Philemon 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 334 words in 25 verses.

Open Philemon 1 in the interlinear reader

1Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν

ΠαῦλοςPaulδέσμιοςa prisonerΧριστοῦof ChristἸησοῦJesusκαὶandΤιμόθεοςTimothytheἀδελφὸςour brotherΦιλήμονιTo Philemonτῷtheἀγαπητῷbelovedκαὶandσυνεργῷfellow workerἡμῶνof us

2καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ·

καὶandἈπφίᾳto Apphiaτῇtheἀδελφῇour sisterκαὶandἈρχίππῳto Archippusτῷtheσυστρατιώτῃfellow soldierἡμῶνof usκαὶandτῇto theκατ᾽atοἶκόνthe houseσουof youἐκκλησίᾳ·church:

3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

χάριςGraceὑμῖνto youκαὶandεἰρήνηpeaceἀπὸfromθεοῦGodπατρὸςFatherἡμῶνof usκαὶandκυρίουthe LordἸησοῦJesusΧριστοῦ.Christ.

4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,

ΕὐχαριστῶI thankτῷtheθεῷGodμουof mineπάντοτεalwaysμνείανmentionσουof youποιούμενοςmakingἐπὶuponτῶνtheπροσευχῶνprayersμου,of mine,

5ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις εἰς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,

ἀκούωνhearingσουof yourτὴνtheἀγάπηνloveκαὶandτὴνtheπίστινfaithἣνthatἔχειςyou haveεἰςintoτὸνtheκύριονLordἸησοῦνJesusκαὶandεἰςtowardπάνταςallτοὺςtheἁγίους,saints,

6ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν

ὅπωςso thattheκοινωνίαfellowshipτῆςof theπίστεώςfaithσουof youἐνεργὴςeffectiveγένηταιmay becomeἐνinἐπιγνώσειthe acknowledgmentπαντὸςof everyἀγαθοῦgood thingτοῦthat isἐνinἡμῖνusεἰςinΧριστόνChrist

7χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

χαρὰνJoyγὰρforπολλὴνgreatἔσχονI haveκαὶandπαράκλησινencouragementἐπὶby occasion ofτῇtheἀγάπῃloveσου,of you,ὅτιbecauseτὰtheσπλάγχναheartsτῶνof theἁγίωνsaintsἀναπέπαυταιhave been refreshedδιὰthroughσοῦ,you,ἀδελφέ.brother.

8Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον

ΔιὸThereforeπολλὴνmuchἐνinΧριστῷChristπαρρησίανboldnessἔχωνhavingἐπιτάσσεινto orderσοιyouτὸwhat isἀνῆκονbefitting

9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ·

διὰfor the sake ofτὴνtheἀγάπηνloveμᾶλλονratherπαρακαλῶ,I exhort you,τοιοῦτοςsuch a oneὢνbeingὡςasΠαῦλοςPaulπρεσβύτηςagedνυνὶnowδὲthenκαὶalsoδέσμιοςa prisonerΧριστοῦof ChristἸησοῦ·Jesus;

10παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον,

παρακαλῶI exhortσεyouπερὶforτοῦtheἐμοῦmyτέκνουchildὃνwhomἐγέννησαI have begottenἐνinτοῖςtheδεσμοῖςchainsὈνήσιμον,Onesimus,

11τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,

τόνtheποτέonceσοιto youἄχρηστονuselessνυνὶnowδὲhoweverσοὶto youκαὶandἐμοὶto me myselfεὔχρηστον,useful,

12ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα

ὃνwhomἀνέπεμψάI have sent backσοιto youαὐτόν,in person —τοῦτ᾽whoἔστινisτὰtheἐμὰmyσπλάγχναvery heart —

13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·

ὃνwhomἐγὼI myselfἐβουλόμηνwas wishingπρὸςwithἐμαυτὸνmyselfκατέχειν,to keep,ἵναso thatὑπὲρon behalf ofσοῦyouμοιmeδιακονῇhe may serveἐνinτοῖςtheδεσμοῖςchainsτοῦof theεὐαγγελίου·gospel;

14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.

χωρὶςApart fromδὲhoweverτῆςtheσῆςyourγνώμηςconsentοὐδὲνno thingἠθέλησαI wishedποιῆσαι,to do,ἵναso thatμὴnotὡςasκατὰaccording toἀνάγκηνnecessityτὸtheἀγαθόνgoodσουof youmay beἀλλὰbutκατὰaccording toἑκούσιον.willingness.

15τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς·

τάχαPerhapsγὰρforδιὰbecause ofτοῦτοthisἐχωρίσθηhe was separated from youπρὸςforὥραν,a time,ἵναso thatαἰώνιονeternallyαὐτὸνhimἀπέχῃς·you may possess;

16οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ;

οὐκέτιno longerὡςasδοῦλονa slaveἀλλ᾽butὑπὲρaboveδοῦλον,a slave,ἀδελφὸνa brotherἀγαπητόν,beloved,μάλισταespeciallyἐμοί,to me myself,πόσῳhow muchδὲhoweverμᾶλλονmoreσοὶto youκαὶbothἐνinσαρκὶthe fleshκαὶandἐνinκυρίῳ;the Lord?

17εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.

εἰIfοὖνthereforeμεmeἔχειςyou considerκοινωνόν,a partner,προσλαβοῦdo yourself receiveαὐτὸνhimὡςasἐμέ.me myself.

18εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.

εἰIfδέhoweverτιin any wayἠδίκησένhe has wrongedσεyouorὀφείλει,he owes you,τοῦτοthisἐμοὶto me myselfἐλλόγα.do charge.

19Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.

ἘγὼI myselfΠαῦλοςPaulἔγραψαdid writeτῇtheἐμῇwith my ownχειρί,hand,ἐγὼI myselfἀποτίσω·will repay it;ἵναthatμὴnotλέγωI may sayσοιto youὅτιthatκαὶevenσεαυτόνyourselfμοιto meπροσοφείλεις.you owe also.

20ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.

ναί,Yes,ἀδελφέ,brother,ἐγώI myselfσουfrom youὀναίμηνI would have profitἐνinκυρίῳ·the Lord;ἀνάπαυσόνdo refreshμουmyτὰtheσπλάγχναheartἐνinΧριστῷ.Christ.

21Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.

ΠεποιθὼςHaving been persuaded ofτῇtheὑπακοῇobedienceσουof youἔγραψάI writeσοιto youεἰδὼςknowingὅτιthatκαὶevenὑπὲρabovewhat thingsλέγωI sayποιήσεις.you will do.

22ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

ἅμαAt the same timeδὲnowκαὶalsoἑτοίμαζέdo prepareμοιfor meξενίαν·a lodging;ἐλπίζωI hopeγὰρforὅτιthatδιὰthroughτῶνtheπροσευχῶνprayersὑμῶνof youχαρισθήσομαιI will be grantedὑμῖν.to you.

23Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,

ἈσπάζεταίHe greetsσεyouἘπαφρᾶςEpaphrastheσυναιχμάλωτόςfellow prisonerμουof mineἐνinΧριστῷChristἸησοῦ,Jesus,

24Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

Μᾶρκος,as do Mark,Ἀρίσταρχος,Aristarchus,Δημᾶς,Demas,Λουκᾶς,and Luke,οἱtheσυνεργοίfellow workersμου.of mine.

25ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.

Theχάριςgraceτοῦof theκυρίουLordἸησοῦJesusΧριστοῦChristμετὰbe withτοῦtheπνεύματοςspiritὑμῶν.of you.