1 Corinthians 15 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 840 words in 58 verses.

Open 1 Corinthians 15 in the interlinear reader

1Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε

ΓνωρίζωI make knownδὲnowὑμῖν,to you,ἀδελφοί,brothers,τὸtheεὐαγγέλιονgospelthatεὐηγγελισάμηνI evangelisedὑμῖν,to you,whichκαὶalsoπαρελάβετε,you received,ἐνinwhichκαὶalsoἑστήκατεyou have stood

2δι᾽ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.

δι᾽throughοὗwhichκαὶalsoσῴζεσθε,you are being saved,τίνιto theλόγῳwordεὐηγγελισάμηνI evangelisedὑμῖνto youεἰifκατέχετε,you hold fast,ἐκτὸςunlessεἰonlyμὴexceptεἰκῇin vainἐπιστεύσατε.you have believed.

3παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς

παρέδωκαI deliveredγὰρforὑμῖνto youἐνinπρώτοιςthe foremostwhatκαὶalsoπαρέλαβονI receivedὅτιthatΧριστὸςChristἀπέθανενdiedὑπὲρforτῶνtheἁμαρτιῶνsinsἡμῶνof usκατὰaccording toτὰςtheγραφὰςScriptures

4καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφὰς

καὶandὅτιthatἐτάφηHe was buriedκαὶandὅτιthatἐγήγερταιHe has been raisedτῇon theἡμέρᾳdayτῇtheτρίτῃthirdκατὰaccording toτὰςtheγραφὰςScriptures

5καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.

καὶandὅτιthatὤφθηHe appearedΚηφᾷ,to Cephas,εἶταthenτοῖςto theδώδεκα.Twelve.

6ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν.

ἔπειταThereafterὤφθηHe appearedἐπάνωto aboveπεντακοσίοιςfive hundredἀδελφοῖςbrothersἐφάπαξat onceἐξofὧνwhomοἱtheπλείονεςgreater partμένουσινremainἕωςuntilἄρτι,now,τινὲςsomeδὲhoweverἐκοιμήθησαν.were fallen asleep.

7ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν.

ἔπειταThenὤφθηHe appearedἸακώβῳ,to James,εἶταthenτοῖςto theἀποστόλοιςapostlesπᾶσιν.all.

8ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.

ἔσχατονLastδὲthenπάντωνof allὡσπερεὶasτῷanἐκτρώματιuntimely birthὤφθηHe appearedκἀμοί.also to me.

9ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·

ἐγὼI myselfγάρforεἰμιamtheἐλάχιστοςleastτῶνof theἀποστόλωνapostlesὃςwhoοὐκnotεἰμὶamἱκανὸςfitκαλεῖσθαιto be calledἀπόστολος,an apostle,διότιbecauseἐδίωξαI persecutedτὴνtheἐκκλησίανchurchτοῦtheθεοῦ·of God;

10χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί.

χάριτιBy the graceδὲhoweverθεοῦof GodεἰμιI amwhatεἰμι,I am,καὶandtheχάριςgraceαὐτοῦof Himtheεἰςtowardἐμὲme myselfοὐnotκενὴvoidἐγενήθη,has been,ἀλλὰRatherπερισσότερονmore excessiveαὐτῶνthan themπάντωνallἐκοπίασα,I toiled,οὐκnotἐγὼI myselfδέ,however,ἀλλ᾽buttheχάριςgraceτοῦtheθεοῦof Godσὺνwithἐμοί.me myself.

11εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

εἴτεWhetherοὖνthereforeἐγὼI myselfεἴτεorἐκεῖνοι,they,οὕτωςthusκηρύσσομενwe preachκαὶandοὕτωςthusἐπιστεύσατε.you believed.

12Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;

ΕἰIfδὲnowΧριστὸςChristκηρύσσεταιis preachedὅτιthatἐκout fromνεκρῶνthe deadἐγήγερται,He has been raised,πῶςhowλέγουσινsayἐνamongὑμῖνyouτινεςsomeὅτιthatἀνάστασιςa resurrectionνεκρῶνof the deadοὐκnotἔστιν;there is?

13εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·

εἰIfδὲhoweverἀνάστασιςa resurrectionνεκρῶνof the deadοὐκnotἔστιν,there is,οὐδὲneitherΧριστὸςChristἐγήγερται·has been raised;

14εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν.

εἰifδὲthenΧριστὸςChristοὐκnotἐγήγερται,has been raised,κενὸνis voidἄραthenτὸtheκήρυγμαpreachingἡμῶν,of us,κενὴvoidκαὶalsotheπίστιςfaithἡμῶν.of us

15εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται·

εὑρισκόμεθαWe are foundδὲthenκαὶalsoψευδομάρτυρεςfalse witnessesτοῦtheθεοῦ,of God,ὅτιbecauseἐμαρτυρήσαμενwe have witnessedκατὰconcerningτοῦtheθεοῦGodὅτιthatἤγειρενHe raised upτὸνtheΧριστὸνChristὃνwhomοὐκnotἤγειρενHe has raisedεἴπερif indeedἄραthenνεκροὶthe deadοὐκnotἐγείρονται·are raised;

16εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·

εἰIfγὰρforνεκροὶthe deadοὐκnotἐγείρονται,are raised,οὐδὲneitherΧριστὸςChristἐγήγερται·has been raised;

17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν ἐστίν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν·

εἰifδὲthenΧριστὸςChristοὐκnotἐγήγερται,has been raised,ματαίαis futiletheπίστιςfaithὑμῶνof youἐστίν·is;ἔτιstillἐστὲyou areἐνinταῖςtheἁμαρτίαιςsinsὑμῶν·of you;

18ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.

ἄραThenκαὶalsoοἱthoseκοιμηθέντεςhaving fallen asleepἐνinΧριστῷChristἀπώλοντο.have perished.

19εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.

εἰIfἐνinτῇtheζωῇlifeταύτῃthisἐνinΧριστῷChristἠλπικότεςalready hopingἐσμὲνwe areμόνον,only,ἐλεεινότεροιmore to be pitiedπάντωνthan allἀνθρώπωνmenἐσμέν.we are.

20Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων

ΝυνὶNowδὲhoweverΧριστὸςChristἐγήγερταιhas been raisedἐκout fromνεκρῶν,the dead,ἀπαρχὴfirstfruitτῶνof thoseκεκοιμημένωνhaving fallen asleep

21Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν.

ἘπειδὴSinceγὰρforδι᾽throughἀνθρώπουa man cameθάνατοςdeathκαὶalsoδι᾽throughἀνθρώπουa manἀνάστασιςresurrectionνεκρῶν.of the dead.

22ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.

ὥσπερFor asγὰρindeedἐνinτῷtheἈδὰμAdamπάντεςallἀποθνῄσκουσιν,die,οὕτωςsoκαὶalsoἐνinτῷtheΧριστῷChristπάντεςallζῳοποιηθήσονται.will be made alive.

23ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·

ἕκαστοςeachδὲhoweverἐνinτῷtheἰδίῳownτάγματι·order:ἀπαρχὴthe firstfruitΧριστός,Christ,ἔπειταthenοἱthoseτοῦtheΧριστοῦof Christἐνatτῇtheπαρουσίᾳcomingαὐτοῦ·of Him;

24εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν·

εἶταthenτὸtheτέλος,end,ὅτανwhenπαραδιδῷHe may hand overτὴνtheβασιλείανkingdomτῷto theθεῷGodκαὶandπατρί,Father,ὅτανwhenκαταργήσῃHe may have annulledπᾶσανallἀρχὴνdominionκαὶandπᾶσανallἐξουσίανauthorityκαὶandδύναμιν·power;

25δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

δεῖIt behoovesγὰρforαὐτὸνHimβασιλεύεινto reignἄχριuntilοὗthatθῇHe may have putπάνταςallτοὺςtheἐχθροὺςenemiesὑπὸunderτοὺςtheπόδαςfeetαὐτοῦ.of Him.

26ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.

ἔσχατοςThe lastἐχθρὸςenemyκαταργεῖταιto be abolished istheθάνατος.death.

27πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα·

πάνταAll thingsγὰρforὑπέταξενHe has put in subjectionὑπὸunderτοὺςtheπόδαςfeetαὐτοῦ·of Him;ὅτανWhenδὲhoweverεἴπῃit may be saidὅτιthatπάνταall thingsὑποτέτακται,have been put in subjection,δῆλονit is evidentὅτιthatἐκτὸςis exceptedτοῦthe One whoὑποτάξαντοςhaving put in subjectionαὐτῷto Himτὰtheπάντα·all things;

28ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν.

ὅτανWhenδὲnowὑποταγῇshall have been subjectedαὐτῷto Himτὰtheπάντα,all things,τότεthenκαὶalsoαὐτὸςHimselftheυἱὸςSonὑποταγήσεταιwill be put in subjectionτῷto the Oneὑποτάξαντιhaving put in subjectionαὐτῷto Himτὰtheπάντα,all things,ἵναso thatmay betheθεὸςGodπάνταallἐνinπᾶσιν.all.

29Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται· τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;

ἘπεὶOtherwiseτίwhatποιήσουσινwill they doοἱwhoβαπτιζόμενοιare baptizedὑπὲρforτῶνtheνεκρῶν;dead?εἰIfὅλωςat allνεκροὶthe deadοὐκnotἐγείρονται·are raised;τίwhyκαὶalsoβαπτίζονταιare they baptizedὑπὲρforαὐτῶν;them?

30τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;

τίWhyκαὶalsoἡμεῖςwe ourselvesκινδυνεύομενare in dangerπᾶσανeveryὥραν;hour?

31καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

καθ᾽Everyἡμέρανdayἀποθνῄσκω,I die,νὴas surely asτὴνtheὑμετέρανin youκαύχησιν,boasting,ἀδελφοί,brothersἣνwhichἔχωI haveἐνinΧριστῷChristἸησοῦJesusτῷtheκυρίῳLordἡμῶν.of us.

32εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.

εἰIfκατὰaccording toἄνθρωπονmanἐθηριομάχησαI fought wild beastsἐνinἘφέσῳ,Ephesus,τίwhatμοιto meτὸtheὄφελος;profit?εἰIfνεκροὶthe deadοὐκnotἐγείρονται,are raised,φάγωμενLet us eatκαὶandπίωμεν,let us drink,αὔριονtomorrowγὰρforἀποθνῄσκομεν.we die.

33μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.

μὴNotπλανᾶσθε·do be misled:φθείρουσινDo corruptἤθηmoralsχρηστὰgoodὁμιλίαιcompanionshipsκακαί.bad.

34ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.

ἐκνήψατεdo sober upδικαίωςrighteouslyκαὶandμὴnotἁμαρτάνετε·do sin;ἀγνωσίανignoranceγὰρforθεοῦof Godτινεςsomeἔχουσιν·have;πρὸςtoἐντροπὴνthe shameὑμῖνof youλαλῶ.I speak.

35Ἀλλ᾽ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;

Ἀλλ᾽Butἐρεῖwill sayτις·someone;πῶςHowἐγείρονταιare raisedοἱtheνεκροί;dead?ποίῳWith whatδὲthenσώματιbodyἔρχονται;do they come?

36ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·

ἄφρων,Foolσὺyou yourselfWhatσπείρεις,you sowοὐnotζῳοποιεῖταιdoes come to lifeἐὰνonlyμὴunlessἀποθάνῃ·it may die;

37καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν·

καὶAndwhatσπείρεις,you sow,οὐnotτὸtheσῶμαbodyτὸthatγενησόμενονwill beσπείρειςyou sowἀλλὰbutγυμνὸνa bareκόκκον,grain,εἰifτύχοι,it would beσίτουof wheatorτινοςof someτῶνof theλοιπῶν·rest;

38ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.

theδὲButθεὸςGodδίδωσινgivesαὐτῷto itσῶμαa bodyκαθὼςeven asἠθέλησενHe has willedκαὶandἑκάστῳto eachτῶνof theσπερμάτωνseedsἴδιονits ownσῶμα.body.

39Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σὰρξ ἀλλ᾽ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.

ΟὐNotπᾶσαallσὰρξflesh istheαὐτὴsameσὰρξfleshἀλλ᾽butἄλληoneμὲνindeedἀνθρώπων,of men,ἄλληanotherδὲhoweverσὰρξfleshκτηνῶν,of beasts,ἄλληanotherδὲhoweverσὰρξfleshπτηνῶν,of birdsἄλληanotherδὲhoweverἰχθύων.of fish.

40καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.

καὶAndσώματαbodies there areἐπουράνιαheavenlyκαὶandσώματαbodiesἐπίγεια·earthly;ἀλλ᾽Butἑτέραoneμὲνindeedis theτῶνof theἐπουρανίωνheavenlyδόξα,glory,ἑτέραanotherδὲhoweverthatτῶνof theἐπιγείων.earthly.

41ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

ἄλληOne isδόξαthe gloryἡλίου,of the sun,καὶandἄλληanotherδόξαthe gloryσελήνης,of the moon,καὶandἄλληanotherδόξαthe gloryἀστέρων·of the stars;ἀστὴρstarγὰρforἀστέροςfrom starδιαφέρειdiffersἐνinδόξῃ.glory.

42Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·

ΟὕτωςSoκαὶalso istheἀνάστασιςresurrectionτῶνof theνεκρῶν.dead.σπείρεταιIt is sownἐνinφθορᾷ,decay,ἐγείρεταιit is raisedἐνinἀφθαρσίᾳ·immortality;

43σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·

σπείρεταιIt is sownἐνinἀτιμίᾳ,dishonor,ἐγείρεταιit is raisedἐνinδόξῃ·glory;σπείρεταιIt is sownἐνinἀσθενείᾳ,weakness,ἐγείρεταιit is raisedἐνinδυνάμει·power;

44σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.

σπείρεταιIt is sownσῶμαa bodyψυχικόν,natural,ἐγείρεταιit is raisedσῶμαa bodyπνευματικόν.spiritual.εἰIfἔστινthere isσῶμαa bodyψυχικόν,natural,ἔστινthere isκαὶalsoπνευματικόν.spiritual.

45οὕτως καὶ γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.

οὕτωςSoκαὶalsoγέγραπται·it has been written:ἐγένετοBecametheπρῶτοςfirstἄνθρωποςmanἈδὰμAdamεἰςintoψυχὴνa soulζῶσαν·living;theἔσχατοςlastἈδὰμAdamεἰςintoπνεῦμαa spiritζῳοποιοῦν.life-giving.

46ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.

ἀλλ᾽Howeverοὐnotπρῶτονfirst wasτὸtheπνευματικὸνspiritualἀλλὰbutτὸtheψυχικόν,natural,ἔπειταthenτὸtheπνευματικόν.spiritual.

47Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.

Theπρῶτοςfirstἄνθρωποςmanἐκwas fromγῆςthe earthχοϊκός,made of dust,theδεύτεροςsecondἄνθρωποςmanἐξfromοὐρανοῦ.heaven.

48οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·

οἷοςAsthe oneχοϊκός,made of dust,τοιοῦτοιsoκαὶalso areοἱthoseχοϊκοί,of the earth,καὶandοἷοςastheἐπουράνιος,heavenly one,τοιοῦτοιsoκαὶalsoοἱthoseἐπουράνιοι·of heaven;

49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

καὶAndκαθὼςeven asἐφορέσαμενwe have bornτὴνtheεἰκόναimageτοῦof theχοϊκοῦ,earthly,φορέσωμενwe may bearκαὶalsoτὴνtheεἰκόναimageτοῦof theἐπουρανίου.heavenly.

50Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.

ΤοῦτοThisδέnowφημι,I say,ἀδελφοί,brothers,ὅτιthatσὰρξfleshκαὶandαἷμαbloodβασιλείανthe kingdomθεοῦof Godκληρονομῆσαιto inheritοὐnotδύναται,is able,οὐδὲnortheφθορὰdecayτὴνtheἀφθαρσίανimmortalityκληρονομεῖ.does inherit.

51ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα

ἰδοὺBeholdμυστήριονa mysteryὑμῖνto youλέγω·I tell;πάντεςAllοὐnotκοιμηθησόμεθα,we will sleep,πάντεςallδὲhoweverἀλλαγησόμεθαwe will be changed —

52ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.

ἐνinἀτόμῳan instantἐνinῥιπῇthe twinklingὀφθαλμοῦof an eyeἐνatτῇtheἐσχάτῃlastσάλπιγγι·trumpet;σαλπίσειThe trumpet will soundγάρ,for,καὶandοἱtheνεκροὶdeadἐγερθήσονταιwill be raisedἄφθαρτοι,imperishable,καὶandἡμεῖςwe ourselvesἀλλαγησόμεθα.will be changed.

53δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

δεῖIt behoovesγὰρforτὸtheφθαρτὸνperishableτοῦτοthisἐνδύσασθαιto put onἀφθαρσίανimperishableκαὶandτὸtheθνητὸνmortalτοῦτοthisἐνδύσασθαιto put onἀθανασίαν.immortality.

54ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται τὴν ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος.

ὅτανWhenδὲnowτὸtheθνητὸνmortalτοῦτοthisἐνδύσηταιmay have put onτὴνtheἀθανασίαν,immortality,τότεthenγενήσεταιwill come to passtheλόγοςwordwhichγεγραμμένος·written:κατεπόθηHas been swallowed uptheθάνατοςdeathεἰςinνῖκος.victory.

55ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον;

ποῦWhereσου,of you,θάνατε,O death,τὸtheνῖκος;victoryποῦWhereσου,of you,θάνατε,O death,τὸtheκέντρον;sting

56τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.

τὸtheδὲAndκέντρονthe stingτοῦtheθανάτουof death istheἁμαρτία,sin,theδὲandδύναμιςthe powerτῆςtheἁμαρτίαςof sintheνόμος.law.

57Τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τῷtheδὲhoweverθεῷto Godχάριςbe thanksτῷwhoδιδόντιis givingἡμῖνusτὸtheνῖκοςvictoryδιὰthroughτοῦtheκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦ.Christ.

58ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

ὥστε,Therefore,ἀδελφοίbrothersμουof mineἀγαπητοί,beloved,ἑδραῖοιsteadfastγίνεσθε,do be,ἀμετακίνητοι,immovable,περισσεύοντεςaboundingἐνinτῷtheἔργῳworkτοῦof theκυρίουLordπάντοτε,always,εἰδότεςknowingὅτιthattheκόποςtoilὑμῶνof youοὐκnotἔστινisκενὸςin vainἐνinκυρίῳ.the Lord.

‹ 1 Corinthians 141 Corinthians 16 ›