2 Timothy 3 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 235 words in 17 verses.

Open 2 Timothy 3 in the interlinear reader

1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.

ΤοῦτοThisδὲhoweverγίνωσκε,do realize,ὅτιthatἐνinἐσχάταιςthe lastἡμέραιςdaysἐνστήσονταιwill be presentκαιροὶtimesχαλεποί.difficult.

2ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,

ἔσονταιWill beγὰρforοἱtheἄνθρωποιmenφίλαυτοι,lovers of self,φιλάργυροι,lovers of money,ἀλαζόνες,boastful,ὑπερήφανοι,proud,βλάσφημοι,abusive,γονεῦσινto parentsἀπειθεῖς,disobedient,ἀχάριστοι,ungrateful,ἀνόσιοι,unholy,

3ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,

ἄστοργοι,unloving,ἄσπονδοι,implacable,διάβολοι,slanderous,ἀκρατεῖς,without self-control,ἀνήμεροι,savage,ἀφιλάγαθοι,without love of good,

4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,

προδόται,treacherous,προπετεῖς,reckless,τετυφωμένοι,puffed up,φιλήδονοιlovers of pleasureμᾶλλονratherthanφιλόθεοι,lovers of God,

5ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. καὶ τούτους ἀποτρέπου.

ἔχοντεςhavingμόρφωσινa formεὐσεβείας,of godlinessτὴνtheδὲbutδύναμινthe powerαὐτῆςof itἠρνημένοι.already denying.καὶAndτούτουςtheseἀποτρέπου.do yourself turn away from.

6ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,

ἐκOut ofτούτωνthis sortγάρforεἰσινareοἱthoseἐνδύνοντεςenteringεἰςintoτὰςtheοἰκίαςhouseholdsκαὶandαἰχμαλωτίζοντεςbeing capturedγυναικάριαweak womenσεσωρευμέναburdenedἁμαρτίαις,with sins,ἀγόμεναbeing led awayἐπιθυμίαιςby passionsποικίλαις,various,

7πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.

πάντοτεalwaysμανθάνονταlearningκαὶandμηδέποτεneverεἰςtoἐπίγνωσινa knowledgeἀληθείαςof the truthἐλθεῖνto comeδυνάμενα.being able.

8Ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.

ὋνBy whichτρόπονwayδὲnowἸάννηςJannesκαὶandἸαμβρῆςJambresἀντέστησανopposedΜωϋσεῖ,to Moses,οὕτωςsoκαὶalsoοὗτοιtheseἀνθίστανταιopposeτῇto theἀληθείᾳ,truth,ἄνθρωποιmenκατεφθαρμένοιdepravedτὸνtheνοῦν,in mind,ἀδόκιμοιdisqualifiedπερὶregardingτὴνtheπίστιν.faith.

9ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

ἀλλ᾽Butοὐnotπροκόψουσινthey will advanceἐπὶfurtherπλεῖον·much;theγὰρforἄνοιαthe follyαὐτῶνof themἔκδηλοςplainἔσταιwill beπᾶσιν,to all,ὡςasκαὶalsothatἐκείνωνof those twoἐγένετο.became.

10Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,

ΣὺYou yourselfδὲhoweverπαρηκολούθησάςclosely followedμουafter myτῇtheδιδασκαλίᾳ,teaching,τῇtheἀγωγῇ,conduct,τῇtheπροθέσει,purpose,τῇtheπίστει,faith,τῇtheμακροθυμίᾳ,patience,τῇtheἀγάπῃ,love,τῇtheὑπομονῇ,endurance,

11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος.

τοῖςtheδιωγμοῖς,persecutions,τοῖςtheπαθήμασιν,sufferingsοἷάsuch asμοιto meἐγένετοhappenedἐνinἈντιοχείᾳ,Antioch,ἐνinἸκονίῳ,Iconium,ἐνinΛύστροις·Lystra;οἵουςwhat manner ofδιωγμοὺςpersecutionsὑπήνεγκα,I endured!καὶAnd yetἐκout ofπάντωνallμεmeἐρρύσατοdeliveredtheκύριος.Lord.

12καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.

καὶAlsoπάντεςallδὲnowοἱthoseθέλοντεςdesiringεὐσεβῶςpiouslyζῆνto liveἐνinΧριστῷChristἸησοῦJesusδιωχθήσονται.will be persecuted.

13πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.

πονηροὶEvilδὲhoweverἄνθρωποιmenκαὶandγόητεςimpostersπροκόψουσινwill advanceἐπὶtoτὸtheχεῖρονworseπλανῶντεςdeceivingκαὶandπλανώμενοι.being deceived.

14σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνων ἔμαθες,

σὺYou yourselfδὲhoweverμένεdo abideἐνinοἷςthe thingsἔμαθεςyou have learnedκαὶandἐπιστώθηςyou were assured ofεἰδὼςknowingπαρὰfromτίνωνwhich peopleἔμαθες,you learned them,

15καὶ ὅτι ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

καὶandὅτιforἀπὸfromβρέφουςchildhoodἱερὰsacredγράμματαwritingsοἶδας,you know,τὰwhichδυνάμενάare being ableσεyouσοφίσαιto make wiseεἰςuntoσωτηρίανsalvationδιὰthroughπίστεωςfaithτῆςtheἐνinΧριστῷChristἸησοῦ.Jesus.

16Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,

ΠᾶσαEveryγραφὴScripture isθεόπνευστοςGod-breathedκαὶandὠφέλιμοςprofitableπρὸςforδιδασκαλίαν,instruction,πρὸςforἐλεγμόν,conviction,πρὸςforἐπανόρθωσιν,correction,πρὸςand forπαιδείανtrainingτὴνtheἐνinδικαιοσύνῃ,righteousness,

17ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

ἵναso thatἄρτιοςcompletemay betheτοῦtheθεοῦof Godἄνθρωπος,man,πρὸςtowardπᾶνeveryἔργονworkἀγαθὸνgoodἐξηρτισμένος.fully equipped.

‹ 2 Timothy 22 Timothy 4 ›