The Westcott and Hort text with a word by word English gloss under every Greek word. 340 words in 14 verses.
Open Revelation 5 in the interlinear reader1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
ΚαὶAndεἶδονI sawἐπὶonτὴνtheδεξιὰνright handτοῦof the Oneκαθημένουsittingἐπὶuponτοῦtheθρόνουthroneβιβλίονa scrollγεγραμμένονwrittenἔσωθενinsideκαὶandὄπισθεν,on the back,κατεσφραγισμένονsealedσφραγῖσινwith sealsἑπτά.seven.
2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
ΚαὶAndεἶδονI sawἄγγελονan angelἰσχυρὸνstrongκηρύσσονταproclaimingἐνinφωνῇa voiceμεγάλῃ·loud;τίςWhoἄξιοςworthyἀνοῖξαιto openτὸtheβιβλίονscrollκαὶandλῦσαιto breakτὰςtheσφραγῖδαςsealsαὐτοῦ;of it?
3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
καὶAndοὐδεὶςno oneἐδύνατοwas ableἐνinτῷtheοὐρανῷheavenοὐδὲnorἐπὶuponτῆςtheγῆςearthοὐδὲnorὑποκάτωunderτῆςtheγῆςearthἀνοῖξαιto openτὸtheβιβλίονscrollοὔτεnorβλέπεινto seeαὐτό.it.
4καὶ ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
καὶAndἐγὼI myselfἔκλαιονI was weepingπολὺmuchὅτιbecauseοὐδεὶςno oneἄξιοςworthyεὑρέθηwas foundἀνοῖξαιto openτὸtheβιβλίονscrollοὔτεnorβλέπεινto seeαὐτό.it.
5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
καὶAndεἷςoneἐκofτῶνtheπρεσβυτέρωνeldersλέγειsaysμοι·to me;μὴNotκλαῖε.do weep.ἰδοὺBeholdἐνίκησενhas overcomeὁtheλέωνLionὁwhoἐκofτῆςtheφυλῆςtribeἸούδα,of Judah,ἡtheῥίζαrootΔαυίδ,of David,ἀνοῖξαιto openτὸtheβιβλίονscrollκαὶandτὰςtheἑπτὰsevenσφραγῖδαςsealsαὐτοῦ.of it.
6καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτὰ οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
καὶAndεἶδονI sawἐνinμέσῳthe midstτοῦof theθρόνουthroneκαὶandτῶνof theτεσσάρωνfourζῴωνliving creaturesκαὶandἐνinμέσῳthe midstτῶνof theπρεσβυτέρωνeldersἀρνίονa LambἑστηκὸςstandingὡςasἐσφαγμένονslainἔχωνhavingκέραταhornsἑπτὰsevenκαὶandὀφθαλμοὺςeyesἑπτὰsevenοἵwhichεἰσινareτὰtheἑπτὰsevenπνεύματαSpiritsτοῦtheθεοῦof Godἀπεσταλμένοιsent outεἰςintoπᾶσανallτὴνtheγῆν.earth.
7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
καὶAndἦλθενHe cameκαὶandεἴληφενHe has takenἐκout ofτῆςtheδεξιᾶςright handτοῦof the Oneκαθημένουsittingἐπὶonτοῦtheθρόνου.throne.
8καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.
καὶAndὅτεwhenἔλαβενHe had takenτὸtheβιβλίον,scroll,τὰtheτέσσαραfourζῷαliving creaturesκαὶandοἱtheεἴκοσιtwentyτέσσαρεςfourπρεσβύτεροιeldersἔπεσανfell downἐνώπιονbeforeτοῦtheἀρνίουLambἔχοντεςhavingἕκαστοςeachκιθάρανa harpκαὶandφιάλαςbowlsχρυσᾶςgoldenγεμούσαςbeing fullθυμιαμάτωνof incensesαἵwhichεἰσινareαἱtheπροσευχαὶprayersτῶνof theἁγίων.saints.
9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
καὶAndᾄδουσινthey are singingᾠδὴνa songκαινὴνnewλέγοντες·saying;ἄξιοςWorthyεἶare Youλαβεῖνto takeτὸtheβιβλίονscrollκαὶandἀνοῖξαιto openτὰςtheσφραγῖδαςsealsαὐτοῦ,of it,ὅτιbecauseἐσφάγηςYou were slainκαὶandἠγόρασαςYou purchasedτῷtheθεῷto Godἐνbyτῷtheαἵματίbloodσουof Youἐκout ofπάσηςeveryφυλῆςtribeκαὶandγλώσσηςtongueκαὶandλαοῦpeopleκαὶandἔθνουςnation
10καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύουσιν ἐπὶ τῆς γῆς.
καὶandἐποίησαςYou have madeαὐτοὺςthemτῷto theθεῷGodἡμῶνof usβασιλείανa kingdomκαὶandἱερεῖς,priests,καὶandβασιλεύουσινthey do reignἐπὶuponτῆςtheγῆς.earth.
11Καὶ εἶδον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων. καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων
ΚαὶAndεἶδονI lookedκαὶandἤκουσαI heardφωνὴνthe voiceἀγγέλωνof angelsπολλῶνmanyκύκλῳsurroundingτοῦtheθρόνουthroneκαὶandτῶνof theζῴωνliving creaturesκαὶandτῶνof theπρεσβυτέρων.elders.καὶandἦνwasὁtheἀριθμὸςnumberαὐτῶνof themμυριάδεςmyriadsμυριάδωνof myriadsκαὶandχιλιάδεςthousandsχιλιάδωνof thousands
12λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
λέγοντεςsayingφωνῇin a voiceμεγάλῃ·loud:ἄξιόνWorthyἐστινisτὸtheἀρνίονLambτὸwhichἐσφαγμένονslainλαβεῖνto receiveτὴνtheδύναμινpowerκαὶandπλοῦτονrichesκαὶandσοφίανwisdomκαὶandἰσχὺνstrengthκαὶandτιμὴνhonorκαὶandδόξανgloryκαὶandεὐλογίαν.blessing!
13καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστὶν καὶ τὰ ἐν αὐτοῖς πάντα ἤκουσα λέγοντας· τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶAndπᾶνeveryκτίσμαcreatureὃwhichἐνinτῷtheοὐρανῷheavenκαὶandἐπὶuponτῆςtheγῆςearthκαὶandὑποκάτωunderτῆςtheγῆςearthκαὶandἐπὶonτῆςtheθαλάσσηςseaἐστὶνisκαὶandτὰtheἐνinαὐτοῖςthemπάνταeverythingἤκουσαI heardλέγοντας·saying:τῷTo the Oneκαθημένῳsittingἐπὶonτοῦtheθρόνουthroneκαὶandτῷto theἀρνίῳLambἡtheεὐλογίαblessingκαὶandἡtheτιμὴhonorκαὶandἡtheδόξαgloryκαὶandτὸtheκράτοςmightεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνωνages
14καὶ τὰ τέσσαρα ζῷα ἔλεγον· ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν
καὶAndτὰtheτέσσαραfourζῷαliving creaturesἔλεγον·were saying;ἀμήν.Amen.καὶAndοἱtheπρεσβύτεροιeldersἔπεσανfell downκαὶandπροσεκύνησανthey worshiped