Mark 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 702 words in 45 verses.

Open Mark 1 in the interlinear reader

1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ

ἈρχὴThe beginningτοῦof theεὐαγγελίουgospelἸησοῦof JesusΧριστοῦChrist

2καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου

καθὼςEven asγέγραπταιit has been writtenἐνinτῷtheἨσαΐᾳIsaiahτῷin theπροφήτῃ·prophet:ἰδοὺBeholdἀποστέλλωsendτὸνtheἄγγελόνmessengerμουof Mineπρὸbeforeπροσώπουfaceσου,of You,ὃςwhoκατασκευάσειwill prepareτὴνtheὁδόνwayσουof You

3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

φωνὴThe voiceβοῶντοςof one cryingἐνinτῇtheἐρήμῳwildernessἑτοιμάσατεdo prepareτὴνtheὁδὸνwayκυρίου,of the Lord,εὐθείαςstraightποιεῖτεdo makeτὰςtheτρίβουςpathsαὐτοῦ.of Him.

4Ἐγένετο Ἰωάννης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.

ἘγένετοCameἸωάννηςJohnwhoβαπτίζωνis baptizingἐνinτῇtheἐρήμῳwildernessκηρύσσωνproclaimingβάπτισμαa baptismμετανοίαςof repentanceεἰςforἄφεσινforgivenessἁμαρτιῶν.of sins.

5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

καὶAndἐξεπορεύετοwere going outπρὸςtoαὐτὸνhimπᾶσαalltheἸουδαίαof JudeaχώραregionκαὶandοἱtheἹεροσολυμῖταιof Jerusalemπάντες,allκαὶandἐβαπτίζοντοwere being baptizedὑπ᾽byαὐτοῦhimἐνinτῷtheἸορδάνῃJordanποταμῷriverἐξομολογούμενοιconfessingτὰςtheἁμαρτίαςsinsαὐτῶν.of them.

6καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.

καὶAndἦνwastheἸωάννηςJohnἐνδεδυμένοςhaving clothed himself inτρίχαςhairκαμήλουof a camelκαὶandζώνηνa beltδερματίνηνof leatherπερὶaroundτὴνtheὀσφὺνwaistαὐτοῦof himκαὶandἐσθίωνhe is eatingἀκρίδαςlocustsκαὶandμέλιhoneyἄγριον.wild.

7καὶ ἐκήρυσσεν λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.

καὶAndἐκήρυσσενhe was preachingλέγων·saying;ἔρχεταιHe comeswhoἰσχυρότερόςis mightierμουthan Iὀπίσωafterμου,me,οὗof whomοὐκnotεἰμὶI amἱκανὸςsufficientκύψαςhaving stooped downλῦσαιto untieτὸνtheἱμάνταstrapτῶνof theὑποδημάτωνsandalsαὐτοῦ.of Him.

8ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς πνεύματι ἁγίῳ.

ἐγὼI myselfἐβάπτισαbaptizedὑμᾶςyouὕδατι,water,αὐτὸςHe himselfδὲhoweverβαπτίσειwill baptizeὑμᾶςyouπνεύματιthe Spiritἁγίῳ.Holy.

9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.

ΚαὶAndἐγένετοit came to passἐνinἐκείναιςthoseταῖςtheἡμέραιςdaysἦλθενthat cameἸησοῦςJesusἀπὸfromΝαζαρὲτNazarethτῆςtheΓαλιλαίαςof Galileeκαὶandἐβαπτίσθηwas baptizedεἰςinτὸνtheἸορδάνηνJordanὑπὸbyἸωάννου.John.

10καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·

καὶAndεὐθὺςimmediatelyἀναβαίνωνgoing upἐκfromτοῦtheὕδατοςwaterεἶδενhe sawσχιζομένουςtearing openτοὺςtheοὐρανοὺςheavensκαὶandτὸtheπνεῦμαSpiritὡςasπεριστερὰνa doveκαταβαῖνονdescendingεἰςuponαὐτόν·Him;

11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

καὶAndφωνὴa voiceἐγένετοcameἐκout ofτῶνtheοὐρανῶν·heavens:σὺYou yourselfεἶaretheυἱόςSonμουof Minetheἀγαπητός,beloved,ἐνinσοὶyouεὐδόκησα.I am well pleased.

12Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.

ΚαὶAndεὐθὺςimmediatelyτὸtheπνεῦμαSpiritαὐτὸνHimἐκβάλλειdrives outεἰςintoτὴνtheἔρημον.wilderness.

13καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

καὶAndἦνHe wasἐνinτῇtheἐρήμῳwildernessτεσσεράκονταfortyἡμέραςdaysπειραζόμενοςbeing temptedὑπὸbyτοῦtheσατανᾶSatanκαὶAndἦνHe wasμετὰwithτῶνtheθηρίων·wild animals;καὶandοἱtheἄγγελοιangelsδιηκόνουνwere ministeringαὐτῷ.to Him.

14Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ

Καὶandμετὰafterτὸtheπαραδοθῆναιdelivering upτὸνtheἸωάννηνof JohnἦλθενcametheἸησοῦςJesusεἰςintoτὴνtheΓαλιλαίανGalileeκηρύσσωνproclaimingτὸtheεὐαγγέλιονgospelτοῦtheθεοῦof God

15καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

καὶandλέγωνsayingὅτιthatπεπλήρωταιHas been fulfilledtheκαιρὸςtimeκαὶandἤγγικενhas drawn neartheβασιλείαkingdomτοῦtheθεοῦ·of God;μετανοεῖτεdo repentκαὶandπιστεύετεdo believeἐνinτῷtheεὐαγγελίῳ.gospel.

16Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.

ΚαὶAndπαράγωνpassingπαρὰbyτὴνtheθάλασσανSeaτῆςtheΓαλιλαίαςof GalileeεἶδενHe sawΣίμωναSimonκαὶandἈνδρέανAndrewτὸνtheἀδελφὸνbrotherΣίμωνοςof Simonἀμφιβάλλονταςnet-castingἐνintoτῇtheθαλάσσῃ·sea;ἦσανthey wereγὰρforἁλιεῖς.fishermen.

17καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.

καὶAndεἶπενsaidαὐτοῖςto themtheἸησοῦς·Jesus;δεῦτεComeὀπίσωafterμου,Me,καὶandποιήσωI will makeὑμᾶςyouγενέσθαιto becomeἁλιεῖςfishersἀνθρώπων.of men.

18καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

καὶAndεὐθὺςimmediatelyἀφέντεςhaving leftτὰtheδίκτυαnetsἠκολούθησανthey followedαὐτῷ.Him.

19Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,

ΚαὶAndπροβὰςhaving gone onὀλίγονa littleεἶδενHe sawἸάκωβονJamesτὸνthe sonτοῦtheΖεβεδαίουof ZebedeeκαὶandἸωάννηνJohnτὸνtheἀδελφὸνbrotherαὐτοῦ,of him,καὶandαὐτοὺςtheyἐνwere inτῷtheπλοίῳboatκαταρτίζονταςadjustingτὰtheδίκτυα,nets,

20καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

καὶAndεὐθὺςimmediatelyἐκάλεσενHe calledαὐτούς.them.καὶandἀφέντεςhaving leftτὸνtheπατέραfatherαὐτῶνof themΖεβεδαῖονZebedeeἐνinτῷtheπλοίῳboatμετὰwithτῶνtheμισθωτῶνhired servantsἀπῆλθονthey went awayὀπίσωafterαὐτοῦ.Him.

21Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν.

ΚαὶAndεἰσπορεύονταιthey goεἰςintoΚαφαρναούμ.Capernaum.καὶandεὐθὺςimmediatelyτοῖςon theσάββασινSabbathsεἰσελθὼνhaving enteredεἰςintoτὴνtheσυναγωγὴνsynagogueἐδίδασκεν.He was teaching.

22καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.

καὶAndἐξεπλήσσοντοthey were astonishedἐπὶatτῇtheδιδαχῇteachingαὐτοῦ·of Him;ἦνHe wasγὰρforδιδάσκωνteachingαὐτοὺςthemὡςasἐξουσίανauthorityἔχωνhavingκαὶandοὐχnotὡςasοἱtheγραμματεῖς.scribes.

23Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν

ΚαὶAndεὐθὺςimmediatelyἦνthere wasἐνinτῇtheσυναγωγῇsynagogueαὐτῶνof themἄνθρωποςa manἐνwithπνεύματιa spiritἀκαθάρτῳuncleanκαὶandἀνέκραξενhe cried out

24λέγων· τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.

λέγων·saying;τίWhatἡμῖνto usκαὶandσοί,to You,ἸησοῦJesusΝαζαρηνέ;of Nazareth?ἦλθεςDid You comeἀπολέσαιto destroyἡμᾶς;us?οἶδάI knowσεYouτίςwhoεἶ,are,theἅγιοςHoly Oneτοῦtheθεοῦ.of God!

25καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.

καὶAndἐπετίμησενrebukedαὐτῷhimtheἸησοῦςJesusλέγων·saying:φιμώθητιdo be silentκαὶandἔξελθεdo come forthἐξout ofαὐτοῦ.him!

26καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.

καὶAndσπαράξανhaving thrown into convulsionsαὐτὸνhimτὸtheπνεῦμαspiritτὸtheἀκάθαρτονuncleanκαὶandφωνῆσανhaving shoutedφωνῇin a voiceμεγάλῃloudἐξῆλθενit came forthἐξout ofαὐτοῦ.him.

27καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητεῖν αὐτοὺς λέγοντας· τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ᾽ ἐξουσίαν· καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.

καὶAndἐθαμβήθησανwere astonishedἅπαντεςallὥστεso asσυζητεῖνto questionαὐτοὺςthemλέγοντας·saying;τίWhatἐστινisτοῦτο;this?διδαχὴteachingκαινὴnewκατ᾽Withἐξουσίαν·authority;καὶevenτοῖςto theπνεύμασινspiritsτοῖςtheἀκαθάρτοιςuncleanἐπιτάσσει,He commands,καὶandὑπακούουσινthey obeyαὐτῷ.Him!

28Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

ΚαὶAndἐξῆλθενwent outtheἀκοὴnewsαὐτοῦof Himεὐθὺςimmediatelyπανταχοῦeverywhereεἰςintoὅληνallτὴνtheπερίχωρονsurrounding regionτῆςtheΓαλιλαίας.of Galilee.

29Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.

ΚαὶAndεὐθὺςimmediatelyἐκout ofτῆςtheσυναγωγῆςsynagogueἐξελθόντεςthey going outἦλθονthey cameεἰςintoτὴνtheοἰκίανhouseΣίμωνοςof SimonκαὶandἈνδρέουAndrewμετὰwithἸακώβουJamesκαὶandἸωάννου.John.

30ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.

theδὲandπενθερὰthe mother-in-lawΣίμωνοςof Simonκατέκειτοwas laying sickπυρέσσουσα,fevering,καὶAndεὐθὺςimmediatelyλέγουσινthey speakαὐτῷto Himπερὶaboutαὐτῆς.her.

31καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός καὶ διηκόνει αὐτοῖς.

καὶAndπροσελθὼνhaving come to herἤγειρενHe raised upαὐτὴνherκρατήσαςhaving taken holdτῆςof theχειρόςhandκαὶAndἀφῆκενleftαὐτὴνhertheπυρετόςfeverκαὶandδιηκόνειshe was ministeringαὐτοῖς.to them.

32Ὀψίας δὲ γενομένης, ὅτε ἔδυσεν ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·

ὈψίαςWhen eveningδὲnowγενομένης,having come,ὅτεwhenἔδυσενwent downtheἥλιος,sun,ἔφερονthey were bringingπρὸςtoαὐτὸνHimπάνταςallτοὺςthoseκακῶςsickἔχονταςbeingκαὶandτοὺςthoseδαιμονιζομένους·being demonised;

33καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.

καὶAndἦνwasὅληalltheπόλιςcityἐπισυνηγμένηgatheredπρὸςatτὴνtheθύραν.door.

34καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν Χριστὸν εἶναι.

καὶAndἐθεράπευσενHe healedπολλοὺςmanyκακῶςsickἔχονταςbeingποικίλαιςof variousνόσοιςdiseasesκαὶandδαιμόνιαdemonsπολλὰmanyἐξέβαλενHe cast outκαὶAndοὐκnotἤφιενHe was allowingλαλεῖνto speakτὰtheδαιμόνιαdemonsὅτιbecauseᾔδεισανthey knewαὐτόνHimΧριστὸνChristεἶναι.to be.

35Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.

ΚαὶAndπρωῒvery earlyἔννυχαin nightλίανstill muchἀναστὰςhaving risen upἐξῆλθενHe went outκαὶandἀπῆλθενHe departedεἰςintoἔρημονsolitaryτόπονa placeκἀκεῖand thereπροσηύχετο.He was praying.

36καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·

καὶAndκατεδίωξενhe went afterαὐτὸνHimΣίμωνSimonκαὶandοἱthoseμετ᾽withαὐτοῦ·him;

37καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.

καὶandεὗρονhaving foundαὐτὸνHimκαὶalsoλέγουσινthey sayαὐτῷto HimὅτιthatπάντεςEveryoneζητοῦσίνseeksσε.You.

38Καὶ λέγει αὐτοῖς· ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.

ΚαὶAndλέγειHe saysαὐτοῖς·to them;ἄγωμενlet us goἀλλαχοῦanother wayεἰςintoτὰςthose places whichἐχομέναςare havingκωμοπόλειςvillagesἵναso thatκαὶalsoἐκεῖthereκηρύξω·I may preach;εἰςforτοῦτοthisγὰρthereforeἐξῆλθον.I have come forth.

39Καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

ΚαὶAndἦλθενHe was goingκηρύσσωνpreachingεἰςinτὰςtheσυναγωγὰςsynagoguesαὐτῶνof themεἰςinὅληνallτὴνtheΓαλιλαίανGalileeκαὶandτὰtheδαιμόνιαdemonsἐκβάλλων.casting out.

40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.

ΚαὶAndἔρχεταιcomesπρὸςtoαὐτὸνHimλεπρὸςa leperπαρακαλῶνimploringαὐτὸνHimκαὶandγονυπετῶνkneeling downλέγωνsayingαὐτῷto HimὅτιthatἐὰνIfθέλῃςYou may be willingδύνασαίYou are ableμεmeκαθαρίσαι.to cleanse.

41καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι.

καὶAndσπλαγχνισθεὶςhaving compassionἐκτείναςhaving stretched outτὴνtheχεῖραhandαὐτοῦof HimἥψατοHe touched himκαὶandλέγειsaysαὐτῷ·to him;θέλω,I am willing,καθαρίσθητι.do be cleansed.

42καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.

καὶAndεὐθὺςimmediatelyἀπῆλθενdepartedἀπ᾽fromαὐτοῦhimtheλέπρα,leprosy,καὶandἐκαθαρίσθη.he was cleansed.

43καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτὸν

καὶAndἐμβριμησάμενοςhaving sternly warnedαὐτῷhimεὐθὺςimmediatelyἐξέβαλενHe sent awayαὐτὸνhim

44καὶ λέγει αὐτῷ· ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

καὶAndλέγειHe saysαὐτῷ·to him;ὅρα,do see thatμηδενὶnothingμηδὲνto noneεἴπῃς·may you speak;ἀλλ᾽Butὕπαγε,do go,σεαυτὸνyourselfδεῖξονdo showτῷto theἱερεῖpriestκαὶandπροσένεγκεdo offerπερὶforτοῦtheκαθαρισμοῦcleansingσουof youwhatπροσέταξενcommandedΜωϋσῆςMosesεἰςforμαρτύριονa testimonyαὐτοῖς.to them.

45ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἐπ᾽ ἐρήμοις τόποις ἦν. καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.

theδὲAndἐξελθὼνhaving gone outἤρξατοhe beganκηρύσσεινto proclaimπολλὰmuchκαὶandδιαφημίζεινto spread abroadτὸνtheλόγονmatterὥστεso thatμηκέτιno longerαὐτὸνHeδύνασθαιto be ableφανερῶςopenlyεἰςinto theπόλινcityεἰσελθεῖν,to enter,ἀλλ᾽butἔξωoutἐπ᾽inἐρήμοιςsolitaryτόποιςplacesἦν.He was.καὶandἤρχοντοthey were comingπρὸςtoαὐτὸνHimπάντοθεν.from every side.

Mark 2 ›