1 John 3 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 466 words in 24 verses.

Open 1 John 3 in the interlinear reader

1ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ, ἵνα τέκνα θεοῦ κληθῶμεν καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν.

ἴδετεBeholdποταπὴνwhatἀγάπηνloveδέδωκενhas givenἡμῖνto ustheπατήρ,Father,ἵναthatτέκναchildrenθεοῦof Godκληθῶμενwe may be called —καὶandἐσμέν.we are!διὰBecause ofτοῦτοthistheκόσμοςworldοὐnotγινώσκειknowsἡμᾶς,us,ὅτιbecauseοὐκnotἔγνωit knewαὐτόν.Him.

2Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.

Ἀγαπητοί,Beloved,νῦνnowτέκναchildrenθεοῦof Godἐσμεν,are we,καὶandοὔπωnot yetἐφανερώθηhas been revealedτίwhatἐσόμεθα·we will be;οἴδαμενWe knowὅτιthatἐὰνwhenφανερωθῇ,He shall appear,ὅμοιοιlikeαὐτῷHimἐσόμεθα,we will be,ὅτιforὀψόμεθαwe will beholdαὐτὸνHimκαθώςeven asἐστιν.He is.

3καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

καὶAndπᾶςeveryonewhoἔχωνis havingτὴνtheἐλπίδαhopeταύτηνthisἐπ᾽inαὐτῷHimἁγνίζειpurifiesἑαυτὸνhimselfκαθὼςeven asἐκεῖνοςHeἁγνόςpureἐστιν.is.

4Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.

ΠᾶςEveryonewhoποιῶνis committingτὴνtheἁμαρτίανsinκαὶalsoτὴνtheἀνομίανlawlessnessποιεῖ,commits,καὶandtheἁμαρτίαsinἐστὶνistheἀνομία.lawlessness.

5καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.

καὶAndοἴδατεyou knowὅτιthatἐκεῖνοςHeἐφανερώθηappearedἵναso thatτὰςtheἁμαρτίαςsinsἄρῃ,He may take away,καὶandἁμαρτίαsinἐνinαὐτῷHimοὐκnotἔστιν.there is.

6πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.

πᾶςAnyonetheἐνinαὐτῷHimμένωνabidingοὐχnotἁμαρτάνει·sins;πᾶςanyonewhoἁμαρτάνωνis sinningοὐχnotἑώρακενhas seenαὐτὸνHimοὐδὲnorἔγνωκενhas he knownαὐτόν.Him.

7Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν καθὼς ἐκεῖνος δίκαιός ἐστιν.

Τεκνία,little children,μηδεὶςno oneπλανάτωshould lead astrayὑμᾶς·you;whoποιῶνare practicingτὴνtheδικαιοσύνηνrighteousnessδίκαιόςrighteousἐστινisκαθὼςeven asἐκεῖνοςHeδίκαιόςrighteousἐστιν.is.

8ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

The oneποιῶνpracticingτὴνtheἁμαρτίανsinἐκofτοῦtheδιαβόλουdevilἐστίν,is,ὅτιbecauseἀπ᾽fromἀρχῆςthe beginningtheδιάβολοςdevilἁμαρτάνει.has been sinning.εἰςForτοῦτοthis reasonἐφανερώθηwas revealedtheυἱὸςSonτοῦtheθεοῦof Godἵναso thatλύσῃHe may destroyτὰtheἔργαworksτοῦof theδιαβόλου.devil.

9πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.

πᾶςAnyonewhoγεγεννημένοςbornἐκofτοῦtheθεοῦGodἁμαρτίανsinοὐnotποιεῖ,practices,ὅτιbecauseσπέρμαseedαὐτοῦof Himἐνinαὐτῷhimμένει·abides;καὶandοὐnotδύναταιhe is ableἁμαρτάνειν,to continue sinning,ὅτιbecauseἐκofτοῦtheθεοῦGodγεγέννηται.he has been born.

10ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ·

ἐνThroughτούτῳthisφανεράmanifestἐστινareτὰtheτέκναchildrenτοῦtheθεοῦof Godκαὶandτὰtheτέκναchildrenτοῦof theδιαβόλου.devil.πᾶςAnyonetheμὴnotποιῶνpracticingδικαιοσύνηνrighteousnessοὐκnotἔστινisἐκofτοῦtheθεοῦ,God,καὶand alsothe oneμὴnotἀγαπῶνlovingτὸνtheἀδελφὸνbrotherαὐτοῦ·of him;

11ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς ἵνα ἀγαπῶμεν ἀλλήλους·

ὅτιForαὕτηthisἐστὶνistheἀγγελίαmessageἣνthatἠκούσατεyou have heardἀπ᾽fromἀρχῆςthe beginningἵναthatἀγαπῶμενwe may loveἀλλήλους·one another;

12οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.

οὐnotκαθὼςeven asΚάϊνCainἐκwho ofτοῦtheπονηροῦevil oneἦνwasκαὶandἔσφαξενhe slewτὸνtheἀδελφὸνbrotherαὐτοῦ·of him;καὶAndχάρινbecause ofτίνοςwhatἔσφαξενhe slayedαὐτόν;him?ὅτιBecauseτὰtheἔργαworksαὐτοῦof himπονηρὰevilἦν,were,τὰthoseδὲhoweverτοῦof theἀδελφοῦbrotherαὐτοῦof himδίκαια.righteous.

13μὴ θαυμάζετε, ἀδελφοί εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.

μὴnotθαυμάζετε,do be surprised,ἀδελφοίbrothersεἰifμισεῖhatesὑμᾶςyoutheκόσμος.world.

14ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ.

ἡμεῖςWe ourselvesοἴδαμενknowὅτιthatμεταβεβήκαμενwe have passedἐκfromτοῦtheθανάτουdeathεἰςtoτὴνtheζωήν,life,ὅτιbecauseἀγαπῶμενwe loveτοὺςtheἀδελφούς·our brothers;The oneμὴnotἀγαπῶνlovingμένειabidesἐνinτῷtheθανάτῳ.death.

15πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.

πᾶςEveryonewhoμισῶνis hatingτὸνtheἀδελφὸνbrotherαὐτοῦof himἀνθρωποκτόνοςa murdererἐστίν·is;καὶandοἴδατεyou knowὅτιthatπᾶςanyἀνθρωποκτόνοςmurdererοὐκnotἔχειhasζωὴνlifeαἰώνιονeternalἐνinαὐτῷhimμένουσαν.abiding.

16ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.

ἐνByτούτῳthisἐγνώκαμενwe have knownτὴνtheἀγάπηνloveὅτιbecauseἐκεῖνοςHeὑπὲρforἡμῶνusτὴνtheψυχὴνlifeαὐτοῦof Himἔθηκεν·laid down;καὶandἡμεῖςwe ourselvesὀφείλομενoughtὑπὲρforτῶνtheἀδελφῶνour brothersτὰςtheψυχὰςour livesθεῖναι.to lay down.

17Ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;

ὋςWhoeverδ᾽nowἂνmaybeἔχῃmay haveτὸνtheβίονgoodsτοῦof theκόσμουworldκαὶandθεωρῇmay seeτὸνtheἀδελφὸνbrotherαὐτοῦof himχρείανneedἔχονταhavingκαὶandκλείσῃhe may close upτὰtheσπλάγχναheartαὐτοῦof himἀπ᾽fromαὐτοῦ,him,πῶςhowtheἀγάπηloveτοῦtheθεοῦof Godμένειabidesἐνinαὐτῷ;him?

18Τεκνία μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλ᾽ ἐν ἔργῳ καὶ ἀληθείᾳ.

ΤεκνίαLittle childrenμὴnotἀγαπῶμενwe may loveλόγῳin wordμηδὲnorτῇtheγλώσσῃin tongueἀλλ᾽butἐνinἔργῳactionκαὶandἀληθείᾳ.in truth.

19ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμὲν καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν,

ἐνbyτούτῳthisγνωσόμεθαwe will knowὅτιthatἐκofτῆςtheἀληθείαςtruthἐσμὲνwe areκαὶandἔμπροσθενbeforeαὐτοῦHimπείσομενwe will assureτὴνtheκαρδίανheartἡμῶν,of us,

20ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.

ὅτιthatἐὰνifκαταγινώσκῃshall condemn usἡμῶνourtheκαρδία,heart,ὅτιthatμείζωνgreater thanἐστὶνistheθεὸςGodτῆςof theκαρδίαςheartἡμῶνof usκαὶandγινώσκειHe knowsπάντα.all things.

21Ἀγαπητοί, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ παρρησίαν ἔχομεν πρὸς τὸν θεόν,

Ἀγαπητοί,Beloved,ἐὰνiftheκαρδίαheartμὴnotκαταγινώσκῃshall condemnπαρρησίανconfidenceἔχομενwe haveπρὸςtowardτὸνtheθεόν,God,

22καὶ ὃ ἂν αἰτῶμεν λαμβάνομεν ἀπ᾽ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.

καὶandwhateverἂνmaybeαἰτῶμενwe shall askλαμβάνομενwe receiveἀπ᾽fromαὐτοῦ,Him,ὅτιbecauseτὰςtheἐντολὰςcommandmentsαὐτοῦof Himτηροῦμενwe keepκαὶandτὰthe thingsἀρεστὰpleasingἐνώπιονbeforeαὐτοῦHimποιοῦμεν.we do.

23καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.

καὶAndαὕτηthisἐστὶνistheἐντολὴcommandmentαὐτοῦof Himἵναthatπιστεύσωμενwe may believeτῷin theὀνόματιnameτοῦof theυἱοῦSonαὐτοῦof HimἸησοῦJesusΧριστοῦChristκαὶandἀγαπῶμενwe may loveἀλλήλουςone anotherκαθὼςeven asἔδωκενHe gaveἐντολὴνthe commandmentἡμῖν.to us.

24καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

καὶAndthe oneτηρῶνkeepingτὰςtheἐντολὰςcommandmentsαὐτοῦof HimἐνinαὐτῷHimμένει,abides,καὶandαὐτὸςHeἐνinαὐτῷ.him.καὶAndἐνbyτούτῳthisγινώσκομενwe knowὅτιthatμένειHe abidesἐνinἡμῖν,us,ἐκbyτοῦtheπνεύματοςSpiritοὗwhomἡμῖνto usἔδωκεν.He has given.

‹ 1 John 21 John 4 ›