseἀκουόντων.hearing.
15σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
σπούδασονdo hastenσεαυτὸνyourselfδόκιμονapprovedπαραστῆσαιto presentτῷtheθεῷ,to Godἐργάτηνa workmanἀνεπαίσχυντον,not ashamed,ὀρθοτομοῦνταaccurately handlingτὸνtheλόγονwordτῆςtheἀληθείας.of truth.
16Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
ΤὰςtheδὲButβεβήλουςworldlyκενοφωνίαςempty babblingsπεριΐστασο·do yourself avoid;ἐπὶonπλεῖονto moreγὰρforπροκόψουσινthey will leadἀσεβείας,to ungodliness,
17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος,
καὶandὁtheλόγοςtalkαὐτῶνof themὡςlikeγάγγραιναgangreneνομὴνpasture to growἕξει·will have;ὧνamong whomἐστινareὙμέναιοςHymenaeusκαὶandΦίλητος,Philetus,
18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
οἵτινεςwhoπερὶconcerningτὴνtheἀλήθειανtruthἠστόχησανwent astrayλέγοντεςassertingἀνάστασινresurrectionἤδηalreadyγεγονέναι,to have taken place,καὶandἀνατρέπουσινthey are overthrowingτήνtheτινωνof someπίστιν.faith.
19ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.
ὁtheμέντοιNeverthelessστερεὸςthe firmθεμέλιοςfoundationτοῦtheθεοῦof Godἕστηκενhas stoodἔχωνhavingτὴνtheσφραγῖδαsealταύτην·this:ἔγνωKnowsκύριοςthe Lordτοὺςthoseὄνταςbeingαὐτοῦ,His,καὶandἀποστήτωshould departἀπὸfromἀδικίαςiniquityπᾶςeveryoneὁwhoὀνομάζωνis namingτὸtheὄνομαnameκυρίου.of the Lord.
20Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν.
ἘνInμεγάλῃa greatδὲnowοἰκίᾳhouseοὐκnotἔστινthere areμόνονonlyσκεύηvesselsχρυσᾶgoldenκαὶandἀργυρᾶsilverἀλλὰbutκαὶalsoξύλιναwoodenκαὶandὀστράκινα,earthen,καὶandἃsomeμὲνindeedεἰςuntoτιμὴνhonorἃsomeδὲhoweverεἰςuntoἀτιμίαν.dishonor.
21ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
ἐὰνIfοὖνthereforeτιςanyoneἐκκαθάρῃshall cleanseἑαυτὸνhimselfἀπὸfromτούτων,these,ἔσταιhe will beσκεῦοςa vesselεἰςforτιμὴνhonorἡγιασμένονsanctifiedεὔχρηστονusefulτῷto theδεσπότῃ,Master,εἰςforπᾶνeveryἔργονworkἀγαθὸνgoodἡτοιμασμένον.prepared.
22Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
ΤὰςtheδὲAndνεωτερικὰςyouthfulἐπιθυμίαςlustsφεῦγε,do flee,δίωκεdo pursueδὲnowδικαιοσύνην,righteousness,πίστιν,faith,ἀγάπην,love,εἰρήνηνand peaceμετὰalong withτῶνthoseἐπικαλουμένωνcalling onτὸνtheκύριονLordἐκout ofκαθαρᾶςpureκαρδίας.a heart.
23τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας·
τὰςtheδὲAndμωρὰςfoolishκαὶandἀπαιδεύτουςignorantζητήσειςspeculationsπαραιτοῦdo refuseεἰδὼςknowingὅτιthatγεννῶσινthey breedμάχας·quarrels;
24δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
δοῦλονThe bond-servantδὲnowκυρίουof the Lordοὐnotδεῖit behoovesμάχεσθαιto quarrelἀλλ᾽butἤπιονgentleεἶναιto beπρὸςtowardπάντας,all,διδακτικόν,able to teach,ἀνεξίκακον,forbearing,
25ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῴη αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
ἐνinπραΰτητιgentlenessπαιδεύονταdiscipliningτοὺςthoseἀντιδιατιθεμένους,opposing,μήποτεotherwiseδῴηhe would giveαὐτοῖςto themὁtheθεὸςGodμετάνοιανrepentanceεἰςuntoἐπίγνωσινa knowledgeἀληθείας,of the truth,
26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
καὶandἀνανήψωσινthey may recoverἐκout ofτῆςtheτοῦof theδιαβόλουdevilπαγίδοςsnareἐζωγρημένοιcapturedὑπ᾽byαὐτοῦhimεἰςforτὸtheἐκείνουhisθέλημα.will.