The Westcott and Hort text with a word by word English gloss under every Greek word. 307 words in 18 verses.
Open 1 Thessalonians 4 in the interlinear reader1Λοιπὸν ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ ἵνα καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον·
ΛοιπὸνFinallyἀδελφοί,brothers,ἐρωτῶμενwe imploreὑμᾶςyouκαὶandπαρακαλοῦμενwe exhort youἐνinκυρίῳthe LordἸησοῦJesusἵναso thatκαθὼςeven asπαρελάβετεyou have receivedπαρ᾽fromἡμῶνusτὸtheπῶςin what mannerδεῖit behoovesὑμᾶςyouπεριπατεῖνto walkκαὶandἀρέσκεινto pleaseθεῷGodκαθὼςeven asκαὶalsoπεριπατεῖτε,you walk now,ἵναsoπερισσεύητεyou may aboundμᾶλλον·more;
2οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ.
οἴδατεYou knowγὰρforτίναςwhatπαραγγελίαςinstructionsἐδώκαμενwe gaveὑμῖνyouδιὰthroughτοῦtheκυρίουLordἸησοῦ.Jesus.
3τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας·
τοῦτοThisγάρforἐστινisθέλημαthe willτοῦtheθεοῦ,of God,ὁtheἁγιασμὸςsanctificationὑμῶν,of you:ἀπέχεσθαιTo abstainὑμᾶςyou areἀπὸfromτῆςtheπορνείας·sexual immorality;
4εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
εἰδέναιto knowἕκαστονeachὑμῶνof you howτὸtheἑαυτοῦhis ownσκεῦοςvesselκτᾶσθαιto controlἐνinἁγιασμῷholinessκαὶandτιμῇ,honor,
5μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν·
μὴnotἐνinπάθειthe passionἐπιθυμίαςof lustκαθάπερasκαὶalsoτὰtheἔθνηGentilesτὰtheμὴnotεἰδόταknowingτὸνtheθεόν·God;
6τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος κύριος περὶ πάντων τούτων καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
τὸtheμὴnotὑπερβαίνεινto go beyondκαὶandπλεονεκτεῖνto overreachἐνinτῷtheπράγματιmatterτὸνtheἀδελφὸνbrotherαὐτοῦ·of him;διότιbecauseἔκδικοςavenging isκύριοςLordπερὶconcerningπάντωνallτούτωνthese thingsκαθὼςeven asκαὶalsoπροείπαμενwe told beforeὑμῖνyouκαὶandδιεμαρτυράμεθα.thoroughly warned.
7οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ᾽ ἐν ἁγιασμῷ.
οὐNotγὰρforἐκάλεσενhas calledἡμᾶςusὁtheθεὸςGodἐπὶtoἀκαθαρσίᾳimpurityἀλλ᾽butἐνintoἁγιασμῷ.holiness.
8τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.
τοιγαροῦνSo thenὁthe oneἀθετῶνrejecting thisοὐκnotἄνθρωπονmanἀθετεῖdisregardsἀλλὰbutτὸνtheθεὸνGodτὸνthe OneδιδόνταgivingτὸtheπνεῦμαSpiritαὐτοῦof HimτὸtheἅγιονHolyεἰςtoὑμᾶς.you.
9Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους·
ΠερὶConcerningδὲnowτῆςtheφιλαδελφίαςbrotherly loveοὐnoχρείανneedἔχετεyou have for meγράφεινto writeὑμῖν·to you;αὐτοὶyourselvesγὰρforὑμεῖςyou yourselvesθεοδίδακτοίtaught by Godἐστεareεἰςin orderτὸtheἀγαπᾶνto loveἀλλήλους·one another;
10καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον
καὶAndγὰρforποιεῖτεyou are doingαὐτὸthisεἰςtowardπάνταςallτοὺςtheἀδελφοὺςbrothersτοὺςthe onesἐνinὅλῃallτῇtheΜακεδονίᾳ.Macedonia.ΠαρακαλοῦμενWe exhortδὲhoweverὑμᾶς,you,ἀδελφοί,brothers,περισσεύεινto aboundμᾶλλονmore and more
11καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν καθὼς ὑμῖν παρηγγείλαμεν·
καὶandφιλοτιμεῖσθαιto strive earnestlyἡσυχάζεινto live quietlyκαὶandπράσσεινto attend toτὰtheἴδιαyour ownκαὶandἐργάζεσθαιto work withταῖςtheχερσὶνhandsὑμῶνof youκαθὼςeven asὑμῖνyouπαρηγγείλαμεν·we commanded;
12ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
ἵναso thatπεριπατῆτεyou may walkεὐσχημόνωςproperlyπρὸςtowardτοὺςthoseἔξωoutsideκαὶandμηδενὸςof no oneχρείανneedἔχητε.may have.
13Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
ΟὐNotθέλομενwe do wantδὲbutὑμᾶςyouἀγνοεῖν,to be ignorant,ἀδελφοί,brothers,περὶconcerningτῶνthoseκοιμωμένων,themselves falling asleep,ἵναso thatμὴnotλυπῆσθεyou may be grievedκαθὼςeven asκαὶalsoοἱtheλοιποὶrestοἱthoseμὴnotἔχοντεςhavingἐλπίδα.hope.
14εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
εἰIfγὰρforπιστεύομενwe believeὅτιthatἸησοῦςJesusἀπέθανενdiedκαὶandἀνέστη,rose again,οὕτωςsoκαὶalsoὁtheθεὸςGodτοὺςthoseκοιμηθένταςhaving fallen asleepδιὰthroughτοῦtheἸησοῦJesusἄξειwill bringσὺνwithαὐτῷ.Him.
15Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
ΤοῦτοThisγὰρforὑμῖνto youλέγομενwe declareἐνinλόγῳthe wordκυρίουof the Lordὅτιthatἡμεῖςwe ourselvesοἱtheζῶντεςlivingοἱwhoπεριλειπόμενοιare remainingεἰςuntilτὴνtheπαρουσίανcomingτοῦof theκυρίουLordοὐcertainlyμὴnotφθάσωμενmay precedeτοὺςthoseκοιμηθέντας·having fallen asleep;
16ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
ὅτιbecauseαὐτὸςHimselfὁtheκύριοςLordἐνwithκελεύσματι,a loud command,ἐνwithφωνῇthe voiceἀρχαγγέλουof an archangelκαὶandἐνwithσάλπιγγιthe trumpetθεοῦof Godκαταβήσεταιwill descendἀπ᾽fromοὐρανοῦ,heaven,καὶandοἱtheνεκροὶdeadἐνinΧριστῷChristἀναστήσονταιwill riseπρῶτον,first,
17ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
ἔπειταThenἡμεῖςwe ourselvesοἱtheζῶντεςlivingοἱthoseπεριλειπόμενοιremainingἅμαtogetherσὺνwithαὐτοῖςthemἁρπαγησόμεθαwe will be caught awayἐνinνεφέλαιςthe cloudsεἰςforἀπάντησινthe meetingτοῦof theκυρίουLordεἰςinἀέρα·the air;καὶandοὕτωςsoπάντοτεalwaysσὺνwithκυρίῳthe Lordἐσόμεθα.we will be.
18Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
ὭστεThereforeπαρακαλεῖτεdo encourageἀλλήλουςone anotherἐνwithτοῖςtheλόγοιςwordsτούτοις.these.