The Westcott and Hort text with a word by word English gloss under every Greek word. 371 words in 22 verses.
Open 2 Peter 2 in the interlinear reader1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν·
ἘγένοντοThere wereδὲhoweverκαὶalsoψευδοπροφῆταιfalse prophetsἐνamongτῷtheλαῷpeopleὡςasκαὶalsoἐνamongὑμῖνyouἔσονταιthere will beψευδοδιδάσκαλοι,false teachers,οἵτινεςwhoπαρεισάξουσινwill stealthily introduceαἱρέσειςheresiesἀπωλείαςdestructiveκαὶevenτὸνtheἀγοράσανταhaving boughtαὐτοὺςthemδεσπότηνMasterἀρνούμενοι,denying,ἐπάγοντεςbringing uponἑαυτοῖςthemselvesταχινὴνimminentἀπώλειαν·destruction;
2καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾽ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται·
καὶAndπολλοὶmanyἐξακολουθήσουσινwill follow afterαὐτῶνtheirταῖςtheἀσελγείαις,sensuality,δι᾽throughοὓςwhomἡtheὁδὸςwayτῆςof theἀληθείαςtruthβλασφημηθήσεται·will be denigrated;
3καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
καὶAndἐνthroughπλεονεξίᾳcovetousnessπλαστοῖςwith fabricatedλόγοιςwordsὑμᾶςyouἐμπορεύσονται,they will exploit,οἷςfor whomτὸtheκρίμαjudgmentἔκπαλαιof long agoοὐκnotἀργεῖis idleκαὶandἡtheἀπώλειαdestructionαὐτῶνof themοὐnotνυστάζει.slumbers.
4Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειροῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
ΕἰIfγὰρforὁtheθεὸςGodἀγγέλωνof the angelsἁμαρτησάντωνwho having sinnedοὐκnotἐφείσατο,spared,ἀλλὰbutσειροῖςin a pitζόφουof gloomy darknessταρταρώσαςto TartarusπαρέδωκενHe delivered themεἰςforκρίσινjudgmentτηρουμένους,being kept,
5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ᾽ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
καὶandἀρχαίουthe ancientκόσμουworldοὐκnotἐφείσατο,He spared,ἀλλ᾽butὄγδοονone of eightΝῶεNoahδικαιοσύνηςof righteousnessκήρυκαa heraldἐφύλαξενpreservedκατακλυσμὸνthe flood uponκόσμῳthe worldἀσεβῶνof the ungodlyἐπάξας,having brought in,
6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας κατέκρινεν ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς,
καὶandπόλειςthe citiesΣοδόμωνof SodomκαὶandΓομόρραςGomorrahτεφρώσαςhaving reduced to ashesκατέκρινενHe condemned themὑπόδειγμαan exampleμελλόντωνof what is coming onἀσεβέσινungodlyτεθεικώς,having set
7καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο·
καὶandδίκαιονrighteousΛὼτLotκαταπονούμενονbeing distressedὑπὸbyτῆςtheτῶνof theἀθέσμωνlawlessἐνinἀσελγείᾳsensualityἀναστροφῆςconductἐρρύσατο·He rescued;
8βλέμματι γὰρ καὶ ἀκοῇ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν·
βλέμματιthrough seeingγὰρforκαὶandἀκοῇhearingδίκαιοςrighteous manἐγκατοικῶνdwellingἐνamongαὐτοῖςthemἡμέρανdayἐξafterἡμέραςdayψυχὴνin his soulδικαίανrighteousἀνόμοιςwith their lawlessἔργοιςdeedsἐβασάνιζεν·was tormented;
9οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
οἶδενthen knowsκύριοςthe Lordεὐσεβεῖςthe devoutἐκout ofπειρασμοῦtemptationῥύεσθαι,to deliver,ἀδίκουςthe unrighteousδὲthenεἰςuntoἡμέρανthe dayκρίσεωςof judgmentκολαζομένουςbeing punishedτηρεῖν,to keep,
10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες·
μάλισταespeciallyδὲthenτοὺςthoseὀπίσωafterσαρκὸςthe fleshἐνinἐπιθυμίᾳthe passionμιασμοῦof defilementπορευομένουςwalkingκαὶandκυριότητοςauthorityκαταφρονοῦντας.despising.τολμηταί,Bold,αὐθάδεις,self-willed,δόξαςglorious onesοὐnotτρέμουσινthey trembleβλασφημοῦντες·blaspheming;
11ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ᾽ αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν.
ὅπουwhereasἄγγελοιangelsἰσχύϊin strengthκαὶandδυνάμειin powerμείζονεςgreaterὄντεςbeingοὐnotφέρουσινthey do bringκατ᾽againstαὐτῶνthemπαρὰfrom/beforeκυρίῳbefore the Lordβλάσφημονa revilingκρίσιν.judgment.
12οὗτοι δὲ ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται
οὗτοιTheseδὲhoweverὡςlikeἄλογαirrationalζῷαanimalsγεγεννημέναthey were bornφυσικὰas creatures of instinctεἰςforἅλωσινcaptureκαὶandφθοράν,destruction,ἐνinοἷςwhatἀγνοοῦσινthey are ignorant ofβλασφημοῦντεςblasphemingἐνinτῇtheφθορᾷdestructionαὐτῶνof themκαὶalsoφθαρήσονταιwill be destroyed
13ἀδικούμενοι μισθὸν ἀδικίας. ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
ἀδικούμενοιsufferingμισθὸνas the wageἀδικίας.of unrighteousness.ἡδονὴνas pleasureἡγούμενοιesteemingτὴνtheἐνinἡμέρᾳdaytimeτρυφήν,carousal,σπίλοιblotsκαὶandμῶμοι,blemishes,ἐντρυφῶντεςrevelingἐνinταῖςtheἀπάταιςdeceptionsαὐτῶνof themσυνευωχούμενοιfeasting withὑμῖν,you,
14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα.
ὀφθαλμοὺςeyesἔχοντεςhavingμεστοὺςfullμοιχαλίδοςof adulteryκαὶandἀκαταπαύστουςunceasingἁμαρτίας,from sin,δελεάζοντεςenticingψυχὰςsoulsἀστηρίκτους,unestablished,καρδίανa heartγεγυμνασμένηνexercisedπλεονεξίαςin cravingἔχοντες,having —κατάραςof a curseτέκνα.children!
15καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
καταλείποντεςleavingεὐθεῖανstraightὁδὸνwayἐπλανήθησαν,they have gone astray,ἐξακολουθήσαντεςhaving followedτῇin theὁδῷwayτοῦtheΒαλαὰμof BalaamτοῦtheΒοσόρ,son of Bosor,ὃςwhoμισθὸνthe wageἀδικίαςof unrighteousnessἠγάπησεν,loved,
16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
ἔλεγξινreproofδὲhoweverἔσχενhe hadἰδίαςfor his ownπαρανομίας·transgression;ὑποζύγιονby a donkeyἄφωνονmuteἐνinἀνθρώπουa man’sφωνῇvoiceφθεγξάμενονhaving spokenἐκώλυσενit restrainedτὴνtheτοῦof theπροφήτουprophetπαραφρονίαν.madness.
17οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται.
οὗτοίTheseεἰσινareπηγαὶspringsἄνυδροιwithout waterκαὶandὁμίχλαιmistsὑπὸbyλαίλαποςstormἐλαυνόμεναι,being driven,οἷςfor whomὁtheζόφοςgloomτοῦtheσκότουςof darknessτετήρηται.has been reserved.
18Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
ὙπέρογκαArrogantγὰρforματαιότητοςof vanityφθεγγόμενοιspeaking wordsδελεάζουσινthey enticeἐνwithἐπιθυμίαιςthe passionsσαρκὸςof the fleshἀσελγείαιςto sensualityτοὺςthoseὀλίγωςscarcelyἀποφεύγονταςescapingτοὺςfrom thoseἐνinπλάνῃerrorἀναστρεφομένους,living,
19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
ἐλευθερίανfreedomαὐτοῖςthemἐπαγγελλόμενοι,promising,αὐτοὶthemselvesδοῦλοιslavesὑπάρχοντεςbeingτῆςtheφθορᾶς·of corruption;ᾧBy whatγάρforτιςanyoneἥττηται,has been subdued,τούτῳby thatδεδούλωται.he has been enslaved.
20εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
εἰIfγὰρforἀποφυγόντεςhaving escapedτὰtheμιάσματαpollutionsτοῦof theκόσμουworldἐνthroughἐπιγνώσειthe knowledgeτοῦof theκυρίουLordκαὶandσωτῆροςSaviorἸησοῦJesusΧριστοῦ,Christ,τούτοιςin theseδὲnowπάλινagainἐμπλακέντεςhaving been entangledἡττῶνται,they are subdued,γέγονενhas becomeαὐτοῖςto themτὰtheἔσχαταlast stateχείροναworseτῶνthan theπρώτων.first.
21κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
κρεῖττονBetterγὰρforἦνit was beingαὐτοῖςfor themμὴnotἐπεγνωκέναιto have knownτὴνtheὁδὸνwayτῆςtheδικαιοσύνηςof righteousnessἢthanἐπιγνοῦσινhaving known itὑποστρέψαιto have turnedἐκfromτῆςtheπαραδοθείσηςhaving been deliveredαὐτοῖςto themἁγίαςholyἐντολῆς.commandment.
22συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καὶ ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
συμβέβηκενHas happenedαὐτοῖςto themτὸthe thingτῆςof theἀληθοῦςtrueπαροιμίας·proverb:κύωνA dogἐπιστρέψαςhaving returnedἐπὶtoτὸtheἴδιονits ownἐξέραμα·vomit;καὶandὗςA sowλουσαμένηhaving washedεἰςto herκυλισμὸνrolling placeβορβόρου.in the mire.