The Westcott and Hort text with a word by word English gloss under every Greek word. 450 words in 21 verses.
Open 1 John 4 in the interlinear reader1Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Ἀγαπητοί,Beloved,μὴnotπαντὶeveryπνεύματιspiritπιστεύετεdo believeἀλλὰbutδοκιμάζετεdo testτὰtheπνεύματαspiritsεἰwhetherἐκofτοῦtheθεοῦGodἐστιν,they are,ὅτιbecauseπολλοὶmanyψευδοπροφῆταιfalse prophetsἐξεληλύθασινhave gone outεἰςintoτὸνtheκόσμον.world.
2ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν.
ἐνByτούτῳthisγινώσκετεyou knowτὸtheπνεῦμαSpiritτοῦtheθεοῦ·of God:πᾶνEveryπνεῦμαspiritὃthatὁμολογεῖconfessesἸησοῦνJesusΧριστὸνChristἐνinσαρκὶthe fleshἐληλυθόταhaving comeἐκofτοῦtheθεοῦGodἐστιν.is.
3καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
καὶandπᾶνanyπνεῦμαspiritὃthatμὴnotὁμολογεῖconfessesτὸνtheἸησοῦνJesusἐκfromτοῦtheθεοῦGodοὐκnotἔστιν·is;καὶAndτοῦτόthisἐστινisτὸthatτοῦof theἀντιχρίστουantichristὃwhichἀκηκόατεyou have heardὅτιthatἔρχεταιis comingκαὶandνῦνnowἐνinτῷtheκόσμῳworldἐστὶνisἤδη.already.
4ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.
ὑμεῖςyou yourselvesἐκfromτοῦtheθεοῦGodἐστε,are,τεκνία,little children,καὶandνενικήκατεhave overcomeαὐτούς,them,ὅτιbecauseμείζωνgreaterἐστὶνisὁthe Oneἐνinὑμῖνyouἢthanὁthe oneἐνinτῷtheκόσμῳ.world.
5αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
αὐτοὶThey themselvesἐκofτοῦtheκόσμουworldεἰσίν·are;διὰbecause ofτοῦτοthisἐκfrom outτοῦof theκόσμουworldλαλοῦσινthey speakκαὶandὁtheκόσμοςworldαὐτῶνto themἀκούει.listens.
6ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
ἡμεῖςWe ourselvesἐκofτοῦtheθεοῦGodἐσμεν·are;ὁThe oneγινώσκωνknowingτὸνtheθεὸνGodἀκούειlistens toἡμῶν·us;ὃςHe whoοὐκnotἔστινisἐκfromτοῦtheθεοῦGodοὐκnotἀκούειlistens toἡμῶν.us.ἐκByτούτουthisγινώσκομενwe knowτὸtheπνεῦμαSpiritτῆςtheἀληθείαςof truthκαὶandτὸtheπνεῦμαspiritτῆςtheπλάνης.of falsehood.
7Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν·
Ἀγαπητοί,Beloved,ἀγαπῶμενwe may loveἀλλήλους,one another,ὅτιbecauseἡtheἀγάπηloveἐκfromτοῦtheθεοῦGodἐστινisκαὶandπᾶςeveryoneὁwhoἀγαπῶνis lovingἐκfromτοῦtheθεοῦGodγεγέννηταιhas been bornκαὶandγινώσκειknowsτὸνtheθεόν·God;
8ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
ὁThe oneμὴnotἀγαπῶνlovingοὐκnotἔγνωhas knownτὸνtheθεόν,God,ὅτιbecauseὁtheθεὸςGodἀγάπηloveἐστίν.is.
9ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾽ αὐτοῦ.
ἐνInτούτῳthisἐφανερώθηhas been revealedἡtheἀγάπηloveτοῦtheθεοῦof Godἐνamongἡμῖν,us,ὅτιthatτὸνtheυἱὸνSonαὐτοῦof Himτὸνtheμονογενῆone and onlyἀπέσταλκενhas sentὁtheθεὸςGodεἰςintoτὸνtheκόσμονworldἵναso thatζήσωμενwe may liveδι᾽throughαὐτοῦ.Him.
10ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
ἐνInτούτῳthisἐστὶνisἡtheἀγάπη,love,οὐχnotὅτιthatἡμεῖςwe ourselvesἠγαπήκαμενhave lovedτὸνtheθεόν,God,ἀλλ᾽butὅτιthatαὐτὸςHe himselfἠγάπησενlovedἡμᾶςusκαὶandἀπέστειλενHe sentτὸνtheυἱὸνSonαὐτοῦof Himἱλασμὸνas a propitiationπερὶforτῶνtheἁμαρτιῶνsinsἡμῶν.of us.
11Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν·
Ἀγαπητοί,Beloved,εἰifοὕτωςsoὁtheθεὸςGodἠγάπησενlovedἡμᾶς,us,καὶalsoἡμεῖςwe ourselvesὀφείλομενoughtἀλλήλουςone anotherἀγαπᾶν·to love;
12θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστίν.
θεὸνGodοὐδεὶςno oneπώποτεat any timeτεθέαται·has seen;ἐὰνifἀγαπῶμενwe shall loveἀλλήλους,one another,ὁtheθεὸςGodἐνinἡμῖνusμένειabidesκαὶandἡtheἀγάπηloveαὐτοῦof Himἐνinἡμῖνusτετελειωμένηperfectedἐστίν.is.
13ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
ἐνByτούτῳthisγινώσκομενwe knowὅτιthatἐνinαὐτῷHimμένομενwe abideκαὶandαὐτὸςHeἐνinἡμῖν,us,ὅτιbecauseἐκfrom outτοῦtheπνεύματοςSpiritαὐτοῦof HimδέδωκενHe has givenἡμῖν.to us.
14καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
καὶAndἡμεῖςwe ourselvesτεθεάμεθαhave seenκαὶandμαρτυροῦμενtestifyὅτιthatὁtheπατὴρFatherἀπέσταλκενhas sentτὸνtheυἱὸνSon asσωτῆραSaviorτοῦof theκόσμου.world.
15ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς Χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
ὃςWhoeverἐὰνmaybeὁμολογήσῃshall confessὅτιthatἸησοῦςJesusΧριστόςChristἐστινisὁtheυἱὸςSonτοῦtheθεοῦ,of God,ὁtheθεὸςGodἐνinαὐτῷhimμένειabidesκαὶandαὐτὸςheἐνinτῷtheθεῷ.God.
16καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.
καὶAndἡμεῖςwe ourselvesἐγνώκαμενhave come to knowκαὶandπεπιστεύκαμενwe have come to believeτὴνtheἀγάπηνloveἣνthatἔχειhasὁtheθεὸςGodἐνas toἡμῖν.us.ὁtheθεὸςGodἀγάπηloveἐστίν,is,καὶandὁthe oneμένωνabidingἐνinτῇtheἀγάπῃloveἐνinτῷtheθεῷGodμένει,abides,καὶandὁtheθεὸςGodἐνinαὐτῷhimμένει.abides.
17ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾽ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
ἐνInτούτῳthisτετελείωταιhas been perfectedἡtheἀγάπηloveμεθ᾽withἡμῶν,us,ἵναso thatπαρρησίανconfidenceἔχωμενwe may haveἐνinτῇtheἡμέρᾳdayτῆςtheκρίσεως,of judgment,ὅτιthatκαθὼςeven asἐκεῖνόςHeἐστινisκαὶalsoἡμεῖςwe ourselvesἐσμενareἐνinτῷtheκόσμῳworldτούτῳ.this.
18φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾽ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
φόβοςFearοὐκnoἔστινthere isἐνinτῇtheἀγάπῃ,love,ἀλλ᾽butἡtheτελείαperfectἀγάπηloveἔξωoutβάλλειcastsτὸνtheφόβον,fear,ὅτιbecauseὁtheφόβοςfearκόλασινpunishmentἔχει·has;ὁthe oneδὲnowφοβούμενοςfearingοὐnotτετελείωταιhas been perfectedἐνinτῇtheἀγάπῃ.love.
19ἡμεῖς ἀγαπῶμεν ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
ἡμεῖςWe ourselvesἀγαπῶμενloveὅτιbecauseαὐτὸςHe himselfπρῶτοςfirstἠγάπησενlovedἡμᾶς.us.
20ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν·
ἐάνIfτιςanyoneεἴπῃshall sayὅτιthatἀγαπῶI loveτὸνtheθεὸνGodκαὶandτὸνtheἀδελφὸνbrotherαὐτοῦof himμισῇ,may hate,ψεύστηςa liarἐστίν·he is;ὁThe oneγὰρforμὴnotἀγαπῶνlovingτὸνtheἀδελφὸνbrotherαὐτοῦof himὃνwhomἑώρακεν,he has seen,τὸνtheθεὸνGodὃνwhomοὐχnotἑώρακενhe has seenοὐnotδύναταιis he ableἀγαπᾶν·to love;
21καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
καὶAndταύτηνthisτὴνtheἐντολὴνcommandmentἔχομενwe haveἀπ᾽fromαὐτοῦ,Him,ἵναthatὁthe oneἀγαπῶνlovingτὸνtheθεὸνGodἀγαπᾷmay loveκαὶalsoτὸνtheἀδελφὸνbrotherαὐτοῦ.of him.