The Westcott and Hort text with a word by word English gloss under every Greek word. 608 words in 40 verses.
Open 1 Corinthians 14 in the interlinear reader1Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
Διώκετεdo earnestly pursueτὴνtheἀγάπην·love;ζηλοῦτεdo earnestly desireδὲnowτὰtheπνευματικά,spiritual gifts,μᾶλλονespeciallyδὲnowἵναthatπροφητεύητε.you may prophesy.
2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
ὁThe oneγὰρforλαλῶνspeakingγλώσσῃin a tongueοὐκnotἀνθρώποιςto menλαλεῖspeaksἀλλὰbutθεῷ·to God;οὐδεὶςno oneγὰρforἀκούει,hears,πνεύματιin the Spiritδὲhoweverλαλεῖhe uttersμυστήρια·mysteries;
3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
ὁThe oneδὲhoweverπροφητεύωνprophesyingἀνθρώποιςto menλαλεῖspeaks forοἰκοδομὴνedificationκαὶandπαράκλησινencouragementκαὶandπαραμυθίαν.consolation.
4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
ὁThe oneλαλῶνspeakingγλώσσῃin a tongueἑαυτὸνhimselfοἰκοδομεῖ,edifies,ὁthe oneδὲhoweverπροφητεύωνprophesyingἐκκλησίανthe churchοἰκοδομεῖ.edifies.
5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
ΘέλωI desireδὲnowπάνταςallὑμᾶςyouλαλεῖνto speakγλώσσαις,in tongues,μᾶλλονratherδὲhoweverἵναthatπροφητεύητε·you may prophesy;μείζωνgreater isδὲnowὁthe oneπροφητεύωνprophesyingἢthanὁthe oneλαλῶνspeakingγλώσσαιςin tonguesἐκτὸςexceptεἰonlyμὴunlessδιερμηνεύῃ,he shall interpret,ἵναso thatἡtheἐκκλησίαchurchοἰκοδομὴνedificationλάβῃ.may receive.
6Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
Νῦνnowδέ,howeverἀδελφοί,brothers,ἐὰνifἔλθωI shall comeπρὸςtoὑμᾶςyouγλώσσαιςin tonguesλαλῶν,speaking,τίwhatὑμᾶςyouὠφελήσω,will I profit,ἐὰνonlyμὴunlessὑμῖνto youλαλήσωI shall speakἢeitherἐνinἀποκαλύψειrevelationἢorἐνinγνώσειknowledgeἢorἐνinπροφητείᾳprophecyἢorἐνinδιδαχῇ;teaching?
7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
ὅμωςEvenτὰtheἄψυχαlifeless thingsφωνὴνa soundδιδόντα,giving,εἴτεwhetherαὐλὸςfluteεἴτεorκιθάρα,harp,ἐὰνifδιαστολὴνdistinctionτοῖςto theφθόγγοιςsoundsμὴnotδῷ,they shall give,πῶςhowγνωσθήσεταιwill it be knownτὸwhatαὐλούμενονis being pipedἢorτὸwhatκιθαριζόμενον;is being harped?
8καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
καὶAlsoγὰρforἐὰνifἄδηλονindistinctσάλπιγξthe trumpetφωνὴνsoundδῷ,shall give,τίςwhoπαρασκευάσεταιwill prepare himselfεἰςforπόλεμον;battle?
9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
οὕτωςSoκαὶalsoὑμεῖςyou yourselvesδιὰwithτῆςtheγλώσσηςtongueἐὰνonlyμὴunlessεὔσημονintelligibleλόγονspeechδῶτε,you shall give,πῶςhowγνωσθήσεταιwill it be knownτὸwhat isλαλούμενον;being spoken?ἔσεσθεYou will beγὰρforεἰςintoἀέραthe airλαλοῦντες.speaking.
10τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·
τοσαῦτα,So manyεἰifτύχοι,it would beγένηkindsφωνῶνof languagesεἰσινthere areἐνinκόσμῳ,the world,καὶandοὐδὲνnoneἄφωνον·without meaning;
11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος·
ἐὰνIfοὖνthereforeμὴnotεἰδῶI shall knowτὴνtheδύναμινpowerτῆςof theφωνῆς,sound,ἔσομαιI will beτῷto the oneλαλοῦντιspeakingβάρβαροςa foreignerκαὶandὁthe oneλαλῶνspeakingἐνtoἐμοὶme myselfβάρβαρος·a foreigner;
12οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
οὕτωςSoκαὶalsoὑμεῖς,you yourselves,ἐπεὶsinceζηλωταίzealousἐστεyou areπνευμάτων,of spiritual gifts,πρὸςforτὴνtheοἰκοδομὴνedificationτῆςof theἐκκλησίαςchurchζητεῖτεdo seekἵναthatπερισσεύητε.you may exceed.
13Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
ΔιὸForὁthe oneλαλῶνspeakingγλώσσῃin a tongueπροσευχέσθωhe should prayἵναthatδιερμηνεύῃ.he may interpret.
14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
ἐὰνIfγὰρforπροσεύχωμαιI shall prayγλώσσῃ,in a tongue,τὸtheπνεῦμάspiritμουof mineπροσεύχεται,prays,ὁtheδὲbutνοῦςthe mindμουof mineἄκαρπόςunfruitfulἐστιν.is.
15τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
τίWhatοὖνthenἐστιν;is it?προσεύξομαιI will prayτῷwith theπνεύματι,spirit,προσεύξομαιI will prayδὲhoweverκαὶalsoτῷwith theνοΐ·mind;ψαλῶI will sing praiseτῷwith theπνεύματι,spirit,ψαλῶI will sing praiseδὲhoweverκαὶalsoτῷwith theνοΐ.mind.
16ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
ἐπεὶOtherwiseἐὰνifεὐλογῇςyou shall blessἐνin theπνεύματι,spirit,ὁthe oneἀναπληρῶνfillingτὸνtheτόπονplaceτοῦof theἰδιώτουuninstructedπῶςhowἐρεῖwill he sayτὸtheἀμὴνAmenἐπὶatτῇtheσῇyourεὐχαριστίᾳ;thanksgiving?ἐπειδὴsinceτίwhatλέγειςyou say is thatοὐκnotοἶδεν·he knows;
17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
σὺYou yourselfμὲνtrulyγὰρforκαλῶςwellεὐχαριστεῖς,are giving thanks,ἀλλ᾽butὁtheἕτεροςotherοὐκnotοἰκοδομεῖται.is edified.
18Εὐχαριστῶ τῷ θεῷ πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ·
ΕὐχαριστῶI thankτῷtheθεῷGodπάντωνthan allὑμῶνof youμᾶλλονmoreγλώσσαιςin tonguesλαλῶ·speaking;
19ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
ἀλλ᾽butἐνinἐκκλησίᾳthe churchθέλωI desireπέντεfiveλόγουςwordsτῷtheνοΐwith mindμουof mineλαλῆσαι,to speakἵναthatκαὶalsoἄλλουςothersκατηχήσω,I may instruct,ἢrather thanμυρίουςten thousandλόγουςwordsἐνinγλώσσῃ.a tongue.
20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
Ἀδελφοί,Brothers,μὴnotπαιδίαchildrenγίνεσθεdo beταῖςin theφρεσίν,minds,ἀλλὰYetτῇin theκακίᾳevilνηπιάζετε,do be little children,ταῖςin theδὲhoweverφρεσὶνthinkingτέλειοιfull grownγίνεσθε.do be.
21ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
ἐνInτῷtheνόμῳlawγέγραπταιit has been writtenὅτιthatἐνByἑτερογλώσσοιςother tonguesκαὶandἐνbyχείλεσινlipsἑτέρωνof othersλαλήσωI will speakτῷto theλαῷpeopleτούτῳ,this,καὶandοὐδ᾽not evenοὕτωςthusεἰσακούσονταίwill they hearμου,Me,λέγειsaysκύριος.the Lord.
22ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
ὥστεSo thenαἱtheγλῶσσαιtonguesεἰςforσημεῖόνa signεἰσινareοὐnotτοῖςto thoseπιστεύουσινbelievingἀλλὰbutτοῖςto theἀπίστοις,unbelieving,ἡtheδὲbutπροφητείαprophecyοὐis notτοῖςto theἀπίστοιςunbelievingἀλλὰbutτοῖςto theπιστεύουσιν.believing.
23ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
ἐὰνIfοὖνthereforeσυνέλθῃshall gatherἡtheἐκκλησίαchurchὅληwholeἐπὶtogetherτὸtheαὐτὸplaceκαὶandπάντεςallλαλῶσινshall speakγλώσσαις,in tonguesεἰσέλθωσινmay come inδὲhoweverἰδιῶταιuninstructed onesἢorἄπιστοι,unbelievers,οὐκsurelyἐροῦσινthey will sayὅτιthatμαίνεσθε;you are mad?
24ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
ἐὰνIfδὲhoweverπάντεςallπροφητεύωσιν,shall prophesy,εἰσέλθῃshall come inδέthenτιςsomeἄπιστοςunbelieverἢorἰδιώτης,uninstructed,ἐλέγχεταιhe is convictedὑπὸbyπάντων,all,ἀνακρίνεταιhe is examinedὑπὸbyπάντων,all,
25τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
τὰtheκρυπτὰsecretsτῆςof theκαρδίαςheartαὐτοῦof himφανερὰmanifestγίνεται,become,καὶAndοὕτωςthusπεσὼνhaving fallenἐπὶuponπρόσωπονhis faceπροσκυνήσειhe will worshipτῷtheθεῷGodἀπαγγέλλωνdeclaringὅτιthatὄντωςcertainlyὁtheθεὸςGodἐνamongὑμῖνyouἐστιν.is.
26Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
ΤίWhatοὖνthenἐστιν,is it,ἀδελφοί;brothers?ὅτανWhenσυνέρχησθε,you may come together,ἕκαστοςeachψαλμὸνa psalmἔχει,has,διδαχὴνa teachingἔχει,has,ἀποκάλυψινa revelationἔχει,has,γλῶσσανa tongueἔχει,has,ἑρμηνείανan interpretationἔχει·has;πάνταAll thingsπρὸςforοἰκοδομὴνedificationγινέσθω.should be.
27εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος· καὶ εἷς διερμηνευέτω·
εἴτεIfγλώσσῃwith a tongueτιςanyoneλαλεῖ,speaks,κατὰlet it be byδύοtwoἢorτὸtheπλεῖστονmostτρεῖςthreeκαὶandἀνὰinμέρος·turn;καὶandεἷςoneδιερμηνευέτω·should interpret;
28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
ἐὰνIfδὲhoweverμὴnotᾖthere shall beδιερμηνευτής,an interpreter,σιγάτωhe should be silentἐνinἐκκλησίᾳ,the church,ἑαυτῷto himselfδὲthenλαλείτωhe should speakκαὶandτῷtheθεῷ.to God.
29προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
προφῆταιProphetsδὲthenδύοtwoἢorτρεῖςthreeλαλείτωσαν,should speak,καὶandοἱtheἄλλοιothersδιακρινέτωσαν·should discern;
30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
ἐὰνIfδὲhoweverἄλλῳto anotherἀποκαλυφθῇa revelation shall be madeκαθημένῳ,sitting by,ὁtheπρῶτοςfirstσιγάτω.should be silent.
31δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται·
δύνασθεYou are ableγὰρforκαθ᾽one byἕναoneπάντεςallπροφητεύειν,to prophesy,ἵναso thatπάντεςallμανθάνωσινmay learnκαὶandπάντεςallπαρακαλῶνται·may be exhorted;
32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
καὶAndπνεύματαspiritsπροφητῶνof prophetsπροφήταιςto prophetsὑποτάσσεται·are subject;
33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ᾽ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
οὐNotγάρforἐστινHe isἀκαταστασίαςof disorderὁtheθεὸςGodἀλλ᾽butεἰρήνης,of peace,ὡςasἐνinπάσαιςallταῖςtheἐκκλησίαιςchurchesτῶνof theἁγίων.saints.
34Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει.
Αἱtheγυναῖκεςwomenἐνinταῖςtheἐκκλησίαιςchurchesσιγάτωσαν·they should be silent;οὐNotγὰρforἐπιτρέπεταιit is allowedαὐταῖςto themλαλεῖν,to speak,ἀλλ᾽butὑποτασσέσθωσανthey should be submittedκαθὼςeven asκαὶalsoὁtheνόμοςlawλέγει.says.
35εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
εἰIfδέhoweverτιanythingμανθάνεινto learnθέλουσιν,they desire,ἐνatοἴκῳhomeτοὺςtheἰδίουςtheir ownἄνδραςhusbandsἐπερωτάτωσαν·they should ask;αἰσχρὸνshamefulγάρforἐστινit isγυναικὶfor a womanλαλεῖνto speakἐνinἐκκλησίᾳ.the church.
36ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
ἢOrἀφ᾽fromὑμῶνyouὁtheλόγοςwordτοῦtheθεοῦof Godἐξῆλθεν,has gone out?ἢOrεἰςtoὑμᾶςyouμόνουςonlyκατήντησεν;has it come?
37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή·
ΕἴIfτιςanyoneδοκεῖconsidersπροφήτηςa prophetεἶναιhimself to beἢorπνευματικός,spiritual,ἐπιγινωσκέτωhe should recognizeἃthe thingsγράφωI writeὑμῖνto youὅτιthatκυρίουLordἐστὶνisἐντολή·the command;
38εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.
εἰIfδέhoweverτιςanyoneἀγνοεῖ,is ignorant,ἀγνοεῖται.him is ignored.
39Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις.
Ὥστε,So,ἀδελφοίbrothersμου,of mine,ζηλοῦτεdo earnestly desireτὸtheπροφητεύειν,to prophesy,καὶandτὸtheλαλεῖνto speakμὴnotκωλύετεdo forbidγλώσσαις.in tongues.
40πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
πάνταAll thingsδὲhoweverεὐσχημόνωςproperlyκαὶandκατὰwithτάξινorderγινέσθω.should be done.