The Westcott and Hort text with a word by word English gloss under every Greek word. 337 words in 20 verses.
Open 1 Corinthians 6 in the interlinear reader1Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
ΤολμᾷDareτιςanyoneὑμῶνof youπρᾶγμαa matterἔχωνhavingπρὸςagainstτὸνtheἕτερονotherκρίνεσθαιgo to lawἐπὶbeforeτῶνtheἀδίκωνunrighteousκαὶandοὐχὶnot goἐπὶbeforeτῶνtheἁγίων;saints?
2ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
ἢOrοὐκsurelyοἴδατεyou knowὅτιthatοἱtheἅγιοιsaintsτὸνtheκόσμονworldκρινοῦσιν;will judge?καὶAndεἰifἐνbyὑμῖνyouκρίνεταιis to be judgedὁtheκόσμος,world,ἀνάξιοίunworthyἐστεare youκριτηρίωνof casesἐλαχίστων;of the smallest?
3οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά;
οὐκSurelyοἴδατεyou knowὅτιthatἀγγέλουςangelsκρινοῦμεν;we will judge?μήτιSurely not everγεevenβιωτικά;the things of this life?
4βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε.
βιωτικὰThings of this lifeμὲνindeedοὖνsoκριτήριαjudgment as toἐὰνifἔχητε,you shall have,τοὺςthe onesἐξουθενημένουςdespisedἐνinτῇtheἐκκλησίᾳ,church,τούτουςthoseκαθίζετε.set you up!
5πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφός, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;
πρὸςForἐντροπὴνshameὑμῖνto youλέγω.I say this.οὕτωςThusοὐκnotἔνιis thereἐνamongὑμῖνyouοὐδεὶςno oneσοφός,wise,ὃςwhoδυνήσεταιwill be ableδιακρῖναιto decideἀνὰinμέσονbetweenτοῦtheἀδελφοῦbrotherαὐτοῦ;of him?
6ἀλλ᾽ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων.
ἀλλ᾽Insteadἀδελφὸςbrotherμετὰagainstἀδελφοῦbrotherκρίνεται,goes to law,καὶandτοῦτοthisἐπὶbeforeἀπίστων.unbelievers!
7ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
ἤδηAlreadyμὲνindeedοὖνthereforeὅλωςaltogetherἥττημαa defeatὑμῖνyouἐστινit isὅτιforκρίματαlawsuitsἔχετεyou haveμεθ᾽amongἑαυτῶν.yourselves.διὰBecause ofτίwhyοὐχὶsurelyμᾶλλονratherἀδικεῖσθε;suffer wrong?διὰBecause ofτίwhyοὐχὶsurelyμᾶλλονratherἀποστερεῖσθε;be defrauded?
8ἀλλ᾽ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.
ἀλλ᾽Butὑμεῖςyou yourselvesἀδικεῖτεdo wrongκαὶandἀποστερεῖτε,defraud,καὶandτοῦτοthis thingἀδελφούς.to brothers!
9ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
ἢOrοὐκsurelyοἴδατεyou knowὅτιthatἄδικοιthe unrighteous onesθεοῦof Godβασιλείανthe kingdomοὐnotκληρονομήσουσιν;will inherit?ΜὴNotπλανᾶσθε·do be deceived:οὔτεneitherπόρνοιthe sexually immoralοὔτεnorεἰδωλολάτραιidolatersοὔτεnorμοιχοὶadulterersοὔτεnorμαλακοὶeffeminateοὔτεnorἀρσενοκοῖταιhomosexuals
10οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν.
οὔτεnorκλέπταιthievesοὔτεnorπλεονέκταιcovetersοὐnotμέθυσοιdrunkardsοὐnorλοίδοροιrevilersοὐχnorἅρπαγεςswindlersβασιλείανthe kingdomθεοῦof Godκληρονομήσουσιν.will inherit.
11καὶ ταῦτά τινες ἦτε· ἀλλ᾽ ἀπελούσασθε ἀλλ᾽ ἡγιάσθητε ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
καὶAndταῦτάsuchτινεςsome ofἦτε·you were;ἀλλ᾽butἀπελούσασθεyou were washedἀλλ᾽butἡγιάσθητεyou were sanctifiedἀλλ᾽butἐδικαιώθητεyou were justifiedἐνinτῷtheὀνόματιnameτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦChristκαὶandἐνbyτῷtheπνεύματιSpiritτοῦof theθεοῦGodἡμῶν.of us.
12Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
ΠάνταAll thingsμοιto meἔξεστινare lawfulἀλλ᾽butοὐnotπάνταall thingsσυμφέρει·do profit;πάνταAll thingsμοιto meἔξεστινare lawfulἀλλ᾽butοὐκnotἐγὼI myselfἐξουσιασθήσομαιwill be masteredὑπόbyτινος.anything.
13τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·
τὰTheβρώματαfoodsτῇfor theκοιλίᾳbellyκαὶandἡtheκοιλίαbellyτοῖςtheβρώμασιν·for foods;ὁtheδὲbutθεὸςGodκαὶbothταύτηνthisκαὶandταῦταtheseκαταργήσει.will destroy.τὸtheδὲandσῶμαthe body isοὐnotτῇtheπορνείᾳfor sexual immoralityἀλλὰbutτῷfor theκυρίῳ,Lord,καὶandὁtheκύριοςLordτῷfor theσώματι·body;
14ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
ὁtheδὲAndθεὸςGodκαὶbothτὸνtheκύριονLordἤγειρενhas raised upκαὶandἡμᾶςusἐξεγερεῖHe will raise outδιὰthroughτῆςtheδυνάμεωςpowerαὐτοῦ.of Him.
15Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
ΟὐκSurelyοἴδατεyou knowὅτιthatτὰtheσώματαbodiesὑμῶνof youμέληmembersΧριστοῦof Christἐστιν;are?ἄραςHaving takenοὖνthenτὰtheμέληmembersτοῦof theΧριστοῦChristποιήσωshall I makeπόρνηςthem of a prostituteμέλη;members?μὴNeverγένοιτο.would it be!
16ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν·
ἢOrοὐκsurelyοἴδατεyou knowὅτιthatὁwhoκολλώμενοςis being joinedτῇto theπόρνῃprostituteἓνoneσῶμάbodyἐστιν;is?ἔσονταιWill becomeγάρforφησινit saysοἱtheδύοtwoεἰςintoσάρκαfleshμίαν·one;
17ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.
ὁThe oneδὲhoweverκολλώμενοςbeing joinedτῷto theκυρίῳLordἓνoneπνεῦμάspiritἐστιν.is.
18Φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
Φεύγετεdo fleeτὴνtheπορνείαν.sexual immorality.πᾶνEveryἁμάρτημαsinὃwhateverἐὰνifποιήσῃshall doἄνθρωπος,a man,ἐκτὸςoutsideτοῦtheσώματόςbodyἐστιν·is;ὁthe oneδὲhoweverπορνεύωνsinning sexuallyεἰςagainstτὸtheἴδιονtheir ownσῶμαbodyἁμαρτάνει.sins.
19ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν;
ἢOrοὐκsurelyοἴδατεyou knowὅτιthatτὸtheσῶμαbodyὑμῶνof youναὸςa templeτοῦof theἐνinὑμῖνyouἁγίουHolyπνεύματόςSpiritἐστινisοὗwhomἔχετεyou haveἀπὸfromθεοῦ,God?καὶAndοὐκnotἐστὲyou areἑαυτῶν;your own?
20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν
ἠγοράσθητεyou were boughtγὰρforτιμῆς·with a price;δοξάσατεdo glorifyδὴthereforeτὸνtheθεὸνGodἐνinτῷtheσώματιbodyὑμῶνof you