The Westcott and Hort text with a word by word English gloss under every Greek word. 465 words in 33 verses.
Open 1 Corinthians 10 in the interlinear reader1Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
ΟὐNotθέλωI wantγὰρforὑμᾶςyouἀγνοεῖν,to be ignorant,ἀδελφοί,brothers,ὅτιthatοἱtheπατέρεςfathersἡμῶνof usπάντεςallὑπὸunderτὴνtheνεφέληνcloudἦσανwereκαὶandπάντεςallδιὰthroughτῆςtheθαλάσσηςseaδιῆλθον,passed,
2καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
καὶandπάντεςallεἰςintoτὸνtheΜωϋσῆνMosesἐβαπτίσαντοwere baptizedἐνinτῇtheνεφέλῃcloudκαὶandἐνinτῇtheθαλάσσῃsea
3καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον
καὶandπάντεςallτὸtheαὐτὸsameπνευματικὸνspiritualβρῶμαfoodἔφαγονate
4καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός·
καὶandπάντεςallτὸtheαὐτὸsameπνευματικὸνspiritualἔπιονthey drankπόμα,drinkἔπινονthey were drinkingγὰρforἐκfromπνευματικῆςthe spiritualἀκολουθούσηςaccompanying themπέτρας,rock,ἡtheπέτραrockδὲthenἦνwasὁtheΧριστός·Christ;
5ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
ἀλλ᾽Neverthelessοὐκnotἐνwithτοῖςtheπλείοσινmostαὐτῶνof themεὐδόκησενwas well pleasedὁtheθεός·God;κατεστρώθησανthey were strewnγὰρforἐνinτῇtheἐρήμῳ.wilderness.
6ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
ταῦταThese thingsδὲnowτύποιtypesἡμῶνto usἐγενήθησανhave becomeεἰςforτὸtheμὴnotεἶναιto beἡμᾶςusἐπιθυμητὰςdesirersκακῶνof evil thingsκαθὼςeven asκἀκεῖνοιthey alsoἐπεθύμησαν.desired.
7μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥσπερ γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν.
μηδὲNeitherεἰδωλολάτραιidolatersγίνεσθεdo becomeκαθώςeven asτινεςsomeαὐτῶνof themὥσπερasγέγραπται·it has been written:ἐκάθισενSat downὁtheλαὸςpeopleφαγεῖνto eatκαὶandπεῖνto drinkκαὶandἀνέστησανrose upπαίζειν.to play.
8μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
μηδὲNeitherπορνεύωμενshall we commit sexual immoralityκαθώςeven asτινεςsomeαὐτῶνof themἐπόρνευσαν,committed sexual immorality,καὶandἔπεσανfellμιᾷoneἡμέρᾳdayεἴκοσιtwentyτρεῖςthreeχιλιάδες.thousand.
9μηδὲ ἐκπειράζωμεν τὸν κύριον καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
μηδὲNeitherἐκπειράζωμενshall we testτὸνtheκύριονLordκαθώςeven asτινεςsomeαὐτῶνof themἐπείρασαν,tested,καὶandὑπὸbyτῶνtheὄφεωνserpentsἀπώλλυντο.were destroyed.
10μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
μηδὲNeitherγογγύζετεdo grumbleκαθάπερjust asτινὲςsomeαὐτῶνof themἐγόγγυσαν,grumbled,καὶandἀπώλοντοperishedὑπὸbyτοῦtheὀλοθρευτοῦ.Destroyer.
11ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
ταῦταThese thingsδὲnowτυπικῶςtypologicallyσυνέβαινενit was happeningἐκείνοις,to them,ἐγράφηwere writtenδὲthenπρὸςforνουθεσίανadmonitionἡμῶνof usεἰςtoοὓςwhomτὰtheτέληendsτῶνof theαἰώνωνagesκατήντηκεν.has come.
12Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
ὭστεThereforeὁthe oneδοκῶνthinkingἑστάναιto have stoodβλεπέτωhe should take heedμὴlestπέσῃ.he may fall.
13πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.
πειρασμὸςTemptationὑμᾶςyouοὐκnotεἴληφενhas seizedεἰonlyμὴexceptἀνθρώπινος·what is common to man;πιστὸςfaithfulδὲnowὁtheθεός,is God,ὃςwhoοὐκnotἐάσειwill allowὑμᾶςyouπειρασθῆναιto be temptedὑπὲρbeyondὃwhatδύνασθε,you are able,ἀλλὰbutποιήσειwill provideσὺνwithτῷtheπειρασμῷtemptationκαὶalsoτὴνtheἔκβασινescapeτοῦtheδύνασθαιto be ableὑπενεγκεῖν.to endure it.
14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
Διόπερ,Therefore,ἀγαπητοίbelovedμου,of mine,φεύγετεdo fleeἀπὸfromτῆςtheεἰδωλολατρίας.idolatry.
15ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.
ὡςAsφρονίμοιςto sensible onesλέγω,I speak,κρίνατεdo judgeὑμεῖςfor yourselvesὅwhatφημι.I say.
16τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
τὸTheποτήριονcupτῆςtheεὐλογίαςof blessingὃthatεὐλογοῦμεν,we bless,οὐχὶsurelyκοινωνίαa participationἐστὶνit isτοῦin theαἵματοςbloodτοῦtheΧριστοῦ;of ChristτὸνTheἄρτονbreadὃνthatκλῶμεν,we break,οὐχὶsurelyκοινωνίαa participationτοῦin theσώματοςbodyτοῦtheΧριστοῦof Christἐστιν;it is?
17ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
ὅτιBecause there isεἷςoneἄρτοςloafἓνoneσῶμαbodyοἱtheπολλοίmanyἐσμεν·we are;οἱtheγὰρforπάντεςallἐκofτοῦtheἑνὸςoneἄρτουloafμετέχομεν.we partake.
18βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;
βλέπετεdo considerτὸνtheἸσραὴλIsraelκατὰaccording toσάρκα·flesh:οὐχSurelyοἱthoseἐσθίοντεςeatingτὰςtheθυσίαςsacrificesκοινωνοὶfellow partakersτοῦin theθυσιαστηρίουaltarεἰσίν;are?
19Τί οὖν φημι; ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν;
ΤίWhatοὖνthenφημι;do I mean?ὅτιThatεἰδωλόθυτόνan idol-sacrificeτίanythingἐστινisἢorὅτιthatεἴδωλόνan idolτίanythingἐστιν;is?
20ἀλλ᾽ ὅτι ἃ θύουσιν τὰ ἔθνη, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
ἀλλ᾽Ratherὅτιthatἃwhatθύουσινthey sacrificeτὰtheἔθνη,gentilesδαιμονίοιςto demonsκαὶandοὐnotθεῷto Godθύουσιν·they sacrifice;οὐNotθέλωI do wishδὲnowὑμᾶςyouκοινωνοὺςfellow partakersτῶνtheδαιμονίωνwith demonsγίνεσθαι.to be.
21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
οὐNotδύνασθεyou are ableποτήριονthe cupκυρίουof the Lordπίνεινto drinkκαὶandποτήριονthe cupδαιμονίων·of demons;οὐNotδύνασθεyou are ableτραπέζηςof the tableκυρίουof the Lordμετέχεινto partakeκαὶandτραπέζηςof the tableδαιμονίων.of demons.
22ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
ἢOrπαραζηλοῦμενdo we provoke to jealousyτὸνtheκύριον;Lord?μὴSurely notἰσχυρότεροιstrongerαὐτοῦthan Heἐσμεν;are we?
23Πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.
ΠάνταAll thingsἔξεστινare lawfulἀλλ᾽butοὐnotπάνταall thingsσυμφέρει·are profitable;πάνταAll thingsἔξεστινare lawfulἀλλ᾽butοὐnotπάνταallοἰκοδομεῖ.edify.
24μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου
μηδεὶςNo oneτὸthe goodἑαυτοῦof himselfζητείτωshould seekἀλλὰbutτὸthatτοῦof theἑτέρουother
25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
ΠᾶνEverythingτὸtheἐνinμακέλλῳthe meat marketπωλούμενονbeing soldἐσθίετεdo eatμηδὲνnothingἀνακρίνοντεςinquiringδιὰon account ofτὴνtheσυνείδησιν·conscience;
26τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
τοῦTheκυρίουLord’sγὰρforἡis theγῆearthκαὶandτὸtheπλήρωμαfullnessαὐτῆς.of it.
27Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
ΕἴIfτιςanyoneκαλεῖinvitesὑμᾶςyouτῶνof theἀπίστωνunbelievingκαὶandθέλετεyou wishπορεύεσθαι,to go,πᾶνeverythingτὸwhichπαρατιθέμενονis being set beforeὑμῖνyouἐσθίετεdo eatμηδὲνnothingἀνακρίνοντεςinquiringδιὰon account ofτὴνtheσυνείδησιν·conscience;
28ἐὰν δέ τις ὑμῖν εἴπῃ· τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·
ἐὰνIfδέhoweverτιςanyoneὑμῖνto youεἴπῃ·shall say;τοῦτοThisἱερόθυτόνtemple-sacrificeἐστιν,is,μὴnotἐσθίετεdo eatδι᾽on account ofἐκεῖνονhimτὸνwhichμηνύσανταhaving shown itκαὶandτὴνtheσυνείδησιν·conscience;
29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
συνείδησινthe conscienceδὲnowλέγωI am sayingοὐχὶis notτὴνtheἑαυτοῦyour ownἀλλὰbutτὴνthatτοῦof theἑτέρου.other.ἱνατίso whyγὰρforἡtheἐλευθερίαfreedomμουof mineκρίνεταιis judgedὑπὸbyἄλληςanother’sσυνειδήσεως;conscience?
30εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
εἰIfἐγὼI myselfχάριτιwith thankfulnessμετέχω,partake,τίwhyβλασφημοῦμαιam I denigratedὑπὲρforοὗthat whichἐγὼI myselfεὐχαριστῶ;give thanks?
31εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.
εἴτεWhetherοὖνthereforeἐσθίετεyou eatεἴτεorπίνετεdrinkεἴτεorτιwhateverποιεῖτε,you perform,πάνταall thingsεἰςto theδόξανgloryθεοῦof Godποιεῖτε.do perform.
32ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,
ἀπρόσκοποιWithout offenseκαὶbothἸουδαίοιςto Jewsγίνεσθεdo you beκαὶandἝλλησινto Greeksκαὶandτῇto theἐκκλησίᾳchurchτοῦtheθεοῦ,of God —
33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν.
καθὼςeven asκἀγὼI myself alsoπάνταallπᾶσινin all thingsἀρέσκωpleaseμὴnotζητῶνseekingτὸtheἐμαυτοῦof myselfσύμφορονprofitingἀλλὰbutτὸthatτῶνof theπολλῶνmanyἵναthatσωθῶσιν.they may be saved.