Romans 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 543 words in 32 verses.

Open Romans 1 in the interlinear reader

1Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,

ΠαῦλοςPaulδοῦλοςa servantΧριστοῦof ChristἸησοῦ,Jesusκλητὸςa calledἀπόστολοςapostleἀφωρισμένοςset apartεἰςforεὐαγγέλιονthe gospelθεοῦ,of God,

2ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις

whichπροεπηγγείλατοHe promised beforehandδιὰthroughτῶνtheπροφητῶνprophetsαὐτοῦof Himἐνinγραφαῖςthe ScripturesἁγίαιςHoly

3περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,

περὶconcerningτοῦtheυἱοῦSonαὐτοῦ,of Him,τοῦwhoγενομένουhaving comeἐκof theσπέρματοςseedΔαυὶδof Davidκατὰaccording toσάρκα,flesh,

4τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,

τοῦwhoὁρισθέντοςhaving been declaredυἱοῦSonθεοῦof Godἐνinδυνάμειpowerκατὰaccording to theπνεῦμαSpiritἁγιωσύνηςof holinessἐξbyἀναστάσεωςresurrectionνεκρῶν,from the dead,ἸησοῦJesusΧριστοῦChristτοῦtheκυρίουLordἡμῶν,of us,

5δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,

δι᾽throughοὗwhomἐλάβομενwe have receivedχάρινgraceκαὶandἀποστολὴνapostleshipεἰςuntoὑπακοὴνobedienceπίστεωςof faithἐνamongπᾶσινallτοῖςtheἔθνεσινGentilesὑπὲρon behalf ofτοῦtheὀνόματοςnameαὐτοῦ,of Him,

6ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ·

ἐνamongοἷςwhomἐστεareκαὶalsoὑμεῖς,you yourselvesκλητοὶcalledἸησοῦof JesusΧριστοῦ·Christ;

7πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

πᾶσινTo allτοῖςthoseοὖσινbeingἐνinῬώμῃRomeἀγαπητοῖςbelovedθεοῦof Godκλητοῖςto those calledἁγίοις·saints:χάριςGraceὑμῖνto youκαὶandεἰρήνηpeaceἀπὸfromθεοῦGodπατρὸςthe Fatherἡμῶνof usκαὶandκυρίουthe LordἸησοῦJesusΧριστοῦ.Christ.

8Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ·

ΠρῶτονFirstμὲνindeedεὐχαριστῶI thankτῷtheθεῷGodμουof mineδιὰthroughἸησοῦJesusΧριστοῦChristπερὶforπάντωνallὑμῶνof youὅτιbecausetheπίστιςfaithὑμῶνof youκαταγγέλλεταιis being proclaimedἐνinὅλῳallτῷtheκόσμῳ·world;

9μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι

μάρτυςWitnessγάρforμούmeἐστινistheθεός,God,whomλατρεύωI serveἐνinτῷtheπνεύματίspiritμουof mineἐνinτῷtheεὐαγγελίῳgospelτοῦof theυἱοῦSonαὐτοῦ,of Him,ὡςhowἀδιαλείπτωςunceasinglyμνείανmentionὑμῶνof youποιοῦμαιI make

10πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς·

πάντοτεalwaysἐπὶuponτῶνtheπροσευχῶνprayersμουof mineδεόμενος,imploring,εἴifπωςsomehowἤδηnowποτὲat lastεὐοδωθήσομαιI will succeedἐνbyτῷtheθελήματιwillτοῦtheθεοῦof Godἐλθεῖνto comeπρὸςtoὑμᾶς·you;

11ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,

ἐπιποθῶI longγὰρforἰδεῖνto seeὑμᾶς,you,ἵναthatτιsomeμεταδῶI may impartχάρισμαgiftὑμῖνto youπνευματικὸνspiritualεἰςtoτὸtheστηριχθῆναιstrengtheningὑμᾶς,of you,

12τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.

τοῦτοthatδέnowἐστινisσυμπαρακληθῆναιto be encouraged togetherἐνamongὑμῖνyouδιὰthroughτῆςtheἐνamongἀλλήλοιςone anotherπίστεως,faithὑμῶνof youτεbothκαὶandἐμοῦ.of me.

13Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.

ΟὐNotθέλωI do wantδὲnowὑμᾶςyouἀγνοεῖν,to be ignorant,ἀδελφοί,brothers,ὅτιthatπολλάκιςmany timesπροεθέμηνI purposedἐλθεῖνto comeπρὸςtoὑμᾶςyouκαὶandἐκωλύθηνwas hinderedἄχριuntilτοῦtheδεῦρο,present,ἵναthatτινὰsomeκαρπὸνfruitσχῶI may haveκαὶalsoἐνamongὑμῖνyouκαθὼςeven asκαὶevenἐνamongτοῖςtheλοιποῖςotherἔθνεσιν.Gentiles.

14Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·

ἝλλησίνTo Greeksτεbothκαὶandβαρβάροις,to barbarians,σοφοῖςto the wiseτεbothκαὶandἀνοήτοιςto the foolishὀφειλέτηςa debtorεἰμί·I am;

15οὕτως τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.

οὕτωςThusτὸtheκατ᾽as toἐμὲme myself there isπρόθυμονreadinessκαὶalsoὑμῖνto youτοῖςwho areἐνinῬώμῃRomeεὐαγγελίσασθαι.to evangelise.

16οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.

οὐNotγὰρforἐπαισχύνομαιI am ashamed ofτὸtheεὐαγγέλιονgospelδύναμιςthe powerγὰρforθεοῦof Godἐστινit isεἰςuntoσωτηρίανsalvationπαντὶto everyoneτῷwhoπιστεύοντι,is believing —Ἰουδαίῳto JewτεbothπρῶτονfirstκαὶandἝλληνι.to Greek.

17δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

δικαιοσύνηThe righteousnessγὰρforθεοῦof Godἐνinαὐτῷitἀποκαλύπτεταιis revealedἐκfromπίστεωςfaithεἰςtoπίστινfaithκαθὼςeven asγέγραπται·it has been written:theδὲAndδίκαιοςthe righteousἐκbyπίστεωςfaithζήσεται.will live.

18Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,

ἈποκαλύπτεταιIs revealedγὰρforὀργὴthe wrathθεοῦof Godἀπ᾽fromοὐρανοῦheavenἐπὶuponπᾶσανallἀσέβειανungodlinessκαὶandἀδικίανunrighteousnessἀνθρώπωνof menτῶνtheτὴνtheἀλήθειανtruthἐνbyἀδικίᾳunrighteousnessκατεχόντων,suppressing,

19διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.

διότιbecauseτὸtheγνωστὸνknownτοῦtheθεοῦof Godφανερόνmanifestἐστινisἐνamongαὐτοῖς·them;theθεὸςGodγὰρforαὐτοῖςto themἐφανέρωσεν.has revealed it.

20τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.

τὰTheγὰρforἀόραταinvisible qualitiesαὐτοῦof Himἀπὸfromκτίσεωςthe creationκόσμουof the worldτοῖςby theποιήμασινthings madeνοούμεναbeing understoodκαθορᾶται,are clearly seen,theτεbothἀΐδιοςeternalαὐτοῦof Himδύναμιςpowerκαὶandθειότης,divinity,εἰςforτὸtheεἶναιto beαὐτοὺςthemἀναπολογήτους.without excuse.

21διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·

διότιForγνόντεςhaving knownτὸνtheθεὸνGodοὐχnotὡςasθεὸνGodἐδόξασανthey glorified Himorηὐχαρίστησαν,were thankful,ἀλλ᾽butἐματαιώθησανthey became futileἐνinτοῖςtheδιαλογισμοῖςthinkingαὐτῶν,of them,καὶandἐσκοτίσθηwas darkenedtheἀσύνετοςfoolishαὐτῶνof themκαρδία·heart;

22φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν

φάσκοντεςProfessingεἶναιto beσοφοὶwiseἐμωράνθησανthey became fools

23καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.

καὶandἤλλαξανthey changedτὴνtheδόξανgloryτοῦof theἀφθάρτουimmortalθεοῦGodἐνintoὁμοιώματιa likenessεἰκόνοςof an imageφθαρτοῦof mortalἀνθρώπουmanκαὶandπετεινῶνbirdsκαὶandτετραπόδωνquadrupedsκαὶandἑρπετῶν.creeping things.

24Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,

ΔιὸThereforeπαρέδωκενgave upαὐτοὺςthemtheθεὸςGodἐνinταῖςtheἐπιθυμίαιςdesiresτῶνof theκαρδιῶνheartsαὐτῶνof themεἰςtoἀκαθαρσίανimpurityτοῦtheἀτιμάζεσθαιto dishonorτὰtheσώματαbodiesαὐτῶνof themἐνbetweenαὐτοῖς,themselves,

25οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

οἵτινεςwhoμετήλλαξανchangedτὴνtheἀλήθειανtruthτοῦtheθεοῦof Godἐνintoτῷtheψεύδει,falsehood,καὶandἐσεβάσθησανthey reverencedκαὶandἐλάτρευσανthey servedτῇtheκτίσειcreated thingπαρὰbeyondτὸνthe Oneκτίσαντα,having created it,ὅςwhoἐστινisεὐλογητὸςblessedεἰςtoτοὺςtheαἰῶνας,ages!ἀμήν.Amen.

26Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,

ΔιὰBecause ofτοῦτοthisπαρέδωκενgave upαὐτοὺςthemtheθεὸςGodεἰςtoπάθηpassionsἀτιμίας·of dishonor;αἵtheτεEvenγὰρforθήλειαιfemalesαὐτῶνof themμετήλλαξανchangedτὴνtheφυσικὴνnaturalχρῆσινuseεἰςintoτὴνthatπαρὰcontrary toφύσιν,nature,

27ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.

ὁμοίωςLikewiseτεthenκαὶalsoοἱtheἄρσενεςmalesἀφέντεςhaving leftτὴνtheφυσικὴνnaturalχρῆσινuseτῆςof theθηλείαςfemaleἐξεκαύθησανwere inflamedἐνinτῇtheὀρέξειdesireαὐτῶνof themεἰςtowardἀλλήλους,one another,ἄρσενεςmalesἐνwithἄρσεσινmalesτὴνtheἀσχημοσύνηνshameκατεργαζόμενοι,working out,καὶandτὴνtheἀντιμισθίανrecompenseἣνwhichἔδειwas fittingτῆςof theπλάνηςerrorαὐτῶνof themἐνinἑαυτοῖςthemselvesἀπολαμβάνοντες.receiving.

28Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα,

ΚαὶAndκαθὼςeven asοὐκnotἐδοκίμασανthey did see fitτὸνtheθεὸνGodἔχεινto haveἐνin theirἐπιγνώσει,knowledge,παρέδωκενgave upαὐτοὺςthemtheθεὸςGodεἰςtoἀδόκιμονa depravedνοῦνmindποιεῖνto doτὰthe thingsμὴnotκαθήκοντα,being proper,

29πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστάς,

πεπληρωμένουςfilled withπάσῃallἀδικίᾳunrighteousnessπονηρίᾳ,wickedness,πλεονεξίᾳ,covetousness,κακίᾳ,malice,μεστοὺςfullφθόνου,of envy,φόνου,murder,ἔριδος,strife,δόλου,deceit,κακοηθείας,maliciousness,ψιθυριστάς,gossips

30καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,

καταλάλους,slanderers,θεοστυγεῖς,hateful to God,ὑβριστάς,insolentὑπερηφάνους,arrogant,ἀλαζόνας,boastful,ἐφευρετὰςinventorsκακῶν,of evil things,γονεῦσινto parentsἀπειθεῖς,disobedient,

31ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους ἀνελεήμονας,

ἀσυνέτους,foolish,ἀσυνθέτους,untrustworthy,ἀστόργουςheartlessἀνελεήμονας,unmerciful,

32οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

οἵτινεςwhoτὸtheδικαίωμαrighteous decreeτοῦtheθεοῦof Godἐπιγνόντεςhaving knownὅτιthatοἱthoseτὰsuchτοιαῦταthingsπράσσοντεςdoingἄξιοιworthyθανάτουof deathεἰσίν,are,οὐnotμόνονonlyαὐτὰthemποιοῦσινthey are practicingἀλλὰbutκαὶalsoσυνευδοκοῦσινthey are approvingτοῖςof thoseπράσσουσιν.practicing them.

Romans 2 ›