1 Peter 3 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 367 words in 22 verses.

Open 1 Peter 3 in the interlinear reader

1Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,

ὉμοίωςLikewiseγυναῖκεςwivesὑποτασσόμεναιbe subjectτοῖςtheἰδίοιςto their ownἀνδράσιν,husbands,ἵναso thatεἴifτινεςanyἀπειθοῦσινare disobedientτῷto theλόγῳ,word,διὰthroughτῆςtheτῶνof theγυναικῶνwivesἀναστροφῆςconductἄνευwithoutλόγουwordκερδηθήσονται,they will be gained,

2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν·

ἐποπτεύσαντεςhaving witnessedτὴνtheἐνinφόβῳrespectἁγνὴνpureἀναστροφὴνconductὑμῶν·of you;

3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,

ὧνwhoseἔστωshould beοὐχnottheἔξωθενoutwardἐμπλοκῆςof braidingτριχῶνof hairκαὶandπεριθέσεωςputting aroundχρυσίωνof goldorἐνδύσεωςputting onἱματίωνof garmentsκόσμος,adorning,

4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.

ἀλλ᾽buttheκρυπτὸςhiddenτῆςof theκαρδίαςheartἄνθρωποςmanἐνinτῷtheἀφθάρτῳimperishableτοῦof theπραέωςgentleκαὶandἡσυχίουquietπνεύματος,spirit,whichἐστινisἐνώπιονbeforeτοῦtheθεοῦGodπολυτελές.of great worth.

5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν·

οὕτωςIn this wayγάρforποτεformerlyκαὶalsoαἱtheἅγιαιholyγυναῖκεςwomenαἱthoseἐλπίζουσαιhopingεἰςinθεὸνGodἐκόσμουνwere adorningἑαυτάςthemselvesὑποτασσόμεναιbeing subjectτοῖςtheἰδίοιςto their ownἀνδράσιν·husbands;

6ὡς Σάρρα ὑπήκουεν τῷ Ἀβραὰμ κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

ὡςasΣάρραSarahὑπήκουενwas obeyingτῷtheἈβραὰμAbrahamκύριονlordαὐτὸνhimκαλοῦσα,calling,ἧςof whomἐγενήθητεyou have becomeτέκναchildrenἀγαθοποιοῦσαιdoing goodκαὶandμὴnotφοβούμεναιfearingμηδεμίανnot oneπτόησιν.consternation.

7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Οἱyou who areἄνδρεςHusbandsὁμοίως,likewise,συνοικοῦντεςdwelling with themκατὰaccording toγνῶσινknowledgeὡςasἀσθενεστέρῳwith a weakerσκεύειvesselτῷwith theγυναικείῳfemaleἀπονέμοντεςrenderingτιμὴνhonorὡςsinceκαὶthey are alsoσυγκληρονόμοιbeing joint-heirsχάριτοςof the graceζωῆςof lifeεἰςso asτὸthisμὴnotἐγκόπτεσθαιcause to be impededτὰςtheπροσευχὰςprayersὑμῶν.of you.

8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες,

ΤὸtheδὲNowτέλοςthe endπάντεςAll beὁμόφρονες,single-minded,συμπαθεῖς,sympathetic,φιλάδελφοι,loving as brothers,εὔσπλαγχνοι,tender-hearted,ταπεινόφρονες,humble,

9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.

μὴnotἀποδιδόντεςrepayingκακὸνevilἀντὶforκακοῦevilorλοιδορίανinsultἀντὶforλοιδορίας,insult,τοὐναντίονon the contraryδὲhoweverεὐλογοῦντεςblessingὅτιbecauseεἰςtoτοῦτοthisἐκλήθητεyou were calledἵναso thatεὐλογίανblessingκληρονομήσητε.you may inherit.

10ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον.

The oneγὰρforθέλωνdesiringζωὴνlifeἀγαπᾶνto loveκαὶandἰδεῖνto seeἡμέραςdaysἀγαθὰςgoodπαυσάτωhe should keepτὴνtheγλῶσσανtongueἀπὸfromκακοῦevilκαὶandχείληlipsτοῦtheμὴnotλαλῆσαιto speakδόλον.deceit.

11ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.

ἐκκλινάτωhe should turn awayδὲalsoἀπὸfromκακοῦevilκαὶandποιησάτωhe should doἀγαθόν,good,ζητησάτωhe should seekεἰρήνηνpeaceκαὶandδιωξάτωhe should pursueαὐτήν.it.

12ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

ὅτιBecauseὀφθαλμοὶeyesκυρίουof the Lordἐπὶare onδικαίους,the righteous,καὶandὦταthe earsαὐτοῦof Himεἰςtowardδέησινprayerαὐτῶν,of them,πρόσωπονThe faceδὲhoweverκυρίουof the Lordἐπὶis againstποιοῦνταςthose doingκακά.evil.

13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε;

ΚαὶAndτίςwho ishe whoκακώσωνwill harmὑμᾶς,you,ἐὰνifτοῦfor that which isἀγαθοῦgoodζηλωταὶzealousγένησθε;you shall be?

14ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε·

ἀλλ᾽Butεἰifκαὶevenπάσχοιτεyou would sufferδιὰbecause ofδικαιοσύνην,righteousness,μακάριοι.you are blessed.τὸνtheδὲAndφόβονthe threatsαὐτῶνof themμὴnotφοβηθῆτεshall you be afraid ofμηδὲneitherταραχθῆτε·shall you be troubled;

15κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,

κύριονAs LordδὲhoweverτὸνtheΧριστὸνChristἁγιάσατεdo sanctifyἐνinταῖςtheκαρδίαιςheartsὑμῶν.of you.Ἕτοιμοιreadyἀεὶalwaysπρὸςforἀπολογίανa defenseπαντὶto everyoneτῷwhoαἰτοῦντιis askingὑμᾶςyouλόγονan accountπερὶconcerningτῆςtheἐνinὑμῖνyouἐλπίδος,hope,

16ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.

ἀλλὰyetμετὰwithπραΰτητοςgentlenessκαὶandφόβου,fear,συνείδησιν16 a conscienceἔχοντεςhavingἀγαθήν,good,ἵναso thatἐνinthisκαταλαλεῖσθεyou are spoken againstκαταισχυνθῶσινthey may be ashamedοἱthoseἐπηρεάζοντεςrevilingὑμῶνyourτὴνtheἀγαθὴνgoodἐνinΧριστῷChristἀναστροφήν.manner of life.

17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας·

κρεῖττονIt is betterγὰρforἀγαθοποιοῦντας,doing goodεἰifθέλοιone would desireτὸtheθέλημαwillτοῦtheθεοῦ,of God,πάσχεινto sufferthanκακοποιοῦντας·doing evil;

18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,

ὅτιbecauseκαὶalsoΧριστὸςChristἅπαξonceπερὶforἁμαρτιῶνsinsἀπέθανεν,diedδίκαιοςthe righteousὑπὲρforἀδίκων,the unrighteous,ἵναso thatὑμᾶςyouπροσαγάγῃHe may bringτῷtheθεῷ,to God,θανατωθεὶςhaving been put to deathμὲνindeedσαρκί,in the flesh,ζῳοποιηθεὶςhaving been made aliveδὲhoweverπνεύματι,spirit,

19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν

ἐνinwhichκαὶalsoτοῖςto theἐνinφυλακῇprisonπνεύμασινspiritsπορευθεὶςhaving goneἐκήρυξενHe preached

20ἀπειθήσασίν ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος·

ἀπειθήσασίνhaving disobeyedποτε,at one time,ὅτεwhenἀπεξεδέχετοhe was expectingtheτοῦtheθεοῦof Godμακροθυμίαlongsufferingἐνinἡμέραιςthe daysΝῶεof Noahκατασκευαζομένηςwhen is being preparedκιβωτοῦ,the ark,εἰςinἣνwhichὀλίγοι,fewτοῦτ᾽Thatἔστινisὀκτὼeightψυχαί,souls —διεσώθησανwere savedδι᾽throughὕδατος·water;

21ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,

whichκαὶalsoὑμᾶςyouἀντίτυπονprefiguresνῦνnowσῴζειsavingβάπτισμα,baptism,οὐnotσαρκὸςof fleshἀπόθεσιςa putting awayῥύπου,of the filth,ἀλλὰbutσυνειδήσεωςof a conscienceἀγαθῆςgoodἐπερώτημαthe demandεἰςtowardθεόν,God,δι᾽throughἀναστάσεωςthe resurrectionἸησοῦof JesusΧριστοῦ,Christ,

22ὅς ἐστιν ἐν δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

ὅςwhoἐστινisἐνatδεξιᾷthe right handθεοῦof Godπορευθεὶςhaving goneεἰςintoοὐρανόν,heaven,ὑποταγέντωνwhen were being subjectedαὐτῷto Himἀγγέλωνangelsκαὶandἐξουσιῶνauthoritiesκαὶandδυνάμεων.powers.

‹ 1 Peter 21 Peter 4 ›