1 John 2 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 584 words in 29 verses.

Open 1 John 2 in the interlinear reader

1Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε· καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον,

ΤεκνίαLittle childrenμου,of mine,ταῦταthese thingsγράφωI am writingὑμῖνto youἵναso thatμὴnotἁμάρτητε·you may sin;καὶAndἐάνifτιςanyoneἁμάρτῃ,shall sin,παράκλητονan advocateἔχομενwe haveπρὸςwithτὸνtheπατέρα,Father,ἸησοῦνJesusΧριστὸνChristδίκαιον,the Righteous One,

2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

καὶAndαὐτὸςHe himselfἱλασμόςthe propitiationἐστινisπερὶforτῶνtheἁμαρτιῶνsinsἡμῶν·of us;οὐnotπερὶforτῶνthoseἡμετέρωνof ourselvesδὲandμόνονonlyἀλλὰbutκαὶalsoπερὶforὅλουallτοῦtheκόσμου.world.

3καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.

καὶAndἐνbyτούτῳthisγινώσκομενwe knowὅτιthatἐγνώκαμενwe have come to knowαὐτόν,Him,ἐὰνifτὰςtheἐντολὰςcommandmentsαὐτοῦof Himτηρῶμεν.we shall keep.

4Ὁ λέγων ὅτι ἔγνωκα αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·

The oneλέγωνsayingὅτιthatἔγνωκαI have knownαὐτὸνHimκαὶandτὰςtheἐντολὰςcommandmentsαὐτοῦof Himμὴnotτηρῶν,keeping,ψεύστηςa liarἐστίν,he is,καὶandἐνinτούτῳhimtheἀλήθειαtruthοὐκnotἔστιν·is;

5ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν.

ὃςWhoeverδ᾽howeverἂνmaybeτηρῇmay keepαὐτοῦHisτὸνtheλόγον,word,ἀληθῶςtrulyἐνinτούτῳhimtheἀγάπηloveτοῦtheθεοῦof Godτετελείωται.has been perfected.ἐνByτούτῳthisγινώσκομενwe knowὅτιthatἐνinαὐτῷHimἐσμεν.we are.

6ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς περιπατεῖν.

The oneλέγωνclaimingἐνinαὐτῷHimμένεινto abideὀφείλει,oughtκαθὼςeven asἐκεῖνοςthat oneπεριεπάτησεν,walkedκαὶalsoαὐτὸςHe himselfπεριπατεῖν.to walk.

7Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν ἀλλ᾽ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε

Ἀγαπητοί,Beloved,οὐκnotἐντολὴνa commandmentκαινὴνnewγράφωI am writingὑμῖνto youἀλλ᾽butἐντολὴνa commandmentπαλαιὰνoldἣνwhichεἴχετεyou have hadἀπ᾽fromἀρχῆς·the beginning;Theἐντολὴcommandmenttheπαλαιάoldἐστινistheλόγοςwordὃνthatἠκούσατεyou have heard

8πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.

πάλινAgainἐντολὴνa commandmentκαινὴνnewγράφωI am writingὑμῖνto youwhichἐστινisἀληθὲςtrueἐνinαὐτῷHimκαὶandἐνinὑμῖν,you,ὅτιbecausetheσκοτίαdarknessπαράγεταιis passing awayκαὶandτὸtheφῶςlightτὸtheἀληθινὸνtrueἤδηalreadyφαίνει.shines.

9ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.

The oneλέγωνclaimingἐνinτῷtheφωτὶlightεἶναιto beκαὶandτὸνtheἀδελφὸνbrotherαὐτοῦof himμισῶνhatingἐνinτῇtheσκοτίᾳdarknessἐστὶνisἕωςuntilἄρτι.now.

10ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν.

The oneἀγαπῶνlovingτὸνtheἀδελφὸνbrotherαὐτοῦof himἐνinτῷtheφωτὶlightμένειabidesκαὶandσκάνδαλονcause for stumblingἐνinαὐτῷhimοὐκnotἔστιν.there is.

11ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.

The oneδὲhoweverμισῶνhatingτὸνtheἀδελφὸνbrotherαὐτοῦof himἐνinτῇtheσκοτίᾳdarknessἐστὶνisκαὶandἐνinτῇtheσκοτίᾳdarknessπεριπατεῖwalksκαὶandοὐκnotοἶδενdoes he knowποῦwhereὑπάγει,he is going,ὅτιbecausetheσκοτίαdarknessἐτύφλωσενhas blindedτοὺςtheὀφθαλμοὺςeyesαὐτοῦ.of him.

12Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.

ΓράφωI am writingὑμῖν,to you,τεκνία,little children,ὅτιbecauseἀφέωνταιhave been forgivenὑμῖνyourαἱtheἁμαρτίαιsinsδιὰfor the sake ofτὸtheὄνομαnameαὐτοῦ.of Him.

13γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν.

γράφωI am writingὑμῖν,to you,πατέρες,fathers,ὅτιbecauseἐγνώκατεyou have knownτὸνHim who isἀπ᾽fromἀρχῆς.the beginning.γράφωI am writingὑμῖν,to you,νεανίσκοι,young men,ὅτιbecauseνενικήκατεyou have overcomeτὸνtheπονηρόν.evil one.

14Ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.

ἜγραψαI have writtenὑμῖν,to you,παιδία,little children,ὅτιbecauseἐγνώκατεyou have knownτὸνtheπατέρα.Father.ἔγραψαI have writtenὑμῖν,to you,πατέρες,fathers,ὅτιbecauseἐγνώκατεyou have knownτὸνHim who isἀπ᾽fromἀρχῆς.the beginning.ἔγραψαI have writtenὑμῖν,to you,νεανίσκοι,young men,ὅτιbecauseἰσχυροίstrongἐστεyou areκαὶandtheλόγοςwordτοῦtheθεοῦof Godἐνinὑμῖνyouμένειabidesκαὶandνενικήκατεyou have overcomeτὸνtheπονηρόν.evil one.

15Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·

ΜὴNotἀγαπᾶτεdo loveτὸνtheκόσμονworldμηδὲnorτὰthe thingsἐνinτῷtheκόσμῳ.world.ἐάνIfτιςanyoneἀγαπᾷshall loveτὸνtheκόσμον,world,οὐκnotἔστινistheἀγάπηloveτοῦof theπατρὸςFatherἐνinαὐτῷ·him;

16ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστίν.

ὅτιbecauseπᾶνallτὸthat isἐνinτῷtheκόσμῳ,world,theἐπιθυμίαdesireτῆςof theσαρκὸςfleshκαὶandtheἐπιθυμίαdesireτῶνof theὀφθαλμῶνeyesκαὶandtheἀλαζονείαvauntingτοῦtheβίου,of life,οὐκnotἔστινisἐκfromτοῦtheπατρὸςFatherἀλλ᾽butἐκfromτοῦtheκόσμουworldἐστίν.is.

17καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.

καὶAndtheκόσμοςworldπαράγεταιis passing awayκαὶandtheἐπιθυμίαdesireαὐτοῦ·of it;the oneδὲhoweverποιῶνdoingτὸtheθέλημαwillτοῦtheθεοῦof Godμένειabidesεἰςtoτὸνtheαἰῶνα.age.

18Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.

Παιδία,Little children,ἐσχάτηthe lastὥραhourἐστίν,it is,καὶandκαθὼςeven asἠκούσατεyou have heardὅτιthatἀντίχριστοςantichristἔρχεται,is coming,καὶevenνῦνnowἀντίχριστοιantichristsπολλοὶmanyγεγόνασινhave arisenὅθενwherebyγινώσκομενwe knowὅτιthatἐσχάτηthe lastὥραhourἐστίν.it is.

19ἐξ ἡμῶν ἐξῆλθαν ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν· ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.

ἐξFrom amongἡμῶνusἐξῆλθανthey went outἀλλ᾽butοὐκnotἦσανthey wereἐξofἡμῶν·us;εἰifγὰρforἐξofἡμῶνusἦσαν,they were beingμεμενήκεισανthey had remainedἂνthen wouldμεθ᾽withἡμῶν·us;ἀλλ᾽Butἵναit is so thatφανερωθῶσινit may be made manifestὅτιthatοὐκnotεἰσὶνthey areπάντεςallἐξofἡμῶν.us.

20καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου οἴδατε πάντες.

καὶAndὑμεῖςyou yourselvesχρῖσμαthe anointingἔχετεhaveἀπὸfromτοῦtheἁγίουHoly Oneοἴδατεyou knowπάντες.all you.

21οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ᾽ ὅτι οἴδατε αὐτὴν καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.

οὐκNotἔγραψαI have writtenὑμῖνto youὅτιbecauseοὐκnotοἴδατεyou knowτὴνtheἀλήθειανtruthἀλλ᾽butὅτιbecauseοἴδατεyou knowαὐτὴνitκαὶandὅτιbecauseπᾶνanyψεῦδοςlieἐκofτῆςtheἀληθείαςtruthοὐκnotἔστιν.is.

22τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.

τίςwhoἐστινistheψεύστηςliarεἰonlyμὴexceptthe oneἀρνούμενοςdenyingὅτιthatἸησοῦςJesusοὐκnotἔστινistheΧριστός;Christ?οὗτόςThisἐστινistheἀντίχριστος,antichrist,the oneἀρνούμενοςdenyingτὸνtheπατέραFatherκαὶandτὸνtheυἱόν.Son.

23πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει.

πᾶςEveryonewhoἀρνούμενοςis denyingτὸνtheυἱὸνSonοὐδὲneitherτὸνtheπατέραFatherἔχει·has he;The oneὁμολογῶνconfessingτὸνtheυἱὸνSonκαὶalsoτὸνtheπατέραFatherἔχει.has.

24ὑμεῖς ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.

ὑμεῖςYou yourselveswhatἠκούσατεyou have heardἀπ᾽fromἀρχῆςthe beginningἐνinὑμῖνyouμενέτω.should abide.ἐὰνIfἐνinὑμῖνyouμείνῃshall abidewhatἀπ᾽fromἀρχῆςthe beginningἠκούσατε,you have heard,καὶalsoὑμεῖςyou yourselvesἐνinτῷtheυἱῷSonκαὶandἐνinτῷtheπατρὶFatherμενεῖτε.will abide.

25καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

καὶAndαὕτηthisἐστὶνistheἐπαγγελίαpromiseἣνthatαὐτὸςHe himselfἐπηγγείλατοpromisedἡμῖν,us:τὴνtheζωὴνlifeτὴνtheαἰώνιον.eternal.

26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.

ΤαῦταThese thingsἔγραψαI have writtenὑμῖνto youπερὶconcerningτῶνthoseπλανώντωνleading astrayὑμᾶς.you.

27καὶ ὑμεῖς, τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.

καὶAndὑμεῖς,you yourselves,τὸtheχρῖσμαanointingthatἐλάβετεyou receivedἀπ᾽fromαὐτοῦHimμένειabidesἐνinὑμῖν,youκαὶandοὐnotχρείανneedἔχετεyou haveἵναthatτιςanyoneδιδάσκῃmay teachὑμᾶς·you;ἀλλ᾽Butὡςjust asτὸtheαὐτοῦsameχρῖσμαanointingδιδάσκειteachesὑμᾶςyouπερὶconcerningπάντωνall thingsκαὶandἀληθέςtrueἐστινisκαὶandοὐκnotἔστινisψεῦδοςa lieκαὶandκαθὼςeven asἐδίδαξενit has taughtὑμᾶς,you,μένετεyou abideἐνinαὐτῷ.Him.

28καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ, σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.

καὶAndνῦν,now,τεκνία,little children,μένετεdo abideἐνinαὐτῷ,Him,ἵναso thatἐὰνifφανερωθῇ,He shall appearσχῶμενwe may haveπαρρησίανboldnessκαὶandμὴnotαἰσχυνθῶμενmay be ashamedἀπ᾽beforeαὐτοῦHimἐνatτῇtheπαρουσίᾳcomingαὐτοῦ.of Him.

29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

ἐὰνIfεἰδῆτεyou knowὅτιthatδίκαιόςrighteousἐστιν,He is,γινώσκετεyou knowὅτιthatπᾶςeveryonewhoποιῶνis practicingτὴνtheδικαιοσύνηνrighteousnessἐξofαὐτοῦHimγεγέννηται.has been begotten.

‹ 1 John 11 John 3 ›