The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1185 words in 80 verses.
Open Luke 1 in the interlinear reader1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
ἘπειδήπερInasmuch asπολλοὶmanyἐπεχείρησανundertookἀνατάξασθαιto draw upδιήγησινa narrationπερὶconcerningτῶνtheπεπληροφορημένωνaccomplishedἐνamongἡμῖνusπραγμάτων,things,
2καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
καθὼςeven asπαρέδοσανdelivered themἡμῖνto usοἱthoseἀπ᾽fromἀρχῆςthe beginningαὐτόπταιeyewitnessesκαὶandὑπηρέταιservantsγενόμενοιhaving beenτοῦof theλόγου,word,
3ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
ἔδοξενit seemed goodκἀμοὶalso to meπαρηκολουθηκότιhaving been acquaintedἄνωθενfrom the firstπᾶσινwith all thingsἀκριβῶςcarefullyκαθεξῆςwith methodσοιto youγράψαι,to write,κράτιστεmost excellentΘεόφιλε,Theophilus,
4ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
ἵναso thatἐπιγνῷςyou may knowπερὶconcerningὧνwhichκατηχήθηςyou were instructedλόγωνof the thingsτὴνtheἀσφάλειαν.certainty.
5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρὼν καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
ἘγένετοThere wasἐνinταῖςtheἡμέραιςdaysἩρῴδουof HerodβασιλέωςkingτῆςtheἸουδαίαςof Judeaἱερεύςa priestτιςcertainὀνόματιnamedΖαχαρίαςZechariahἐξof theἐφημερίαςdivisionἈβιά,of Abijah,καὶandγυνὴwifeαὐτῷof himἐκofτῶνtheθυγατέρωνdaughtersἈαρὼνof Aaronκαὶandτὸtheὄνομαnameαὐτῆςof herἘλισάβετ.Elizabeth.
6ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
ἦσανThey wereδὲnowδίκαιοιrighteousἀμφότεροιbothἐναντίονin front ofτοῦtheθεοῦGodπορευόμενοιwalkingἐνinπάσαιςallταῖςtheἐντολαῖςcommandmentsκαὶandδικαιώμασινordinancesτοῦof theκυρίουLordἄμεμπτοι.blameless.
7καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
καὶAndοὐκnoἦνthere wasαὐτοῖςto themτέκνον,child,καθότιinasmuch asἦνwasἡtheἘλισάβετElizabethστεῖραbarrenκαὶandἀμφότεροιbothπροβεβηκότεςhaving advancedἐνinταῖςtheἡμέραιςyearsαὐτῶνof themἦσαν.were.
8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,
ἘγένετοIt came to passδὲnowἐνinτῷtheἱερατεύεινpriestly servingαὐτὸνof himἐνinτῇtheτάξειorderτῆςof theἐφημερίαςdivisionαὐτοῦof himἔναντιbeforeτοῦtheθεοῦ,God,
9κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου·
κατὰaccording toτὸtheἔθοςcustomτῆςof theἱερατείαςpriesthoodἔλαχενthe lot picked him asτοῦthe oneθυμιᾶσαιto burn incenseεἰσελθὼνenteringεἰςintoτὸνtheναὸνtempleτοῦof theκυρίου·Lord;
10καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
καὶAndπᾶνallτὸtheπλῆθοςmultitudeἦνwereτοῦof theλαοῦpeopleπροσευχόμενονprayingἔξωoutsideτῇat theὥρᾳhourτοῦof theθυμιάματος.incense.
11Ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος·
ὬφθηAppearedδὲthenαὐτῷto himἄγγελοςan angelκυρίουof the Lordἑστὼςalready standingἐκatδεξιῶνthe rightτοῦof theθυσιαστηρίουaltarτοῦof theθυμιάματος·incense;
12καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.
καὶAndἐταράχθηwas troubledΖαχαρίαςZechariahἰδών,having seen him,καὶandφόβοςfearἐπέπεσενfellἐπ᾽uponαὐτόν.him.
13Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
ΕἶπενSaidδὲthenπρὸςtoαὐτὸνhimὁtheἄγγελος·angel;μὴNotφοβοῦdo fearΖαχαρία·Zechariah;διότιbecauseεἰσηκούσθηhas been heardἡtheδέησίςprayerσου,of you,καὶandἡtheγυνήwifeσουof YouἘλισάβετElizabethγεννήσειwill bearυἱόνa sonσοι,to you,καὶandκαλέσειςyou will callτὸtheὄνομαnameαὐτοῦof himἸωάννην.John.
14καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
καὶAndἔσταιhe will beχαράjoyσοιto youκαὶandἀγαλλίασις,gladness,καὶandπολλοὶmanyἐπὶatτῇtheγενέσειbirthαὐτοῦof himχαρήσονται.will rejoice.
15ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.
ἔσταιHe will beγὰρforμέγαςgreatἐνώπιονbeforeκυρίου,Lord,καὶandοἶνονwineκαὶandσίκεραstrong drinkοὐcertainlyμὴnotπίῃ,shall he drink,καὶandπνεύματοςof the SpiritἁγίουHolyπλησθήσεταιhe will be filledἔτιevenἐκfromκοιλίαςthe wombμητρὸςof the motherαὐτοῦ.of him.
16καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν,
καὶAndπολλοὺςmanyτῶνof theυἱῶνsonsἸσραὴλof Israelἐπιστρέψειhe will turnἐπὶtoκύριονthe LordτὸνtheθεὸνGodαὐτῶν,of them,
17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
καὶAndαὐτὸςhe himselfπροελεύσεταιwill go forthἐνώπιονbeforeαὐτοῦHimἐνinπνεύματιthe spiritκαὶandδυνάμειpowerἨλίουof Elijahἐπιστρέψαιto turnκαρδίαςthe heartsπατέρωνof the fathersἐπὶtoτέκναthe childrenκαὶandἀπειθεῖςthe disobedientἐνtoφρονήσειthe wisdomδικαίων,of the righteous,ἑτοιμάσαιto make readyκυρίῳfor the Lordλαὸνa peopleκατεσκευασμένον.prepared.
18Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
ΚαὶAndεἶπενsaidΖαχαρίαςZechariahπρὸςtoτὸνtheἄγγελον·angel;κατὰByτίwhatγνώσομαιwill I knowτοῦτο;this?ἐγὼI myselfγάρforεἰμιamπρεσβύτης,an old man,καὶandἡtheγυνήwifeμουof mineπροβεβηκυῖαhaving advancedἐνinταῖςtheἡμέραιςyearsαὐτῆς.of her.
19Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
ΚαὶAndἀποκριθεὶςansweringὁtheἄγγελοςangelεἶπενsaidαὐτῷ·to him;ἐγώI myselfεἰμιamΓαβριὴλGabrielὁthe oneπαρεστηκὼςstandingἐνώπιονbeforeτοῦtheθεοῦGodκαὶandἀπεστάληνI was sentλαλῆσαιto speakπρὸςtoσὲyouκαὶandεὐαγγελίσασθαίto bring glad tidingsσοιto youταῦτα.these.
20καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
καὶAndἰδοὺbeholdἔσῃyou will beσιωπῶνsilentκαὶandμὴnotδυνάμενοςableλαλῆσαιto speakἄχριuntilἧςthatἡμέραςdayγένηταιmay happenταῦτα,these things,ἀνθ᾽in return forὧνthatοὐκnotἐπίστευσαςyou did believeτοῖςin theλόγοιςwordsμουof mineοἵτινεςwhichπληρωθήσονταιwill be fulfilledεἰςinτὸνtheκαιρὸνseasonαὐτῶν.of them.
21Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
ΚαὶAndἦνwereὁtheλαὸςpeopleπροσδοκῶνexpectingτὸνtheΖαχαρίανZechariahκαὶandἐθαύμαζονthey were wonderingἐνatτῷtheχρονίζεινdelayingἐνinτῷtheναῷtempleαὐτόν.of him.
22ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός.
ἐξελθὼνHaving come outδὲthenοὐκnotἐδύνατοhe was ableλαλῆσαιto speakαὐτοῖς·to them;καὶandἐπέγνωσανthey recognizedὅτιthatὀπτασίανa visionἑώρακενhe has seenἐνinτῷtheναῷ.temple.καὶAndαὐτὸςhe himselfἦνwasδιανεύωνmaking signsαὐτοῖςto themκαὶandδιέμενενwas remainingκωφός.mute.
23Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
ΚαὶAndἐγένετοit came to passὡςwhenἐπλήσθησανwere fulfilledαἱtheἡμέραιdaysτῆςof theλειτουργίαςserviceαὐτοῦ,of him,ἀπῆλθενhe departedεἰςtoτὸνtheοἶκονhomeαὐτοῦ.of him.
24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα
ΜετὰAfterδὲthenταύταςtheseτὰςtheἡμέραςdaysσυνέλαβενconceivedἘλισάβετElizabethἡtheγυνὴwifeαὐτοῦof himκαὶandπεριέκρυβενwas hidingἑαυτὴνherselfμῆναςmonthsπέντεfiveλέγουσαsaying
25ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.
ὅτιthatοὕτωςThusμοιto meπεποίηκενhas doneκύριοςLordἐνinἡμέραιςthe daysαἷςin whichἐπεῖδενHe looked upon meἀφελεῖνto take awayὄνειδόςdisgraceμουof mineἐνamongἀνθρώποις.men.
26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
ἘνInδὲnowτῷtheμηνὶmonthτῷtheἕκτῳsixthἀπεστάληwas sentὁtheἄγγελοςangelΓαβριὴλGabrielἀπὸbyτοῦtheθεοῦGodεἰςtoπόλινa cityτῆςtheΓαλιλαίαςof Galileeᾗwhoseὄνομαname wasΝαζαρὲθNazareth
27πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
πρὸςtoπαρθένονa virginἐμνηστευμένηνbetrothedἀνδρὶto a manᾧwhoseὄνομαname wasἸωσὴφJosephἐξofοἴκουthe houseΔαυίδ,of David,καὶandτὸtheὄνομαnameτῆςof theπαρθένουvirginΜαριάμ.was Mary.
28Καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· χαῖρε, κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ
ΚαὶAndεἰσελθὼνhaving comeπρὸςtoαὐτὴνherεἶπεν·he said;χαῖρε,Greetings!κεχαριτωμένη·you graciously favored;ὁTheκύριοςLord isμετὰwithσοῦyou.
29ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
ἡtheδὲAndἐπὶatτῷtheλόγῳstatementδιεταράχθηshe was troubledκαὶandδιελογίζετοwas ponderingποταπὸςwhat kindεἴηwould beὁtheἀσπασμὸςsalutationοὗτος.this.
30καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ.
καὶAndεἶπενsaidὁtheἄγγελοςangelαὐτῇ·to her;μὴNotφοβοῦdo fearΜαριάμ,Mary,εὗρεςyou have foundγὰρforχάρινfavorπαρὰwithτῷtheθεῷ.God.
31καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
καὶandἰδοὺbeholdσυλλήμψῃyou will conceiveἐνinγαστρὶwombκαὶandτέξῃwill bring forthυἱὸνa sonκαὶandκαλέσειςyou will callτὸtheὄνομαnameαὐτοῦof HimἸησοῦν.Jesus.
32οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
οὗτοςHeἔσταιwill beμέγαςgreatκαὶandυἱὸςSonὑψίστουof the Most Highκληθήσεται,He will be called,καὶandδώσειwill giveαὐτῷto Himκύριοςthe LordὁtheθεὸςGodτὸνtheθρόνονthroneΔαυὶδof Davidτοῦof theπατρὸςfatherαὐτοῦ,of Him,
33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
καὶandβασιλεύσειHe will reignἐπὶoverτὸνtheοἶκονhouseἸακὼβof Jacobεἰςtoτοὺςtheαἰῶνας,ages,καὶandτῆςof theβασιλείαςkingdomαὐτοῦof Himοὐκnotἔσταιthere will beτέλος.an end!
34Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω;
ΕἶπενSaidδὲthenΜαριὰμMaryπρὸςtoτὸνtheἄγγελον·angel;πῶςHowἔσταιwill beτοῦτοthisἐπεὶsinceἄνδραa manοὐnotγινώσκω;I know?
35Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.
ΚαὶAndἀποκριθεὶςansweringὁtheἄγγελοςangelεἶπενsaidαὐτῇ·to her;πνεῦμαthe SpiritἅγιονHolyἐπελεύσεταιwill comeἐπὶuponσὲyouκαὶandδύναμιςpowerὑψίστουof the Most Highἐπισκιάσειwill overshadowσοι·you;διὸthereforeκαὶalsoτὸthe oneγεννώμενονbeing bornἅγιονHoly Oneκληθήσεταιwill be calledυἱὸςthe Sonθεοῦ.of God.
36καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ
καὶAndἰδοὺbeholdἘλισάβετElizabethἡtheσυγγενίςrelativeσουof youκαὶalsoαὐτὴsheσυνείληφενhas conceivedυἱὸνa sonἐνinγήρειold ageαὐτῆς,of her,καὶandοὗτοςthisμὴνmonthἕκτοςthe sixthἐστὶνisαὐτῇto herτῇwhoκαλουμένῃwas calledστείρᾳbarren
37ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
ὅτιForοὐκnotἀδυνατήσειwill be impossibleπαρὰwithτοῦof theθεοῦGodπᾶνeveryῥῆμα.declaration.
38Εἶπεν δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
ΕἶπενSaidδὲthenΜαριάμ·Mary;ἰδοὺBeholdἡtheδούληhandmaidκυρίου·of the Lord;γένοιτόWould that it happenμοιto meκατὰaccording toτὸtheῥῆμάdeclarationσου.of you.καὶAndἀπῆλθενdepartedἀπ᾽fromαὐτῆςherὁtheἄγγελος.angel.
39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα
ἈναστᾶσαHaving risen upδὲthenΜαριὰμMaryἐνinταῖςtheἡμέραιςdaysταύταιςtheseἐπορεύθηshe wentεἰςintoτὴνtheὀρεινὴνhill countryμετὰwithσπουδῆςhasteεἰςtoπόλινa townἸούδαof Judah
40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
καὶandεἰσῆλθενshe enteredεἰςintoτὸνtheοἶκονhouseΖαχαρίουof ZechariahκαὶandἠσπάσατοgreetedτὴνtheἘλισάβετ.Elizabeth.
41Καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ
ΚαὶAndἐγένετοit came to passὡςasἤκουσενheardτὸνtheἀσπασμὸνgreetingτῆςtheΜαρίαςof MaryἡtheἘλισάβετ,Elizabeth,ἐσκίρτησενleapedτὸtheβρέφοςbabyἐνinτῇtheκοιλίᾳwombαὐτῆς,of her,καὶandἐπλήσθηwas filledπνεύματοςwith the SpiritἁγίουHolyἡtheἘλισάβετElizabeth
42καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
καὶandἀνεφώνησενshe cried outκραυγῇin a shoutμεγάλῃloudκαὶandεἶπεν·said;εὐλογημένηBlessed areσὺyou yourselfἐνamongγυναιξίν,women,καὶandεὐλογημένοςblessed isὁtheκαρπὸςfruitτῆςof theκοιλίαςwombσου.of you.
43καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
καὶAndπόθενfrom whereμοιto meτοῦτοthisἵναthatἔλθῃmay comeἡtheμήτηρmotherτοῦof theκυρίουLordμουof mineπρὸςtoἐμέ;me myself?
44ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
ἰδοὺBeholdγὰρforὡςasἐγένετοcameἡtheφωνὴvoiceτοῦof theἀσπασμοῦgreetingσουof youεἰςintoτὰtheὦτάearsμου,of mine,ἐσκίρτησενleapedἐνinἀγαλλιάσειexultationτὸtheβρέφοςbabyἐνinτῇtheκοιλίᾳwombμου.of mine.
45καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
καὶAndμακαρίαblessed isἡthe oneπιστεύσασαhaving believedὅτιthatἔσταιthere will beτελείωσιςa fulfillmentτοῖςto the thingsλελαλημένοιςspokenαὐτῇto herπαρὰfromκυρίου.the Lord.
46Καὶ εἶπεν Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
ΚαὶAndεἶπενsaidΜαριάμ·Mary:μεγαλύνειMagnifiesἡtheψυχήsoulμουof Mineτὸνtheκύριον,Lord,
47καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
καὶandἠγαλλίασενrejoicesτὸtheπνεῦμάspiritμουof mineἐπὶinτῷtheθεῷGodτῷtheσωτῆρίSaviorμου,of mine,
48ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ
ὅτιForἐπέβλεψενHe has lookedἐπὶuponτὴνtheταπείνωσινhumiliationτῆςof theδούληςhandmaidenαὐτοῦ.of Him.ἰδοὺBeholdγὰρforἀπὸfromτοῦtheνῦνhenceforthμακαριοῦσίνwill count blessedμεmeπᾶσαιallαἱtheγενεαὶgenerations
49ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ·
ὅτιForἐποίησένhas doneμοιto meμεγάλαgreat thingsὁtheδυνατός·Mighty One;καὶAndἅγιονholy isτὸtheὄνομαnameαὐτοῦ·of Him;
50καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν·
καὶAndτὸtheἔλεοςmercyαὐτοῦof Himεἰςis toγενεὰςgenerationsκαὶandγενεὰςgenerationsτοῖςto thoseφοβουμένοιςfearingαὐτόν·Him;
51ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
ἐποίησενHe has shownκράτοςstrengthἐνwithβραχίονιthe armαὐτοῦ·of Him;διεσκόρπισενHe has scatteredὑπερηφάνουςthe proudδιανοίᾳin the thoughtκαρδίαςof heartαὐτῶν·of them;
52καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς·
καθεῖλενHe has brought downδυνάσταςrulersἀπὸfromθρόνωνthronesκαὶandὕψωσενexaltedταπεινούς·the humble;
53πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς·
πεινῶνταςThose hungeringἐνέπλησενHe has filledἀγαθῶνwith good thingsκαὶandπλουτοῦνταςthose being richἐξαπέστειλενHe has sent awayκενούς·empty;
54ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
ἀντελάβετοHe has helpedἸσραὴλIsraelπαιδὸςthe servantαὐτοῦof Himμνησθῆναιrememberingἐλέους,mercy,
55καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
καθὼςeven asἐλάλησενHe spokeπρὸςtoτοὺςtheπατέραςfathersἡμῶν,of us,τῷtheἈβραὰμto Abrahamκαὶandτῷto theσπέρματιdescendantsαὐτοῦof himεἰςtoτὸνtheαἰῶνα.age.
56Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
ἜμεινενDweltδὲthenΜαριὰμMaryσὺνwithαὐτῇherὡςaboutμῆναςmonthsτρεῖςthreeκαὶandὑπέστρεψενreturnedεἰςtoτὸνtheοἶκονhomeαὐτῆς.of her.
57Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν καὶ ἐγέννησεν υἱόν.
ΤῇtheδὲNowἘλισάβετElizabethἐπλήσθηwas fulfilledὁtheχρόνοςtimeτοῦtheτεκεῖνto give birthαὐτὴνfor herκαὶandἐγέννησενshe boreυἱόν.a son.
58καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
καὶAndἤκουσανheardοἱtheπερίοικοιneighboursκαὶandοἱtheσυγγενεῖςrelativesαὐτῆςof herὅτιthatἐμεγάλυνενmagnifiedκύριοςthe Lordτὸtheἔλεοςmercyαὐτοῦof Himμετ᾽withαὐτῆς,her,καὶandσυνέχαιρονthey were rejoicing withαὐτῇ.her.
59Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
ΚαὶAndἐγένετοit came to passἐνonτῇtheἡμέρᾳdayτῇtheὀγδόῃeighthἦλθονthey cameπεριτεμεῖνto circumciseτὸtheπαιδίονchildκαὶandἐκάλουνwere callingαὐτὸitἐπὶafterτῷtheὀνόματιnameτοῦof theπατρὸςfatherαὐτοῦof himΖαχαρίαν.Zechariah.
60καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
καὶAndἀποκριθεῖσαansweringἡtheμήτηρmotherαὐτοῦof himεἶπεν·said;οὐχί,No,ἀλλὰbutκληθήσεταιhe will be calledἸωάννης.John.
61καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
καὶAndεἶπανthey saidπρὸςtoαὐτὴνherὅτιthatοὐδείςNo oneἐστινisἐκamongτῆςtheσυγγενείαςrelativesσουof youὃςwhoκαλεῖταιis calledτῷtheὀνόματιnameτούτῳ.by this.
62ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
ἐνένευονThey were making signsδὲthenτῷto theπατρὶfatherαὐτοῦof himτὸtheτίwhatἂνmaybeθέλοιhe would wishκαλεῖσθαιto be calledαὐτό.him.
63καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
καὶAndαἰτήσαςhaving asked forπινακίδιονa writing tabletἔγραψενhe wroteλέγων·saying;ἸωάννηςJohnἐστὶνisὄνομαnameαὐτοῦ.of him.καὶAndἐθαύμασανthey marveledπάντες.all.
64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
ἈνεῴχθηWas openedδὲthenτὸtheστόμαmouthαὐτοῦof himπαραχρῆμαimmediatelyκαὶandἡtheγλῶσσαtongueαὐτοῦof himκαὶandἐλάλειhe was speakingεὐλογῶνblessingτὸνtheθεόν.God.
65καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
καὶAndἐγένετοcameἐπὶuponπάνταςallφόβοςfearτοὺςthoseπεριοικοῦνταςdwelling aroundαὐτούς·them;καὶandἐνinὅλῃallτῇtheὀρεινῇhill countryτῆςtheἸουδαίαςof Judeaδιελαλεῖτοwere being talked aboutπάνταallτὰtheῥήματαdeclarationsταῦτα,these,
66καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.
καὶAndἔθεντοlaid them upπάντεςallοἱthoseἀκούσαντεςhaving heardἐνinτῇtheκαρδίᾳheartαὐτῶνof themλέγοντες·saying;τίWhatἄραthenτὸtheπαιδίονchildτοῦτοthisἔσται;will be?καὶAndγὰρforχεὶρthe handκυρίουof the Lordἦνwasμετ᾽withαὐτοῦ.him.
67Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων·
ΚαὶAndΖαχαρίαςZechariahὁtheπατὴρfatherαὐτοῦof himἐπλήσθηwas filledπνεύματοςwith the SpiritἁγίουHolyκαὶandἐπροφήτευσενprophesiedλέγων·saying;
68εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
εὐλογητὸςBlessed beκύριοςthe LordὁtheθεὸςGodτοῦtheἸσραήλ,of Israel,ὅτιbecauseἐπεσκέψατοHe has visitedκαὶandἐποίησενHe has performedλύτρωσινredemptionτῷon theλαῷpeopleαὐτοῦ,of Him,
69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
καὶandἤγειρενhas raised upκέραςa hornσωτηρίαςof salvationἡμῖνfor usἐνinοἴκῳhouseΔαυὶδof Davidπαιδὸςservantαὐτοῦ,of Him,
70καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ·
καθὼςeven asἐλάλησενHe spokeδιὰthroughστόματοςthe mouthτῶνof theἁγίωνholyἀπ᾽ofαἰῶνοςold ageπροφητῶνprophetsαὐτοῦ·of Him;
71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
σωτηρίανsalvationἐξfromἐχθρῶνthe enemiesἡμῶνof usκαὶandἐκfromχειρὸςthe handπάντωνof allτῶνthoseμισούντωνhatingἡμᾶς,us,
72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
ποιῆσαιto fulfillἔλεοςmercyμετὰtowardτῶνtheπατέρωνfathersἡμῶν,of us,καὶandμνησθῆναιto rememberδιαθήκηςthe covenantἁγίαςholyαὐτοῦ,of Him,
73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
ὅρκονthe oathὃνthatὤμοσενHe sworeπρὸςtoἈβραὰμAbrahamτὸνtheπατέραfatherἡμῶν,of us,τοῦtheδοῦναιto grantἡμῖνus
74ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
ἀφόβωςwithout fearἐκfromχειρὸςthe handἐχθρῶνenemiesῥυσθένταςhaving been savedλατρεύεινto serveαὐτῷHim
75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
ἐνinὁσιότητιholinessκαὶandδικαιοσύνῃrighteousnessἐνώπιονbeforeαὐτοῦHimπάσαιςallταῖςtheἡμέραιςdaysἡμῶν.of us.
76Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
ΚαὶAndσὺyou yourselfδέ,now,παιδίον,child,προφήτηςprophetὑψίστουof the Most Highκληθήσῃ·will be called;προπορεύσῃyou will goγὰρforἐνώπιονin front ofκυρίουthe Lordἑτοιμάσαιto prepareὁδοὺςwaysαὐτοῦ,of Him,
77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
τοῦtheδοῦναιto giveγνῶσινknowledgeσωτηρίαςof salvationτῷto theλαῷpeopleαὐτοῦof Himἐνinἀφέσειforgivenessἁμαρτιῶνof the sinsαὐτῶνof them
78διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
διὰthroughσπλάγχναthe affectionsἐλέουςof compassionθεοῦof Godἡμῶνof usἐνinοἷςwhichἐπισκέψεταιwill visitἡμᾶςusἀνατολὴthe Sunriseἐξfromὕψους,on high,
79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
ἐπιφᾶναιto shine uponτοῖςthoseἐνinσκότειdarknessκαὶandσκιᾷin the shadowθανάτουof deathκαθημένοις,sitting,τοῦtheκατευθῦναιto directτοὺςtheπόδαςfeetἡμῶνof usεἰςintoὁδὸνthe wayεἰρήνης.of peace.
80Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
ΤὸtheδὲAndπαιδίονthe childηὔξανενwas continuing to growκαὶandἐκραταιοῦτοhe was strengthenedπνεύματιin spiritκαὶandἦνhe wasἐνinταῖςtheἐρήμοιςdeserted placesἕωςuntilἡμέραςthe dayἀναδείξεωςof appearanceαὐτοῦof himπρὸςtoτὸνtheἸσραήλ.Israel.