2 Corinthians 11 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 501 words in 33 verses.

Open 2 Corinthians 11 in the interlinear reader

1Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.

ὌφελονI wishἀνείχεσθέyou were bearing withμουmeμικρόνlittleτιaἀφροσύνης·of foolishness;ἀλλὰbutκαὶindeedἀνέχεσθέyou do endureμου.me.

2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ,

ζηλῶI am jealous as toγὰρforὑμᾶςyouθεοῦof Godζήλῳ·with the jealousy;ἡρμοσάμηνI have betrothedγὰρforὑμᾶςyouἑνὶto oneἀνδρὶhusbandπαρθένονa virginἁγνὴνpureπαραστῆσαιto presentτῷtheΧριστῷ,to Christ,

3φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν.

φοβοῦμαιI am afraidδὲhoweverμήlestπωςperhapsὡςastheὄφιςserpentἐξηπάτησενdeceivedΕὕανEveἐνinτῇtheπανουργίᾳcraftinessαὐτοῦ,of him,φθαρῇmay be corruptedτὰtheνοήματαmindsὑμῶνof youἀπὸfromτῆςtheἁπλότητοςsimplicityκαὶandτῆςtheἁγνότητοςpurityτῆςtheεἰςinτὸνtheΧριστόν.Christ.

4εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.

εἰIfμὲνindeedγὰρforthe oneἐρχόμενοςcomingἄλλονanotherἸησοῦνJesusκηρύσσειproclaimsὃνwhomοὐκnotἐκηρύξαμεν,we did proclaim,orπνεῦμαa spiritἕτερονdifferentλαμβάνετεyou receivewhichοὐκnotἐλάβετε,you did receive,orεὐαγγέλιονglad tidingsἕτερονdifferentwhichοὐκnotἐδέξασθε,you did accept,καλῶςwellἀνέχεσθε.you are enduring it.

5Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.

ΛογίζομαιI reckonγὰρforμηδὲνin nothingὑστερηκέναιto have been inferiorτῶνto thoseὑπερλίανmost eminentἀποστόλων.apostles.

6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει, ἀλλ᾽ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.

εἰIfδὲhoweverκαὶevenἰδιώτηςunpolishedτῷtheλόγῳ,in speech I am,ἀλλ᾽yetοὐnotτῇtheγνώσει,in knowledge,ἀλλ᾽butἐνinπαντὶevery wayφανερώσαντεςwere manifestedἐνinπᾶσινall thingsεἰςtoὑμᾶς.you.

7ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;

Orἁμαρτίανa sinἐποίησαdid I commitἐμαυτὸνmyselfταπεινῶνhumblingἵναso thatὑμεῖςyou yourselvesὑψωθῆτε,may be exalted,ὅτιbecauseδωρεὰνfreelyτὸtheτοῦtheθεοῦof GodεὐαγγέλιονgospelεὐηγγελισάμηνI evangelisedὑμῖν;to you?

8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,

ἄλλαςOtherἐκκλησίαςchurchesἐσύλησαI robbedλαβὼνhaving receivedὀψώνιονsupportπρὸςforτὴνtheὑμῶνtoward youδιακονίαν,service,

9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.

καὶAndπαρὼνbeing presentπρὸςwithὑμᾶςyouκαὶandὑστερηθεὶςhaving been in needοὐnotκατενάρκησαI did burdenοὐθενός·no one;τὸtheγὰρforὑστέρημάthe needμουof mineπροσανεπλήρωσανcompletely filled upοἱtheἀδελφοὶbrothersἐλθόντεςhaving comeἀπὸfromΜακεδονίας,Macedonia,καὶandἐνinπαντὶeverythingἀβαρῆunburdensomeἐμαυτὸνmyselfὑμῖνto youἐτήρησαI keptκαὶandτηρήσω.will keep.

10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.

ἔστινIsἀλήθειαthe truthΧριστοῦof Christἐνinἐμοὶme myselfὅτιthattheκαύχησιςboastingαὕτηthisοὐnotφραγήσεταιwill be stoppedεἰςofἐμὲmineἐνinτοῖςtheκλίμασινregionsτῆςtheἈχαΐας.of Achaia.

11διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν·

διὰBecause ofτί;why?ὅτιBecauseοὐκsurelyἀγαπῶI do loveὑμᾶς;you?theθεὸςGodοἶδεν·knows I do!

12ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.

Whatδὲhoweverποιῶ,I do,καὶalsoποιήσω,I will do,ἵναso thatἐκκόψωI may cut offτὴνtheἀφορμὴνopportunityτῶνof thoseθελόντωνdesiringἀφορμήν,an opportunityἵναthatἐνinwhatκαυχῶνται,they are boasting,εὑρεθῶσινthey may be foundκαθὼςeven asκαὶalsoἡμεῖς.we ourselves.

13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ·

οἱtheγὰρForτοιοῦτοιsuch areψευδαπόστολοι,false apostles,ἐργάταιworkersδόλιοι,deceitful,μετασχηματιζόμενοιdisguising themselvesεἰςasἀποστόλουςapostlesΧριστοῦ·of Christ;

14καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός·

καὶAndοὐnoθαῦμα·wonder;αὐτὸςhimselfγὰρfortheσατανᾶςSatanμετασχηματίζεταιmasqueradesεἰςasἄγγελονan angelφωτός·of light;

15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

οὐIt is notμέγαsurprisingοὖνthereforeεἰifκαὶevenοἱtheδιάκονοιservantsαὐτοῦof himμετασχηματίζονταιmasqueradeὡςasδιάκονοιservantsδικαιοσύνηςof righteousnessὧνwhoseτὸtheτέλοςendἔσταιwill beκατὰaccording toτὰtheἔργαdeedsαὐτῶν.of them.

16Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.

ΠάλινAgainλέγω,I say,μήnoτίςoneμεmeδόξῃmay thinkἄφροναa foolεἶναι·to be;εἰlestδὲthenμήexceptγε,indeedκἂνevenὡςasἄφροναa foolδέξασθέdo receiveμε,me,ἵναthatκἀγὼI myself alsoμικρόνlittleτιaκαυχήσωμαι.may boast.

17ὃ λαλῶ, οὐ κατὰ κύριον λαλῶ ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.

Whatλαλῶ,I am saying,οὐnotκατὰaccording toκύριονthe Lordλαλῶam I sayingἀλλ᾽butὡςasἐνinἀφροσύνῃ,foolishness,ἐνinταύτῃthisτῇtheὑποστάσειconfidenceτῆςtheκαυχήσεως.of boasting.

18ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.

ἐπεὶSinceπολλοὶmanyκαυχῶνταιboastκατὰaccording toτὴνtheσάρκα,flesh,κἀγὼI myself alsoκαυχήσομαι.will boast.

19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες·

ἡδέωςGladlyγὰρforἀνέχεσθεyou bear withτῶνtheἀφρόνων,fools,φρόνιμοιwiseὄντες·being!

20ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.

ἀνέχεσθεYou bear itγάρ,forεἴifτιςanyoneὑμᾶςyouκαταδουλοῖ,enslaves,εἴifτιςanyoneκατεσθίει,devours you,εἴifτιςanyoneλαμβάνει,takes from you,εἴifτιςanyoneἐπαίρεται,exalts himself,εἴifτιςanyoneεἰςinπρόσωπονthe faceὑμᾶςyouδέρει.strikes.

21κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν· ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.

κατὰAs toἀτιμίανdishonorλέγω,I speak,ὡςasὅτιthatἡμεῖςwe ourselvesἠσθενήκαμεν·have been weak!ἐνInwhateverδ᾽howeverἄνmaybeτιςanyoneτολμᾷ,may be daring —ἐνinἀφροσύνῃfoolishnessλέγω,I speak —τολμῶam daringκἀγώ.I myself also.

22Ἑβραῖοί εἰσιν; κἀγώ· Ἰσραηλῖταί εἰσιν; κἀγώ· σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ·

ἙβραῖοίHebrewsεἰσιν;are they?κἀγώ·I myself also;ἸσραηλῖταίIsraelitesεἰσιν;are they?κἀγώ·I myself also;σπέρμαDescendantsἈβραάμof Abrahamεἰσιν;are they?κἀγώ·I myself also;

23διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ· ὑπὲρ ἐγώ. ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.

διάκονοιServantsΧριστοῦof Christεἰσιν;are they?παραφρονῶνAs being beside myselfλαλῶ·I speak;ὑπὲρabove measureἐγώ.I myselfam.ἐνinκόποιςlaborsπερισσοτέρως,more abundantlyἐνinφυλακαῖςimprisonmentsπερισσοτέρως,more abundantly,ἐνinπληγαῖςbeatingsὑπερβαλλόντως,above measure,ἐνinθανάτοιςdeathsπολλάκις.often.

24ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,

ὑπὸFromἸουδαίωνthe Jewsπεντάκιςfive timesτεσσεράκονταforty lashesπαρὰminusμίανoneἔλαβον,I received,

25τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·

τρὶςThree timesἐρραβδίσθην,I was beaten with rods,ἅπαξonceἐλιθάσθην,I was stoned,τρὶςthree timesἐναυάγησα,I was shipwrecked,νυχθήμερονa night and a dayἐνinτῷtheβυθῷdeep seaπεποίηκα·I have passed;

26ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,

ὁδοιπορίαιςin journeyingsπολλάκις,often,κινδύνοιςin perilsποταμῶν,of rivers,κινδύνοιςin perilsλῃστῶν,of robbers,κινδύνοιςin perilsἐκfrom my ownγένους,race,κινδύνοιςin perilsἐξfromἐθνῶν,the Gentiles,κινδύνοιςin perilsἐνinπόλει,the city,κινδύνοιςin perilsἐνinἐρημίᾳ,the wilderness,κινδύνοιςin perilsἐνonθαλάσσῃ,the sea,κινδύνοιςin perilsἐνamongψευδαδέλφοις,false brothers,

27κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·

κόπῳlaborκαὶandμόχθῳ,toil,ἐνinἀγρυπνίαιςwatchingsπολλάκις,often,ἐνinλιμῷhungerκαὶandδίψει,thirst,ἐνinνηστείαιςfastingsπολλάκις,often,ἐνinψύχειcoldκαὶandγυμνότητι·nakedness;

28χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.

χωρὶςBesidesτῶνthe thingsπαρεκτὸςexternaltheἐπίστασίςstoppageμοιon metheκαθ᾽on everyἡμέραν,daytheμέριμναis my careπασῶνfor allτῶνtheἐκκλησιῶν.churches.

29τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

τίςWhoἀσθενεῖ,is weak,καὶandοὐκnotἀσθενῶ;I am weak?τίςWhoσκανδαλίζεται,is led into sin,καὶandοὐκsurelyἐγὼI myselfπυροῦμαι;do burn inwardly?

30εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.

εἰIfκαυχᾶσθαιto boastδεῖ,it behooves me,τὰin the thingsτῆςof theἀσθενείαςweaknessμουof mineκαυχήσομαι.I will boast.

31Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.

TheθεὸςGodκαὶandπατὴρFatherτοῦof theκυρίουLordἸησοῦJesusοἶδεν,knows,whoὢνis beingεὐλογητὸςblessedεἰςtoτοὺςtheαἰῶνας,ages,ὅτιthatοὐnotψεύδομαι.I am lying.

32ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με

ἐνInΔαμασκῷDamascustheἐθνάρχηςgovernorἉρέταunder Aretasτοῦtheβασιλέωςkingἐφρούρειwas guardingτὴνtheπόλινcityΔαμασκηνῶνof the Damascenesπιάσαιto seizeμεme

33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

καὶButδιὰthroughθυρίδοςa windowἐνinσαργάνῃa basketἐχαλάσθηνI was let downδιὰthroughτοῦtheτείχουςwallκαὶandἐξέφυγονI escapedτὰςtheχεῖραςhandsαὐτοῦ.of him.

‹ 2 Corinthians 102 Corinthians 12 ›