The Westcott and Hort text with a word by word English gloss under every Greek word. 469 words in 31 verses.
Open 1 Corinthians 12 in the interlinear reader1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
ΠερὶConcerningδὲnowτῶνtheπνευματικῶν,spiritual gifts,ἀδελφοί,brothers,οὐnotθέλωI do wantὑμᾶςyouἀγνοεῖν.to be ignorant.
2οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
οἴδατεYou knowὅτιthatὅτεwhenἔθνηpagansἦτεyou wereπρὸςtoτὰtheεἴδωλαidolsτὰtheἄφωναmuteὡςeven asἂνmaybeἤγεσθεyou were ledἀπαγόμενοι.being carried away.
3διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
διὸThereforeγνωρίζωI make knownὑμῖνto youὅτιthatοὐδεὶςno oneἐνinπνεύματιthe Spiritθεοῦof Godλαλῶνspeakingλέγει·says:ἀνάθεμαAccursed isἸησοῦς,Jesus,καὶandοὐδεὶςno oneδύναταιis ableεἰπεῖν·to say:κύριοςLordἸησοῦς,Jesus is,εἰonlyμὴexceptἐνinπνεύματιthe Spiritἁγίῳ.Holy.
4διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·
διαιρέσειςVarietiesδὲnowχαρισμάτωνof giftsεἰσίν,there are,τὸtheδὲbutαὐτὸthe sameπνεῦμα·Spirit;
5καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·
καὶandδιαιρέσειςvarietiesδιακονιῶνof servicesεἰσιν,there are,καὶbutὁtheαὐτὸςsameκύριος·Lord;
6καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ καὶ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
καὶandδιαιρέσειςvarietiesἐνεργημάτωνof workingsεἰσίν,there are,ὁtheκαὶandαὐτὸςsameθεὸςGodὁwhoἐνεργῶνis workingτὰtheπάνταall thingsἐνinπᾶσιν.everyone.
7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
ἙκάστῳTo eachδὲnowδίδοταιis givenἡtheφανέρωσιςmanifestationτοῦof theπνεύματοςSpiritπρὸςforτὸtheσυμφέρον.common profiting.
8ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,
ᾧTo oneμὲνindeedγὰρforδιὰthroughτοῦtheπνεύματοςSpiritδίδοταιis givenλόγοςa wordσοφίας,of wisdom,ἄλλῳto anotherδὲhoweverλόγοςa wordγνώσεωςof knowledgeκατὰaccording toτὸtheαὐτὸsameπνεῦμα,Spirit,
9ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,
ἑτέρῳto a different oneπίστιςfaithἐνbyτῷtheαὐτῷsameπνεύματι,Spirit,ἄλλῳto anotherδὲnowχαρίσματαgiftsἰαμάτωνof healingἐνinτῷthatἑνὶoneπνεύματι,Spirit,
10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
ἄλλῳto anotherδὲnowἐνεργήματαworkingδυνάμεων,of miracles,ἄλλῳto anotherδὲnowπροφητεία,prophecy,ἄλλῳto anotherδὲnowδιακρίσειςdistinguishingπνευμάτων,of spirits,ἑτέρῳto a different oneγένηvarious kindsγλωσσῶν,of tongues,ἄλλῳto anotherδὲnowἑρμηνείαinterpretationγλωσσῶν·of tongues;
11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
πάνταAllδὲnowταῦταthese thingsἐνεργεῖworksτὸtheἓνoneκαὶandτὸtheαὐτὸsameπνεῦμαSpiritδιαιροῦνapportioningἰδίᾳindividuallyἑκάστῳto eachκαθὼςeven asβούλεται.He wills.
12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.
ΚαθάπερJust asγὰρforτὸtheσῶμαbodyἕνoneἐστινisκαὶandμέληmembersπολλὰmanyἔχει,hasπάνταallδὲnowτὰtheμέληmembersτοῦof theσώματοςbodyπολλὰmanyὄνταbeingἕνoneἐστινareσῶμα,body,οὕτωςsoκαὶalso isὁtheΧριστός.Christ.
13καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
καὶAlsoγὰρforἐνinἑνὶoneπνεύματιSpiritἡμεῖςwe ourselvesπάντεςallεἰςintoἓνoneσῶμαbodyἐβαπτίσθημεν,were baptized,εἴτεwhetherἸουδαῖοιJewsεἴτεorἝλληνεςGreeksεἴτεwhetherδοῦλοιslavesεἴτεorἐλεύθεροι,free,καὶandπάντεςallἓνoneπνεῦμαSpiritἐποτίσθημεν.we were made to drink.
14καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
καὶAlsoγὰρforτὸtheσῶμαbodyοὐκnotἔστινisἓνoneμέλοςmemberἀλλὰbutπολλά.many.
15ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
ἐὰνIfεἴπῃshall sayὁtheπούς·foot;ὅτιBecauseοὐκnotεἰμὶI amχείρ,a hand,οὐκnotεἰμὶI amἐκofτοῦtheσώματος,body,οὐnotπαρὰon account ofτοῦτοthisοὐκnotἔστινis itἐκofτοῦtheσώματος;body?
16καὶ ἐὰν εἴπῃ τὸ οὖς· ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
καὶAndἐὰνifεἴπῃshall sayτὸtheοὖς·ear;ὅτιBecauseοὐκnotεἰμὶI amὀφθαλμός,an eye,οὐκnotεἰμὶI amἐκofτοῦtheσώματος,body,οὐnotπαρὰon account ofτοῦτοthisοὐκnotἔστινis itἐκofτοῦtheσώματος;body?
17εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
εἰIfὅλονallτὸtheσῶμαbody wereὀφθαλμός,an eye,ποῦwhereἡwould be theἀκοή;hearing?εἰIfὅλονallἀκοή,were hearing,ποῦwhereἡwould be theὄσφρησις;sense of smell?
18νῦν δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
νῦνnowδὲhoweverὁtheθεὸςGodἔθετοhas arrangedτὰtheμέλη,members,ἓνoneἕκαστονeachαὐτῶνof themἐνinτῷtheσώματιbodyκαθὼςeven asἠθέλησεν.He desired.
19εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
εἰIfδὲnowἦνwereτὰtheπάνταallἓνoneμέλος,member,ποῦwhereτὸwould be theσῶμα;body?
20νῦν δὲ πολλὰ μέλη, ἓν δὲ σῶμα.
νῦνNowδὲhoweverπολλὰmanyμέλη,are the members,ἓνthere is oneδὲhoweverσῶμα.body.
21οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· χρείαν ὑμῶν οὐκ ἔχω·
οὐNotδύναταιis ableδὲnowὁtheὀφθαλμὸςeyeεἰπεῖνto sayτῇto theχειρί·hand;χρείανNeedσουof youοὐκnotἔχω,I have,ἢOrπάλινagainἡtheκεφαλὴheadτοῖςto theποσίν·feet;χρείανNeedὑμῶνof youοὐκnotἔχω·I have;
22ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
ἀλλὰButπολλῷmuchμᾶλλονratherτὰthoseδοκοῦνταseemingμέληmembersτοῦof theσώματοςbodyἀσθενέστεραweakerὑπάρχεινto beἀναγκαῖάindispensableἐστιν,are,
23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·
καὶandἃthose whichδοκοῦμενwe thinkἀτιμότεραless honorableεἶναιto beτοῦof theσώματος,body,τούτοιςtheseτιμὴνhonorπερισσοτέρανmore excessiveπεριτίθεμεν,we bestow,καὶandτὰtheἀσχήμοναunpresentable partsἡμῶνof usεὐσχημοσύνηνdecorumπερισσοτέρανmore excessiveἔχει·have;
24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,
τὰtheδὲandεὐσχήμοναthe presentable partsἡμῶνof usοὐnoχρείανneedἔχει.have.ἀλλὰbutὁtheθεὸςGodσυνεκέρασενwho has composedτὸtheσῶμαbodyτῷto that whichὑστερουμένῳis become lackingπερισσοτέρανmore excessiveδοὺςhaving givenτιμήν,honor,
25ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη·
ἵναso thatμὴnotᾖthere may beσχίσμαdivisionἐνinτῷtheσώματι,body,ἀλλὰbutτὸtheαὐτὸsameὑπὲρforἀλλήλωνone anotherμεριμνῶσινmay have concernτὰtheμέλη·members;
26καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη.
καὶAndεἴτεifπάσχειsuffersἓνoneμέλος,member,συμπάσχειsuffer with itπάνταallτὰtheμέλη·members;εἴτεifδοξάζεταιis honoredμέλος,member,συγχαίρειrejoice with itπάνταallτὰtheμέλη.members.
27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
ὙμεῖςYou yourselvesδέnowἐστεareσῶμαthe bodyΧριστοῦof Christκαὶandμέληmembersἐκinμέρους.particular.
28καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
καὶAndοὓςsomeμὲνindeedἔθετοhas appointedὁtheθεὸςGodἐνinτῇtheἐκκλησίᾳchurchπρῶτονfirstἀποστόλους,apostles,δεύτερονsecondlyπροφήτας,prophets,τρίτονthirdδιδασκάλους,teachers,ἔπειταthenδυνάμεις,miracles,ἔπειταthenχαρίσματαgiftsἰαμάτων,of healing,ἀντιλήμψεις,helping,κυβερνήσεις,administrating,γένηvarious kindsγλωσσῶν.of tongues.
29μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
μὴSurely notπάντεςallἀπόστολοι;are apostles?μὴSurely notπάντεςallπροφῆται;are prophets?μὴSurely notπάντεςallδιδάσκαλοι;are teachers?μὴSurely notπάντεςallδυνάμεις;do miracles?
30μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
μὴSurely notπάντεςallχαρίσματαgiftsἔχουσινhaveἰαμάτων;of healings?μὴSurely notπάντεςallγλώσσαιςin tonguesλαλοῦσιν;do speak?μὴSurely notπάντεςallδιερμηνεύουσιν;do interpret?
31ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
ζηλοῦτεdo be desirous ofδὲhoweverτὰtheχαρίσματαgiftsτὰtheμείζονα.greater.ΚαὶAndἔτιnowκαθ᾽according toὑπερβολὴνa more surpassingὁδὸνwayὑμῖνto youδείκνυμι.I show.